Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Davide et Saule
John ChrysostomSaul 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.0.1
Εἰς τὰ κατὰ τὸν Δαυῒδ καὶ τὸν Σαοὺλ, καὶ περὶ ἀνεξικακίας, καὶ τοῦ δεῖν φείδεσθαι τῶν ἐχθρῶν, καὶ μηδὲ ἀπόντας λέγειν κακῶς.
1.1.1
Ὅταν χρονία τις καὶ σκληρὰ φλεγμονὴ τοῖς σώμασιν ἐναποσκιῤῥωθεῖσα τύχοι, πολλοῦ μὲν χρόνου καὶ πόνου, πολλῆς δὲ τῆς ἀπὸ τῶν φαρμάκων δεῖταισοφίας, ὥστε ἀσφαλῶς αὐτῆς χαλασθῆναι τὸν ὄγκον. Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν. Ὅταν γὰρ πάθος ἐῤῥιζωμένον καὶ πολὺν ἐμφιλοχωρῆσαν τῇ ψυχῇ χρόνον βούληταί τις πρόῤῥιζον ἀνελεῖν, οὐκ ἀρκεῖ μιᾶς, οὐδὲ δύο ἡμερῶν πρὸς τὴν διόρθωσιν ταύτην παραίνεσις, ἀλλὰ χρὴ πολλάκις καὶ ἐπὶ πολλαῖς ταῖς ἡμέραις περὶ ταύτης διαλέγεσθαι τῆς ὑποθέσεως· εἴ γε μὴ μέλλοιμεν πρὸς φιλοτιμίαν καὶ τέρψιν, ἀλλὰ πρὸς κέρδος καὶ ὠφέλειαν δημηγορεῖν. Διὰ δὴ τοῦτο, ὅπερ ἐπὶ τῶν ὅρκων ἐποιήσαμεν, πολλὰς ἐφεξῆςἡμέρας περὶ τῆς αὐτῆς ὑποθέσεως διαλεχθέντες ὑμῖν, τοῦτο καὶ ἐπὶ τῆς ὀργῆς ἐργασώμεθα, καὶ συνεχῆ περὶ αὐτῆς ποιησώμεθα συμβουλὴν κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ γὰρ οὗτος ἄριστος διδασκαλίας εἶναί μοι δοκεῖ τρόπος, τὸ μὴ πρότερον ἀφίστασθαι συμβουλεύοντας ὑπὲρ ὁτουοῦν, ἕως ἂν εἰς ἔργον τὴν συμβουλὴν ἐξελθοῦσαν ἴδωμεν. Ὁ γὰρ σήμερον μὲν περὶ ἐλεημοσύνης, αὔριον δὲ περὶ εὐχῆς, μετ' ἐκείνην δὲ περὶ ἐπιεικείας, εἶτα πάλιν περὶ ταπεινοφροσύνης διαλεγόμενος, οὐδέτερον τούτων ἐν τοῖς ἀκροαταῖς κατορθῶσαι δυνήσεται, ἀπὸ τούτου πρὸς ἐκεῖνο, καὶ πάλιν ἀπ' ἐκείνου πρὸς ἕτερον συνεχῶς μεταπηδῶν· ἀλλὰ χρὴ τὸν μέλλοντα κατορθοῦν ἐν τοῖς ἀκούουσι τὰ λεγόμενα, μὴ πρότερον ἀφίστασθαι περὶ τῶν αὐτῶν παραινοῦντα καὶ συμβουλεύοντα, μηδὲ ἐφ' ἕτερόν τι μεταπηδᾷν, ἕως ἂν ἴδῃ τὴν προτέραν παραίνεσιν καλῶς ἐν αὐτοῖς ῥιζωθεῖσαν. Τοῦτο καὶ οἱ διδάσκαλοι ποιοῦσιν· οὐ πρότερον ἐπὶ τὰς συλλαβὰς τοὺς παῖδας ἄγουσιν, ἕως ἂν τῶν στοιχείων τὴν γνῶσιν ἐν αὐτοῖς κατορθωθεῖσαν ἴδωσι. Πρώην μὲν οὖν ὑμῖν τὴν παραβολὴν ἀναγνόντες τῶν ἑκατὸν δηναρίων, καὶ τῶν μυρίων ταλάντων, ἐδείκνυμεν ὅσον ἦν κακὸν τὸ μνησικακεῖν. Ὃν γὰρ οὐκ ἀπώλεσε τὰ μυρία τάλαντα, τοῦτον ἑκατὸν δηνάρια κατεπόντισε, καὶ τὴν δοθεῖσαν συγγνώμην ἀνεκαλέσατο, καὶ τὴν δωρεὰν ἀπεκρούσατο, καὶ ἀπαλλαγέντα τῶν εὐθυνῶν εἰς τὸ δικαστήριον πάλιν εἰσήγαγε, κἀκεῖθεν εἰς τὸ δεσμωτήριον ἐνέβαλε, καὶ οὕτως ἀθανάτῳ αὐτὸν παρέδωκε τιμωρίᾳ. Σήμερον δὲ ἐφ' ἑτέραν ὑπόθεσιν τὸν λόγον χειραγωγήσομεν. Ἔδει μὲν γὰρ, εἴπερ δίκαιον ἐγίνετο, τὸν λέγοντα περὶ ἐπιεικείας τε καὶ πραότητος, οἴκοθεν καὶ παρ' ἑαυτοῦ τὰ παραδείγματα παρέχειν τῆς καλῆς ταύτης φιλοσοφίας, ὥστε καὶ διὰ τῶν λόγων διδάσκειν, καὶ διὰ τῶν ἔργων παιδεύειν. Ἐπειδὴ δὲ πολὺ ταύτης ἀποδέομεν τῆς ἀρετῆς ἡμεῖς, ἕνα τινὰ τῶν ἁγίων ἑλκύσαντες εἰς μέσον, καὶ πρὸ τῶν ὀφθαλμῶν στήσαντες τῶν ὑμετέρων, ἐναργῆ τινα καὶ δυνατὴν ὑμῖν ποιησόμεθα τὴν παράκλησιν, ὥσπερ ἀρχέτυπόν τινα εἰκόνα, τὴν ἀρετὴν τοῦ δικαίου μιμεῖσθαι παρακελευόμενοι καὶ ὑμῖν καὶ ἡμῖν αὐτοῖς. Τίνα οὖν εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας διαλεγόμενον; Τίνα δὲ ἄλλον, ἀλλ' ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον καὶ ἐπὶ τούτῳ μάλιστα θαυμασθέντα; Εὗρον γὰρ, φησὶ, Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὅταν δὲ ὁ Θεὸς ἀποφαίνηται, οὐδεμία τοῖς ἀντιλέγουσιν ὑπολέλειπται πρόφασις. Ἀδέκαστος γὰρ ἡ ψῆφος ἐκείνη, οὔτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν τοῦ Θεοῦ κρίνοντος, ἀλλὰ τῇ τῆς ψυχῆς ἀρετῇ γυμνῇ ψηφιζομένου. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὸν εἰς μέσον ἄγομεν, ὅτι παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο, ἀλλ' ὅτι καὶ τῶν ἐν τῇ Παλαιᾷ τραφέντων ἐστί. Τὸ μὲν γὰρ ἐπὶ τῆς χάριτος φανῆναί τινα καθαρὸν ὀργῆς, καὶ τοῖς ἐχθροῖς ἀφιέντα τὰ ἁμαρτήματα, καὶ τῶν λελυπηκότων φειδόμενον, θαυμαστὸν οὐδὲν μετὰ τὸν τοῦ Χριστοῦ θάνατον, μετὰ τὴν τοσαύτην τῶν ἁμαρτημάτων ἄφεσιν, μετὰ τὰ φιλοσοφίας γέμοντα ἐπιτάγματα· τὸ δὲ ἐπὶ τῆς Παλαιᾶς, ἡνίκα ὁ νόμος συνεχώρει ὀφθαλμὸν ἐξορύττειν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι τὸν ἀδικήσαντα, φανῆναί τινα βάντα τὰ μέτρα τῶν προσταγμάτων, καὶ πρὸς τὴν ἀποστολικὴν φθάσαντα φιλοσοφίαν, τίνα μὲν οὐκ ἂν ἐκπλήξειε τῶν ἀκουόντων; τίνα δὲ οὐκ ἂν τῶν μὴ ζηλούντων πάσης ἀποστερήσειε συγγνώμης τε καὶ ἀπολογίας; Ἵνα δὲ ἀκριβέστερον αὐτοῦ καταμάθωμεν τὴν ἀρετὴν, δότε μοι μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, καὶ τὰς εὐεργεσίας εἰπεῖν, ἃς εἰς τὸν Σαοὺλ κατέθετο ὁ μακάριος οὗτος ἀνήρ. Τὸ μὲν γὰρ ἁπλῶς ἐχθρὸν λυπήσαντα μὴ ἀμύνασθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας, καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι, καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν;
1.2.1
Τίνας οὖν εὐηργέτησεν ὁ Δαυῒδ εὐεργεσίας τὸν Σαοὺλ, καὶ πότε καὶ πῶς, ἀνάσχεσθε διὰ βραχέων διηγουμένου. Πολέμου γάρ ποτε τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, καὶ τῶν ἐπὶ τὸ βάραθρον ἀγομένων ἀθλιώτερον ζώντων τὸν βίον, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, καὶ τῆς ἡλικίας καὶ τῆς τέχνης ἀτέλειαν παρεχούσης αὐτῷ τῶν πολεμικῶν πόνων, τὸν ἁπάντων αὐτὸς ἀνεδέξατο πόλεμον, καὶ κατώρθωσεν ἐλπίδος ἁπάσης κρείττονα κατορθώματα. Καίτοι εἰ καὶ μηδὲν ἦν κατωρθωκὼς, τῆς προθυμίας αὐτὸν καὶ τῆς προθέσεως ἕνεκεν στεφανοῦν ἔδει μόνον. Τὸ μὲν γὰρ στρατιώτην τινὰ τῶν ἐν ἡλικίᾳ ποιῆσαι τοῦτο, θαυμαστὸν οὐδέν· ὁ γὰρ τῆς στρατείας νόμος τοῦτο ἀπῄτει. Οὗτος δὲ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικειμένην, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμησε, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον καὶ τὸ τῶν κινδύνων ἀφόρητον βλέπων, κατεῖχε καὶ μένειν ἐκέλευε λέγων· Οὐ δυνήσῃ πορευθῆναι, ὅτι σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἀλλ' ὅμως οὐδεμιᾶς αὐτὸν ἑλκούσης προφάσεως, οἴκοθεν καὶ παρ' ἑαυτοῦ διαθερμανθεὶς θείῳ ζήλῳ καὶ τῷ τῆς πατρίδος ἔρωτι, ὥσπερ πρόβατα μᾶλλον ἢ ἀνθρώπους ὁρῶν, καὶ ὡς κύνας μᾶλλον ἢ στρατόπεδον ἀνθρώπων τοιοῦτον μέλλων ἐλαύνειν, οὕτω μετὰ ἀδείας ἐπὶ τοὺς βαρβάρους ἔτρεχε· καὶ τοσαύτην περὶ τὸν βασιλέα κηδεμονίαν ἐπεδείξατο τότε, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστῆσαι. Οὐ γὰρ δὴ μόνον αὐτὸν τοῖς ἔργοις μετὰ ταῦτα ὠφέλει, ἀλλὰ καὶ πρὸ τούτου τοῖς ῥήμασι παρεκάλει καὶ θαῤῥεῖν ἔπειθε, καὶ χρηστὰς περὶ τοῦ μέλλοντος ἐλπίδας ἔχειν, οὕτω λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ' αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύσεται, καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸν μηδεμίαν ἀνάγκην ἔχοντα, τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ. καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα; Ἆρα οὐκ ἔδει αὐτὸν μετὰ ταῦτα δεσπότην ἐπιγράφεσθαι, καὶ σωτῆρα κοινὸν τῆς πόλεως ἀναγορεύειν, τὸν καὶ τὸ σχῆμα τῆς βασιλείας, καὶ τὸ τῶν πόλεων ἔδαφος, καὶ τὴν ἁπάντων ζωὴν μετὰ τὴν τοῦ Θεοῦ χάριν διατηρήσαντα; Ποία γὰρ ταύτης εὐεργεσίας μείζων ἑτέρα ἦν; Οὐ γὰρ εἰς χρήματα, οὐδὲ εἰς δόξαν καὶ δυναστείαν, ἀλλ' εἰς αὐτὴν αὐτοῦ τὴν ψυχὴν τὴν εὐεργεσίαν κατέθετο, καὶ ἐξ αὐτῶν αὐτὸν ἀνεκαλέσατο τῶν τοῦ θανάτου πυλῶν, καὶ τό γε εἰς ἄνθρωπον ἧκον, δι' ἐκεῖνον ἔζη λοιπὸν ὁ βασιλεὺς, καὶ ἀπέλαυε τῆς ἀρχῆς. Τίσιν οὖν αὐτὸν μετὰ ταῦτα ἠμείψατο; Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων ἴδοι τὸ μέγεθος, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ Δαυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς, ἀλλὰ τὸ πλέον ὀφείλων. Ἐκεῖνος μὲν γὰρ καὶ ζωὴν καὶ βασιλείαν αὐτῷ ἐχαρίσατο· οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης. Πλὴν ἀλλ' ἴδωμεν αὐτοῦ τὰς ἀμοιβάς. Τίνες οὖν ἦσαν αὗται; Δι' ὑποψίας εἶχεν αὐτὸν λοιπὸν, καὶ ὑπεβλέπετο ἀπὸ τῆς ἡμέρας ἐκείνης. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἀναγκαῖον γὰρ καὶ τῆς ὑποψίας τὴν αἰτίαν εἰπεῖν. Οὐδὲν μὲν γὰρ, ὅπερ ἂν εἴπῃ τις, ἐρεῖ δίκαιον. Πρὸς γὰρ τὸν τὴν ψυχὴν χαρισάμενον, καὶ τὴν ζωὴν δωρησάμενον, ποία δικαίας ὑποψίας πρόφασις ἦν; Πλὴν ἀλλὰ καὶ αὐτὴν τὴν αἰτίαν τῆς ἔχθρας ἴδωμεν, ἵνα μάθητε, ὅτι καὶ τῆς νίκης οὐκ ἔλαττον καὶ διὰ ταῦτα τιμᾶσθαι δίκαιος ἦν, δι' ἅπερ ὑπωπτεύετο καὶ ἐπεβουλεύετο μετὰ ταῦτα. Τίς οὖν ἡ αἰτία τῆς ὑποψίας ἦν; Ἐπειδὴ τοῦ βαρβάρου τὴν κεφαλὴν ἔλαβε, καὶ τὰ λάφυρα ἔχων ἐπανῄει, Ἐξῆλθον αἱ χορεύουσαι, φησὶν, ᾄδουσαι καὶ λέγουσαι· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυῒδ ἐν μυριάσιν αὐτοῦ. Καὶ ὠργίσθη Σαοὺλ, καὶ ἦν ὑποβλεπόμενος τὸν Δαυῒδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. Τίνος ἕνεκεν, εἰπέ μοι; Μάλιστα μὲν γὰρ, εἰ καὶ ἀδίκως ταῦτα ἐλέγετο, οὐδὲ οὕτως πρὸς αὐτὸν ἀπεχθῶς διατεθῆναι ἔδει, ἀλλ' ἀπὸ τῶν γεγενημένων τὴν εὔνοιαν αὐτοῦ μαθόντα, καὶ ὅτι μηδενὸς ἀναγκάζοντος, μηδὲ βιαζομένου, ἐξ οἰκείας εὐνοίας τοσοῦτον ὑπέμεινε κίνδυνον, μηδὲν μηκέτι λοιπὸν ὑποπτεύειν περὶ αὐτοῦ πονηρόν. Νυνὶ δὲ καὶ τὸ δίκαιον εἶχον αἱ εὐφημίαι· καὶ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, τῷ Σαοὺλ ἐχαρίσαντο μᾶλλον, ἢ τῷ Δαυῒδ ταῦτα λέγουσαι· καὶ ἀγαπᾷν αὐτὸν ἐχρῆν, ὅτι τὰς χιλιάδας γοῦν ἔδωκαν αὐτῷ. Τί οὖν ἀγανακτεῖ, ὅτι ἔδωκαν τὰς μυριάδας ἐκείνῳ; Εἰ μὲν γὰρ ἦν τι συντελέσας εἰς τὸν πόλεμον, καὶ μικρὰν γοῦν τινα μοῖραν εἰσενεγκὼν, καλῶς ταῦτα ἐλέγετο, ὅτι Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν. Εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔνδον ἐκάθητο, καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο, πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους ἐκείνους συμβαλλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν; Εἰ γὰρ ἀγανακτεῖν ἐχρῆν, τὸν Δαυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας, μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας.
1.3.1
Πλὴν ἀλλ' οὐδὲν τούτων λέγω, ἀλλ' ἐκεῖνο ἂν εἴποιμι· ἔστω κακῶς πεποιηκέναι τὰς γυναῖκας, καὶἐγκλημάτων ἀξίας εἶναι καὶ κατηγορίας· τί ταῦτα πρὸς τὸν Δαυΐδ; Οὐ γὰρ δὴ τὰ ᾄσματα αὐτὸς συνέθηκεν, οὐδὲ ἐκείνας λέγειν ἅπερ ἔλεγον αὐτὸς ἀνέπεισεν, οὐδὲ κατεσκεύασε τοῦτον τὸν τρόπον γενέσθαι τῆς εὐφημίας. Ὥστε εἰ καὶ ἀγανακτεῖν ἔδει, ἐκείναις ἐχρῆν ἀγανακτεῖν, οὐ τῷ κοινῷ τῆς πόλεως εὐεργέτῃ, καὶ μυρίων στεφάνων ἀξίῳ. Ὁ δὲ ἐκείνας ἀφεὶς, ἐπὶ τοῦτον ᾔει. Καὶ εἰ μὲν ἀπὸ τῆς εὐφημίας ἐκείνης ἐπαρθεὶς ὁ μακάριος ἐφθόνει τῷ κρατοῦντι καὶ ὕβριζεν εἰς αὐτὸν, καὶ διέπτυσεν αὐτοῦ τὴν βασιλείαν, τάχα εἶχέ τινα λόγον ὁ φθόνος· εἰ δὲ ἐπιεικέστερος ἐγίνετο καὶ πραότερος, καὶ τὴν τῶν ἀρχομένων ἔμενε διατηρῶν τάξιν, ποίαν εἶχε δικαίαν πρόφασιν ἡ λύπη; Ὅταν μὲν γὰρ ὁ τιμώμενος ἐπαίρηται κατὰ τοῦ παρευδοκιμουμένου, καὶ διατελῇ ταῖς τιμαῖς εἰς ὕβριν κεχρημένος ἐκείνου, λαμβάνει τινὰ ἀφορμὴν τὸ πάθος· ὅταν δὲ μένῃ τιμῶν, μᾶλλον δὲ θεραπεύων μειζόνως, καὶ εἴκων ἐν ἅπασι, ποίαν ἂν ἔχοι πρόφασιν ἡ βασκανία λοιπόν; Ὥστε εἰ καὶ μηδὲν αὐτῷ κατώρθωται ἕτερον, δι' αὐτὸ τοῦτο μειζόνως αὐτὸν ἀγαπᾷν ἔδει, ὅτι τοσαύτην ἀφορμὴν λαβὼν πρὸς τυραννίδος ἐπίθεσιν, ἔμενε τὴν αὐτῷ πρέπουσαν ἐπιείκειαν διατηρῶν. Οὐδὲ γὰρ δὴ μόνον τὰ πρότερα, ἀλλ' οὐδὲ τὰ μετὰ ταῦτα πολλῷ μείζονα ὄντα ἐπῆρεν αὐτόν. Ποῖα δὴ ταῦτα; Ἦν Δαυῒδ συνιὼν, φησὶν, ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ Κύριος παντοκράτωρ μετ' αὐτοῦ, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπων τὸν Δαυῒδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ. Καὶ Μελχὼλ ἡ θυγάτηρ Σαοὺλ καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ συνῆκε παρ' ἅπαντας τοὺς δούλους Σαούλ· καὶ ἐτιμήθη τὸ ὄνομα αὐτοῦ σφόδρα. Καὶ Ἰωνάθαν υἱὸς Σαοὺλ ἠγάπα τὸν Δαυῒδ σφόδρα. Ἀλλ' ὅμως τὸν δῆμον ἅπαντα καὶ τὴν οἰκίαν τοῦ βασιλέως οἰκειωσάμενος, καὶ κρατῶν ἐν τοῖς πολέμοις πανταχοῦ, καὶ οὐδαμοῦ διαμαρτάνων, καὶ τοιαύτας ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων ἀπολαβὼν τὰς ἀμοιβὰς, οὐκ ἐξετραχηλίζετο, οὐδὲ ἐπεθύμει τῆς βασιλείας, οὐδὲ ἠμύνατο τὸν ἐχθρὸν, ἀλλ' ἔμενεν εὐεργετῶν. καὶ τοὺς ὑπὲρ αὐτοῦ πολέμους κατορθῶν. Τίνα οὐκ ἂν ἔπεισε ταῦτα ἐκτεθηριωμένον καὶ ἄγριον καταθέσθαι τὴν ἔχθραν, καὶ ἀπαλλαγῆναι τῆς βασκανίας; Ἀλλὰ τὸν ὠμὸν ἐκεῖνον καὶ ἀπάνθρωπον οὐδὲν τούτων ἔπεισεν· ἀλλὰ πρὸς ἅπαντα ἀποτυφλωθεὶς, καὶ τῇ βασκανίᾳ τὴν ψυχὴν ἐπιδοὺς, ἀνελεῖν αὐτὸν ἐπιχειρεῖ· καὶ τί ποιοῦντα τοῦτο γάρ ἐστι τὸ μεῖζον καὶ θαυμαστόν; ψάλλοντα καὶ καταστέλλοντα αὐτοῦ τὴν μανίαν. Δαυῒδ ἔψαλλε τῇ χειρὶ αὐτοῦ, φησὶν, ὡς καθ' ἑκάστην ἡμέραν· καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ· καὶ ἦρε Σαοὺλ τὸ δόρυ, καὶ εἶπε· Πατάξω ἐν Δαυΐδ· καὶ ἐπάταξεν ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυῒδ ἀπὸ προσώπου αὐτοῦ δίς. Ἆρα ἂν ἔχοι τις εἰπεῖν μείζονα τούτων πονηρίας ὑπερβολήν; Ἄρα δὲ καὶ τὰ μετὰ ταῦτα. Ἄρτι τῶν πολεμίων ἀπελαθέντων, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων αἴτιον ἀνελεῖν ἐπεχείρησε ψάλλοντα, καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς ἠκόντισε, βουλόμενος ἀνελεῖν. Καὶ τοιαύταςαὐτῷ ἀντὶ τῶν κινδύνων τὰς ἀμοιβὰς ἐδίδου. Καὶ πολλάκις τοῦτο ἐποίησε, καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ. Ὁ δὲ ἅγιος ἐκεῖνος καὶ μετὰ ταῦτα πάντα ἔμενε τὰ ἐκείνου θεραπεύων, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ κινδυνεύων, καὶ παραταττόμενος ἐν τοῖς πολέμοις ἅπασι, καὶ τὸν ἑαυτοῦ διασώζων σφαγέα τοῖς οἰκείοις κινδύνοις, καὶ οὔτε ἐν ῥήμασιν, οὔτε ἐν πράγμασιν ἐλύπησε τὸν ἄγριον θῆρα ἐκεῖνον, ἀλλὰ πρὸς πάντα εἶκε καὶ ὑπήκουε, καὶ τὸ ὁρισθὲν αὐτῷ τῆς νίκης ἔπαθλον οὐ λαβὼν, ἀλλ' ἀποστερηθεὶς τὸν μισθὸν τῶν κινδύνων ἐκείνων, οὐδὲ λόγῳ ποτὲ ἐνεκάλεσεν, οὐ τοῖς στρατιώταις, οὐ τῷ βασιλεῖ· οὐ γὰρ ἐπὶ μισθῷ ταῦτα ἔπραττεν ἀνθρωπίνῳ, ἀλλὰ τὴν ἄνωθεν ἐκδεχόμενος ἀμοιβήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι οὐκ ἀπῄτησε τὸν μισθὸν, ἀλλ' ὅτι καὶ διδόμενον διεκρούσατο διὰ πολλὴν ταπεινοφροσύνης ὑπερβολήν. Ἐπειδὴ γὰρ ὁ Σαοὺλ πάντα κινῶν καὶ πραγματευόμενος οὐκ ἴσχυσεν αὐτὸν ἀνελεῖν, ῥάπτει τὸν διὰ τοῦ γάμου δόλον, καὶ καινόν τινα προικὸς καὶ ἕδνων ἐπινοεῖται τρόπον. Οὐ γὰρ βούλεται, φησὶν, ὁ βασιλεὺς ἕδνα, ἀλλ' ἢ ἑκατὸν ἀκροβυστίας ἐκδικῆσαι εἰς τοὺς ἐχθροὺς τοῦ βασιλέως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἄνελέ μοι, φησὶν, ἑκατὸν ἄνδρας, καὶ τοῦτο ἀντὶ τῶν ἕδνων ἔσται μοι. Ταῦτα δὲ ἔλεγε βουλόμενος αὐτὸν προφάσει τοῦ γάμου παραβαλεῖν τοῖς ἐχθροῖς.
1.4.1
Ἀλλ' ὅμως ὁ Δαυῒδ κατὰ τὴν αὑτοῦ πραότητα τὰ πράγματα κρίνων, διεκρούσατο τὸν γάμον, οὐ διὰ τὸν κίνδυνον, οὐδὲ διὰ τὸν φόβον τῶν πολεμίων, ἀλλὰ διὰ τὸ νομίζειν ἀνάξιον ἑαυτὸν εἶναι τῆς πρὸς ἐκεῖνον συγγενείας, καὶ ταυτὶ πρὸς τοὺς δούλους αὐτοῦ λέγει τὰ ῥήματα· Εἰ κοῦφόν ἐστιν ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαί με τῷ βασιλεῖ; ἐγὼ δὲ ἀνὴρ ταπεινὸς, καὶ οὐκ ἔντιμος. Καὶ μὴν ὀφειλὴ τὸ πρᾶγμα ἦν, καὶ μισθὸς καὶ ἀνταπόδοσις τῶν πόνων· ἀλλ' οὕτως ἦν συντετριμμένην ἔχων τὴν καρδίαν, ὡς μετὰ τοσαῦτα κατορθώματα, καὶ λαμπρὰν οὕτω νίκην, καὶ ὑπόσχεσιν ὡμολογημένην, ἀνάξιον εἶναι νομίζειν τοῦ λαβεῖν τὸν ὀφειλόμενον αὐτῷ μισθόν· καὶ ταῦτα ἐνόμιζε, πάλιν μέλλων κινδυνεύειν. Ἐπειδὴ δὲ τῶν πολεμίων ἐκράτησε, καὶ τὴν θυγατέρα ἔλαβε τοῦ βασιλέως, πάλιν Ἔψαλλεν ὁ Δαυῒδ, καὶ ἐζήτει Σαοὺλ τοῦ πατάξαι αὐτὸν ἐν τῷ δόρατι, καὶ ἐπάταξε· καὶ ἐξέκλινεν ὁ Δαυΐδ· καὶ ἐπάταξε τὸ δόρυ ἐν τῷ τοίχῳ. Τίνα οὐκ ἂν καὶ τῶν σφόδρα φιλοσοφεῖν ἐπισταμένων εἰς θυμὸν ταῦτα ἐξήνεγκε, καὶ εἰ μηδὲν ἕτερον, τῆς οἰκείας προνοοῦντα ἀσφαλείας ἔπεισεν ἀνελεῖν τὸν ἀδίκως ἐπιβουλεύοντα; Οὐδὲ γὰρ φόνος τὸ πρᾶγμα λοιπὸν ἦν, ἀλλὰ καὶ οὕτω τὸ μέτρον τοῦ νόμου τότε ὑπερβαίνειν ἔμελλεν. Ἐκεῖνος μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐξορύττειν ἐκέλευεν· οὗτος δὲ εἰ καὶ ἔσφαξεν, ἀντὶ τριῶν φόνων ἕνα εἰργάζετο, τριῶν φόνων οὐδεμίαν εὔλογον ἐχόντων πρόφασιν. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐπεχείρησεν, ἀλλ' ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι, καὶ δραπετεύειν, καὶ ταλαιπωρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος. Οὐ γὰρ ὅπως ἑαυτὸν ἐκδικήσειεν, ἀλλ' ὅπως ἐκεῖνον ἀπαλλάξειε τοῦ πάθους ἐσκόπει. Διὰ τοῦτο τῶν ὀφθαλμῶν ἑαυτὸν ὑπεξήγαγε τοῦ ἐχθροῦ, ὥστε ὑποσῦραι τὸν ὄγκον, καὶ καταστεῖλαι τὴν φλεγμονὴν, καὶ παραμυθήσασθαι τὴν βασκανίαν. Βέλτιον ἐμὲ, φησὶν, ρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἢ τοῦτον ἀδίκου σφαγῆς παρὰ τῷ Θεῷ κρίνεσθαι. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀλλὰ καὶ μιμώμεθα, καὶ πάντα ὑπομένωμεν καὶ ποιεῖν καὶ πάσχειν, ὥστε ἀπαλλάξαι τοὺς ἐχθροὺς τῆς πρὸς ἡμᾶς ἀπεχθείας· καὶ μὴ τοῦτο ζητῶμεν, εἰ δικαίως, ἢ ἀδίκως πρὸς ἡμᾶς ἀπεχθάνονται, ἀλλ' ἐκεῖνο μόνον, ὅπως μηκέτι καθ' ἡμῶν ἐχθραίνοιεν. Καὶ γὰρ ὁ ἰατρὸς τοῦτο σκοπεῖ, ὅπως ἀπαλλάξειε τοῦ νοσήματος τὸν κάμνοντα, οὐκ εἰ δικαίως, ἢ ἀδίκως τὴν ἀῤῥωστίαν ἑαυτῷ ἐπεσπάσατο. Καὶ σὺ τοίνυν ἰατρὸς εἶ τοῦ λελυπηκότος· ἓν ζήτει μόνον, ὅπως αὐτοῦ τὴν ἀῤῥωστίαν ἀνέλῃς. Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας. Ἀλλ' οὐδὲν οὐδὲ οὕτως ἐκέρδανεν ὁ Σαοὺλ, ἀλλ' ἐδίωκε καὶ πανταχοῦ περιῄει ζητῶν τὸν ἠδικηκότα μὲν οὐδὲν, ἀδικηθέντα δὲ τὰ ἔσχατα, καὶ μυρία αὐτὸν ἀντὶ τούτων ποιήσαντα ἀγαθά· καὶ οὐκ εἰδὼς, εἰς αὐτὰ λοιπὸν τοῦ Δαυῒδ ἐμπίπτει τὰ δίκτυα. Ἦν γὰρ ἐκεῖ σπήλαιον, φησὶ, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι. Καὶ Δαυῒδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῷ σπηλαίῳ τῷ ἐσωτέρῳ ἐκάθηντο. Καὶ εἶπον οἱ ἄνδρες Δαυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα, καθὼς εἶπε Κύριος· Δίδωμι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυῒδ, καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ μετὰ ταῦτα ἐπάταξε τὸν Δαυῒδ ἡ καρδία αὐτοῦ, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ εἶπε Δαυῒδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου ποιῆσαι τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τῷ χριστῷ Κυρίου, ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν. Εἶδες τὰ δίκτυα τεταμένα, καὶ τὸ θήραμα ἐναπειλημμένον, καὶ τὸν κυνηγέτην ἑστῶτα, καὶ πάντας ἐγκελευομένους βαπτίσαι τὸ ξίφος εἰς τὸ τοῦ πολεμίου στῆθος; Θέα μοι λοιπὸν τὴν φιλοσοφίαν, θέα τὴν πάλην, τὴν νίκην, τὸν στέφανον. Καὶ γὰρ στάδιον ἦν τὸ σπήλαιον ἐκεῖνο, καὶ πάλη θαυμαστή τις ἐγίνετο καὶ παράδοξος. Ἐπάλαιε μὲν γὰρ ὁ Δαυῒδ, ἐπύκτευε δὲ ὁ θυμὸς, καὶ ἔπαθλον ὁ Σαοὺλ ἔκειτο, καὶ ἀγωνοθέτης ἦν ὁ Θεός· μᾶλλον δὲ οὐ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας. Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα. Καὶ γὰρ εἰκὸς ἦν ταῦτα κατὰ διάνοιαν ἕκαστον αὐτῶν δυσχεραίνοντα λέγειν· Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρίδος καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχερῶν σοι πάντων ἐκοινωνήσαμεν· καὶ σὺ τῶν κακῶν τούτων τὸν αἴτιον εἰς χεῖρας λαβὼν, ἀφεῖναι διανοῇ, ἵνα μηδέποτε τῶν κακῶν τούτων ἡμεῖς ἀναπνεύσωμεν, καὶ σπουδάζων τὸν ἐχθρὸν διασῶσαι, προδίδως τοὺς φίλους; Καὶ ποῦ ταῦτα δίκαια; Εἰ γὰρ τῆς ἑαυτοῦ καταφρονεῖς σωτηρίας, ἀλλὰ τῆς ἡμετέρας φεῖσαι ψυχῆς. Οὐ λυπεῖ σε τὰ παρελθόντα; οὐδὲ μέμνησαι τῶν κακῶν ὧν ἔπαθες παρ' αὐτοῦ; Διὰ τὰμέλλοντα ἄνελε, ἵνα μὴ μείζονα καὶ χαλεπώτερα ὑποστῶμεν κακά. Ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασιν ἔλεγον, ἀλλ' ὅμως κατὰ διάνοιαν ἐλογίζοντο καὶ ταῦτα, καὶ τούτων πλείονα ἕτερα.
1.5.1
Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ' εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνηθῇ στέφανον, καὶ φιλοσοφῆσαι φιλοσοφίαν τινὰ καινοτέραν καὶ παράδοξον. Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μόνος ὢν καὶ καθ' ἑαυτὸν ἐφείσατο τοῦ λελυπηκότος, ὡς νῦν παράδοξόν ἐστιν, ὅτι παρόντων ἑτέρων αὐτῷ τοῦτο ἐποίησεν. Ἡ γὰρ τῶν στρατιωτῶν ἐκείνων παρουσία διπλοῦν ἐγίνετο τῇ φιλοσοφίᾳ τὸ κώλυμα. Πολλάκις γοῦν αὐτοὶ κρίναντες ὀργὴν ἀφεῖναι, καὶ συγχωρῆσαι τὰ πεπλημμελημένα τινὶ, ἐπειδὰν ἴδωμέν τινας παροξύνοντας καὶ διεγείροντας, τὴν ἡμετέραν καταλύομεν κρίσιν, τοῖς ἐκείνων παραπειθόμενοι λόγοις. Ἀλλ' ὁ μακάριος ἐκεῖνος τοῦτο οὐκ ἔπαθεν, ἀλλὰ καὶ μετὰ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν ἔμενε τὴν οἰκείαν διατηρῶν ψῆφον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι οὔτε ταῖς παρ' ἑτέρων παρετράπη συμβουλαῖς, οὐδ' ὅτι αὐτοὺς οὐκ ἔδεισεν, ἀλλ' ὅτι καὶ ἐκείνους τὰ αὐτὰ αὐτῷ φιλοσοφεῖν παρεσκεύασε. Μέγα μὲν γὰρ τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν· πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην· καὶ ἑτέρους, οὐκ ἐπιεικεῖς ἀνθρώπους καὶ μετρίους, ἀλλὰ στρατιώτας καὶ πολεμεῖν μεμαθηκότας, καὶ τοῖς πολλοῖς ἀπεγνωκότας πόνοις, καὶ μικρὸν ἀναπνεῦσαι ἐπιθυμοῦντας, καὶ εἰδότας ὅτι τῶν κακῶν ἡ λύσις πᾶσα ἐν τῇ τοῦ πολεμίου σφαγῇ τότε ἔκειτο· οὐ μόνον δὲ λύσις κακῶν, ἀλλὰ καὶ μυρίων κτῆσις ἀγαθῶν· οὐδὲν γὰρ ἐκώλυεν, ἐκείνου σφαγέντος, ἐπὶ τοῦτον εὐθέως διαβῆναι τὴν βασιλείαν. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν παροξυνόντων τοὺς στρατιώτας, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων περιγενέσθαι τούτων, καὶ πεῖσαι φείσασθαι τοῦ πολεμίου. Ἄξιον δὲ καὶ αὐτῆς ἀκοῦσαι τῶν στρατιωτῶν τῆς συμβουλῆς· ἡ γὰρ κακουργία τῆς παραινέσεως τὸ στεῤῥὸν καὶ ἀπερίτρεπτον τῆς τοῦ δικαίου δείκνυσι γνώμης. Οὐδὲ γὰρ εἶπον· Ἰδοὺ ὁ μυρία σε διαθεὶς κακὰ, ὁ τῆς σφαγῆς ἐπιθυμήσας τῆς σῆς, ὁ περιβαλὼν ἡμᾶς τοῖς ἀνηκέστοις δεινοῖς· ἀλλ' ἐπειδὴ συνεῖδον ὅτι πάντων τούτων ὑπερεώρα, καὶ τῶν εἰς αὐτὸν ἡμαρτημένων οὐ πολὺν ἐποιεῖτο τὸν λόγον, ἄνωθεν αὐτῷ τὴν ψῆφον φέρουσιν, Ὁ Θεὸς αὐτὸν παρέδωκε, λέγοντες, ἵνα τὴν ἐκεῖθεν αἰδεσθεὶς κρίσιν ἑτοιμότερον ἐπὶ τὴν σφαγὴν ἔλθῃ. Μὴ γὰρ σαυτὸν ἐκδικεῖς; φησί. Τῷ Θεῷ διακονῇ καὶ ὑπηρετεῖς, καὶ τὴν ἐκείνου ψῆφον κυροῖς. Ἀλλ' ὅσῳ ταῦτα ἔλεγον, τοσούτῳ μᾶλλον ἐφείδετο. Ἤδει γὰρ τοῦτο, ὅτι ὁ Θεὸς αὐτὸν αὐτῷ παρέδωκεν, ἵνα πλείονος εὐδοκιμήσεως αὐτῷ παράσχῃ πρόφασιν. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν ἐχθρὸν εἰς τὰς χεῖρας ἐμπεσόντα τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας εἶναι καιρὸν ἐκεῖνον. Διὰ τοῦτο τότε μάλιστα φείδεσθαι δεῖ τῶνἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τί μέγα καὶ θαυμαστὸν γενόμενον κύριον φείσασθαι; Πολλοὶ γὰρ καὶ ἄλλοι βασιλεῖς πολλάκις ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι λελυπηκότας λαβόντες, ἀνάξιον αὐτῶν εἶναι ἐνόμισαν ἐν ἀρχῆς ὄγκῳ τοσούτῳ δίκην ἀπαιτῆσαι τῶν πεπλημμελημένων, καὶ ἡ τῆς ἐξουσίας περιουσία καταλλαγῆς ὑπόθεσις γέγονεν. Ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. Οὐ γὰρ ἐπὶ τὴν ἀρχὴν ἀνελθὼν ὁ Δαυῒδ, οὐδὲ τὴν βασιλείαν ἀπολαβὼν, καὶ τὸν Σαοὺλ ὑπὸ χεῖρας ἔχων, οὕτως ἐφείσατο, ἵνα μή τις εἴπῃ, ὅτι τὸ τῆς ἀρχῆς μέγεθος τὸν θυμὸν ἐξέλυσεν· ἀλλ' εἰδὼς ὅτι διασωθεὶς τοῖς αὐτοῖς ἐπιθήσεται πάλιν, καὶ εἰς μείζονας ἐμβαλεῖ τοὺς κινδύνους, οὐδὲ οὕτως ἀπέκτεινε. Μὴ δὴ τοῦτον ἐκείνοις παραβάλωμεν. Ἐκεῖνοι μὲν γὰρ ἀσφαλὲς τὸ ἐνέχυρον ἔχοντες τῆς μετὰ ταῦτα ἀδείας, εἰκότως φείδονται· οὗτος δὲ μέλλων τὸν ἐχθρὸν καθ' ἑαυτοῦ ἀφιέναι, καὶ πολέμιον ἑαυτῷ σώζειν, οὐδὲ οὕτως αὐτὸν ἠφάνισε, καὶ ταῦτα πολλὰ ἔχων τὰ πρὸς τὴν σφαγὴν αὐτὸν ταύτην ὠθοῦντα. Καὶ γὰρ ἡ ἐρημία τῶν βοηθούντων τῷ Σαοὺλ, καὶ ἡ παραίνεσις τῶν στρατιωτῶν, καὶ ἡ μνήμη τῶν παρελθόντων, καὶ ὁ φόβος τῶν μελλόντων, καὶ τὸ μηδὲ σφαγῆς κρίνεσθαι λοιπὸν ἀποκτείναντα τὸν ἐχθρὸν, καὶ τὸ μετὰ τὸν φόνον τοῦτον δύνασθαι τὸν νόμον ὑπερβαίνειν, καὶ πολλὰ ἕτερα πλείονα τούτων ἐβιάζετο καὶ ἠνάγκαζεν ὠθῆσαι τὸ ξίφος εἰς ἐκεῖνον. Ἀλλ' οὐδενὶ τούτων εἶξεν, ἀλλ' ἔμενεν ὥσπερ τις ἀδάμας, ἀκίνητον τὸν τῆς φιλοσοφίας διατηρῶν νόμον. Εἶτα ἵνα μὴ λέγῃς ὅτι οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἀναισθησία τὸ γινόμενον ἦν, οὐχὶ φιλοσοφία, ὅρα πῶς ἀγριωθεὶς ἐκαρτέρησεν. Ὅτι γὰρ αὐτῷ διανέστη τὰ κύματα τῆς ὀργῆς, καὶ πολλὴ τῶν λογισμῶν ἐκινήθη ἡ ζάλη, καὶ τὸν χειμῶνα ἐχαλίνου τῷ φόβῳ τοῦ Θεοῦ, καὶ τὴν διάνοιαν ἐπιέζετο, ἐκ τῶν γενομένων ἔστιν ἰδεῖν. Ἀνέστη γὰρ, φησὶ, καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Εἶδες πόσος ἠγέρθη τῆς ὀργῆς ὁ χειμών; Ἀλλ' οὐ προῆλθε περαιτέρω, οὐδὲ εἰργάσατο τὸ ναυάγιον· ὁ γὰρ κυβερνήτης ταχέως αἰσθόμενος, ὁ εὐσεβὴς λογισμὸς, γαλήνην ἀντὶ χειμῶνος ἐποίησεν. Ἐπάταξε γὰρ αὐτὸν, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ καθάπερ σκιρτῶντα καὶ μαινόμενον ἵππον, τὸν θυμὸν ἀνεχαίτισε.
1.6.1
Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· πρὶν ἢ πεσεῖν, ἀνίστανται, πρὶν ἢ πρὸς τὴν ἁμαρτίαν ἐλθεῖν, ἀναχαιτίζονται, ἐπειδὴ νήφουσι καὶ διαπαντός εἰσιν ἐγρηγορυῖαι. Καίτοι πόσον τοῦ σώματος ἦν καὶ τοῦ ἱματίου τὸ μέσον; Ἀλλ' ὅμως ἴσχυσε μὴ προελθεῖν περαιτέρω, καὶ ἐπ' αὐτῷ δὲ τούτῳ σφόδρα ἑαυτὸν κατεδίκασεν. Ἐπάταξε γὰρ αὐτὸν ἡ καρδία αὐτοῦ, φησὶν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ εἶπε πρὸς τοὺς ἄνδρας· Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου. Τί ἐστι, Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου; Ἀντὶ τοῦ, Ἵλεώς μοι Κύριος, φησὶ, καὶ αὐτὸς εἰ βουληθείην, μὴ συγχωρήσαι μοί ποτε τοῦτο ἐργάσασθαι ὁ Θεὸς, μηδὲ ἐπιτρέψειεν εἰς ταύτην ἐλθεῖν τὴν ἁμαρτίαν. Ἐπειδὴ γὰρ οἶδε τὴν τοιαύτην σοφίαν σχεδὸν τὴν ἀνθρωπίνην ὑπερβαίνουσαν φύσιν, καὶ τῆς ἄνωθεν δεομένην ῥοπῆς, καὶ μικροῦ περιτραπέντα πρὸς τὴν σφαγὴν, εὔχεται λοιπὸν, ὥστε καθαρὰν τὸν Θεὸν αὐτῷ διατηρῆσαι τὴν χεῖρα. Τί ταύτης γένοιτ' ἂν τῆς ψυχῆς ἡμερώτερον; Ἆρα ἄνθρωπον ἔτι τοῦτον ἐροῦμεν, τὸν ἐν ἀνθρωπείᾳ φύσει πολιτείαν ἀγγελικὴν ἐπιδειξάμενον; Ἀλλ' οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι. Τίς γὰρ ἂν, εἰπέ μοι, ταχέως ἕλοιτο τοιαύτην εὐχὴν εὔξασθαι τῷ Θεῷ; Τί λέγω, τοιαύτην; Μὴ κατεύξασθαι μὲν οὖν τοῦ λελυπηκότος τίς ἂν ῥάδιως ὑπομείνειε; Καὶ γὰρ εἰς τοῦτο θηριωδίας ἐληλάκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὡς, ἐπειδὰν ἀσθενήσωσι, καὶ μηδὲν δυνηθῶσι κακὸν ποιῆσαι τὸν λελυπηκότα, αὐτὸν ἐπὶ τὴν ἄμυναν καλεῖν τὸν Θεὸν, καὶ παρακαλεῖν δοῦναι αὐτοῖς ἐπεξελθεῖν τοῖς ἠδικηκόσιν. Οὗτος δὲ ὥσπερ ἐκ διαμέτρου πᾶσιν ἐκείνοις καὶ ἀπεναντίας ποιούμενος τὴν εὐχὴν, παρακαλεῖ μὴ δοῦναι ἐπεξελθεῖν, οὕτω λέγων· Μή μοι γένοιτο παρὰ Κυρίου, ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὡς περὶ υἱοῦ τοῦ πολεμίου διαλεγόμενος, ὡς περὶ γνησίου παιδός. Καὶ οὐ μόνον ἐφείσατο, ἀλλὰ καὶ ἀπολογίαν τὴν ὑπὲρ αὐτοῦ συντίθησι. Καὶ ὅρα πῶς συνετῶς καὶ σοφῶς. Ἐπειδὴ γὰρ τὸν βίον αὐτοῦ διερευνώμενος, οὐδὲν εὕρισκεν ἀγαθὸν, οὐδὲ εἶχεν εἰπεῖν, ὅτι Οὐκ ἠδίκημαι παρ' αὐτοῦ, οὐδὲ ἔπαθον κακῶς ἔμελλον γὰρ ἀντιφθέγγεσθαι τούτοις οἱ στρατιῶται παρόντες, οἱ τῇ πείρᾳ μαθόντες αὐτοῦ τὴν πονηρίαν, περιέρχεται ἑτέρωθεν ζητῶν ἀπολογίαν εὐπρόσωπον εὑρεῖν. Εἶτα οὐκ ἔχων ἀπὸ τοῦ βίου, οὐδὲ ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοῦτο ποιῆσαι, ἐπὶ τὴν τιμὴν τὴν ἐκείνου κατέφυγεν εἰπὼν, Ὅτι χριστὸς Κυρίου ἐστί. Τί λέγεις, φησί; ὅτι μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, καὶ τὰ ἔσχατα ἡμᾶς διαθείς; Ἀλλὰ βασιλεὺς, ἀλλὰ ἄρχων, ἀλλὰ τὴν προστασίαν τὴν ἡμετέραν ἐνεχειρίσθη. Καὶ οὐκ εἶπε, βασιλεὺς, ἀλλὰ τί; Ὅτι χριστὸς Κυρίου ἐστὶν, οὐκ ἀπὸ τῆς κάτωθεν τιμῆς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν ψήφου ποιήσας αἰδέσιμον. Καταφρονεῖς τοῦ συνδούλου, φησίν; Αἰδέσθητι τὸν Δεσπότην. Διαπτύεις τὸν κεχειροτονημένον; Φοβήθητι τὸν χειροτονήσαντα. Εἰ γὰρ τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ βασιλέως χειροτονουμένους, κἂν πονηροὶ, κἂν κλέπται, κἂν λῃσταὶ, κἂν ἄδικοι, κἂν ὁτιοῦν ὦσιν ἕτερον, δεδοίκαμεν καὶ πεφρίκαμεν, οὐ διὰ τὴν πονηρίαν καταφρονοῦντες αὐτῶν. ἀλλὰ διὰ τὴν ἀξίαν τοῦ χειροτονήσαντος δυσωπούμενοι· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ χρὴ τοῦτο ποιεῖν. Οὔπω παρέλυσεν αὐτὸν, φησὶ, τῆς ἀρχῆς, οὐδὲ ἰδιώτην ἐποίησε. Μὴ τοίνυν τὴν τάξιν ἀνατρέπωμεν, μηδὲ τῷ Θεῷ πολεμῶμεν, τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων ἐπιδεικνύμενοι· Ὅτι πᾶς ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Οὐχὶ χριστὸν δὲ αὐτὸν ἐκάλει μόνον, ἀλλὰ καὶ ἑαυτοῦ κύριον. Οὐ τῆς τυχούσης δὲ φιλοσοφίας ἐστὶ, τὸ τὸν ἐχθρὸν τοῖς τῆς τιμῆς καὶ τῆς θεραπείας ὀνόμασι προσειπεῖν. Καὶ τοῦτο αὐτὸ πάλιν ἀφ' ὧν ἕτεροι πάσχουσιν ἴδοι τις ἂν ἡλίκον ἐστί. Πολλοὶ γοῦν τοὺς ἑαυτῶν ἐχθροὺς οὐδὲ ἀπὸ γυμνῶν καὶ ψιλῶν τῶν ὀνομάτων καλεῖν ἀνέχονται, ἀλλ' ἀφ' ἑτέρων πολλὴν ἐχόντων κατηγορίαν, τὸν μιαρὸν, τὸν μαινόμενον, τὸν ἐξεστηκότα, τὸν παραπαίοντα, τὸν λυμεῶνα, καὶ ἕτερα πολλὰ τοιαῦτα συνείροντες, οὕτω προσαγορεύουσι τοὺς ἐχθρούς. Καὶὅτι τοῦτό ἐστιν ἀληθὲς, οὐ πόῤῥωθεν, ἀλλ' ἐγγύθεν οἴσω σοι τὸ παράδειγμα ἀπ' αὐτοῦ τούτου τοῦ Σαούλ. Τὸν γοῦν ἅγιον τοῦτον διὰ τὴν πολλὴν ἀπέχθειαν οὐχ ὑπέμεινε διὰ τοῦ οἰκείου καλεῖν ὀνόματος, ἀλλὰ πανηγύρεώς ποτε τελουμένης, ἐπιζητῶν ἔλεγε· Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί; Οὕτω δὲ αὐτὸν ἐκάλεσεν, ὁμοῦ μὲν αὐτοῦ τὸ ὄνομα μισῶν, ὁμοῦ δὲ τῇ τοῦ γεγεννηκότος εὐτελείᾳ προσδοκῶν λυμανεῖσθαι τὴν τοῦ δικαίου δόξαν· οὐκ εἰδὼς ὅτι λαμπρὸν καὶ ἐπίσημον οὐ περιφάνεια προγόνων, ἀλλὰ ψυχῆς ἀρετὴ ποιεῖν εἴωθεν. Ἀλλ' οὐχ ὁ μακάριος Δαυῒδ οὕτως. Οὔτε γὰρ ἀπὸ τοῦ πατρὸς αὐτὸν ἐκάλεσε· καίτοι κἀκεῖνος σφόδρα εὐτελὴς ἦν καὶ ἀπεῤῥιμμένος· οὔτε ἀπὸ ψιλοῦ καὶ γυμνοῦ τοῦ ὀνόματος, ἀλλ' ἀπὸ τοῦ τῆς τιμῆς, ἀπὸ τοῦ τῆς δεσποτείας. Οὕτω καθαρὰ πάσης ἀπεχθείας ἦν αὐτῷ ἡ ψυχή. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, τοῦτον ζήλωσον, καὶ τοῦτο παιδεύθητι πρότερον, μηδέποτε τὸν ἐχθρὸν ἀπὸ τῶν διαβεβλημένων, ἀλλ' ἀπὸ τῶν ἐντίμων καλεῖν ὀνομάτων. Ἂν γὰρ μελετήσῃ τὸ στόμα ἐντίμῳ καὶ θεραπείαν ἔχοντι καλεῖν τὸν λελυπηκότα ὀνόματι, καὶ ἀκούσασα ἡ ψυχὴ παρὰ τῆς γλώττης παιδευομένη καὶ συνεθιζομένη καταδέξεται τὴν πρὸς ἐκεῖνον καταλλαγήν. Αὐτὰ γὰρ τὰ ῥήματα τῆς ἐν τῇ καρδίᾳ φλεγμονῆς ἔσται φάρμακον ἄριστον.
1.7.1
Ταῦτα εἴρηκα νῦν, οὐχ ἵνα ἐπαινέσωμεν μόνον, ἀλλ' ἵνα καὶ ζηλώσωμεν. Ταύτην οὖν ἕκαστος τὴν ἱστορίαν ἐπὶ τῆς καρδίας ζωγραφείτω τῆς ἑαυτοῦ, καθάπερ χειρὶ τοῖς λογισμοῖς ὑπογράφων διηνεκῶς τὸ σπήλαιον τὸ διπλοῦν, τὸν Σαοὺλ ἔνδον καθεύδοντα, καὶ καθάπερ ἁλύσει τινὶ δεδεμένον τῷ ὕπνῳ, καὶ ὑποκείμενον τῇ δεξιᾷ τοῦ τὰ μέγιστα ἠδικημένου· τὸν Δαυῒδ ἐφεστῶτα καθεύδοντι, τοὺς στρατιώτας παρόντας, καὶ παροξύνοντας πρὸς σφαγήν· τὸν μακάριον ἐκεῖνον φιλοσοφοῦντα, καὶ τὸν οἰκεῖον καὶ τὸν τούτων θυμὸν καταστέλλοντα, καὶ ὑπὲρ τοῦ τοσαῦτα πεπλημμεληκότος ἀπολογούμενον. Ταῦτα μὴ μόνον ἐπὶ τῆς διανοίας γράφωμεν, ἀλλὰ καὶ ἐν συνεδρίοις διαλεγώμεθα πρὸς ἀλλήλους διηνεκῶς· ταῦτα καὶ πρὸς γυναῖκα, καὶ πρὸς παιδία συνεχῶς ἀνακινῶμεν τὰ διηγήματα. Εἴτε γὰρ περὶ βασιλέως διαλέγεσθαι βούλει, ἰδοὺ βασιλεύς· εἴτε περὶ στρατιωτῶν, εἴτε περὶ οἰκίας, εἴτε περὶ πολιτικῶν πραγμάτων, πολλὴν ἐν ταῖς Γραφαῖς ὄψει τούτων τὴν εὐπορίαν. Ταῦτα μεγίστην ἔχει τὰ διηγήματα τὴν ὠφέλειαν. Ἀμήχανον γὰρ, ἀμήχανον, ψυχὴν ἐν ταύταις στρεφομένην ταῖς ἱστορίαις, δυνηθῆναί ποτε κρατηθῆναι τῷ πάθει. Ἵν' οὖν μὴ μάτην τὸν καιρὸν δαπανῶμεν, μηδὲ εἰκῆ τὴν ζωὴν ἡμῶν ἀναλίσκωμεν εἰς φλυαρίας ἀκαίρους καὶ περιττὰς, μαθόντες τῶν γενναίων ἀνδρῶν τὰς ἱστορίας, ταῦτα συνεχῶς διαλεγώμεθα, καὶ περὶ τούτων. Κἂν βουληθῇ τις τῶν συνεδρευόντων ἢ περὶ θεάτρων, ἢ περὶ ἱπποδρομίας, ἢ περὶ πραγμάτων οὐδέν σοι προσηκόντων ποιήσασθαι λόγον, ἀπαγαγὼν αὐτὸν τῆς ὑποθέσεως ἐκείνης, εἰς ταύτην ἔμβαλε τὴν διήγησιν, ἵνα καὶ τὴν ψυχὴν ἐκκαθάραντες, καὶ ἡδονῆς μετὰ ἀσφαλείας ἀπολαύσαντες, καὶ πράους ἑαυτοὺς καταστήσαντες καὶ ἡμέρους τοῖς λελυπηκόσιν ἅπασιν, ἀπέλθωμεν ἐκεῖ μηδένα ἔχοντες ἐχθρὸν, καὶ τῶν αἰωνίων ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Intertext edge

Open linked passage

Note