De Davide et Saule
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.0.1
Ὅτι μέγα ἀγαθὸν οὐ τὸ μετιέναι μόνον ἀρετὴν, ἀλλὰ καὶ τὸ ἐπαινεῖν ἀρετήν· καὶ ὅτι μεῖζον ἔστησε τρόπαιον φεισάμενος τοῦ Σαοὺλ ὁ Δαυῒδ, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε· καὶ ὅτι ἑαυτὸν μᾶλλον ἢ τὸν Σαοὺλ ὠφέλησε τοῦτο ποιήσας· καὶ εἰς τὴν ἀπολογίαν αὐτοῦ τὴν πρὸς τὸν Σαούλ.
2.1.1
Ὑμεῖς μὲν πρώην ἐπῃνέσατε τὸν Δαυῒδ τῆς ἀνεξικακίας· ἐγὼ δὲ ὑμᾶς ἐθαύμασα τῆς περὶ τὸν Δαυῒδ εὐνοίας τε καὶ φιλοστοργίας. Οὐ γὰρ δὴ μόνον τὸ μετιέναι καὶ ζηλοῦν ἀρετὴν, ἀλλὰ καὶ τὸ τοὺς μετιόντας ἐπαινεῖν καὶ θαυμάζειν, φέρει τινὰ μισθὸν ἡμῖν οὐ μικρόν· ὥσπερ οὖν οὐ μόνον τὸ ζηλοῦν κακίαν, ἀλλὰ καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει κόλασιν οὐ τὴν τυχοῦσαν ἡμῖν, καὶ εἰ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, αὐτῶν τῶν ἐν πονηρίᾳ ζώντων χαλεπωτέραν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δείκνυσιν ὁ Παῦλος ἐν οἷς φησιν· ἐπειδὴ γὰρ κακίας ἅπαν εἶδος ἠρίθμησε, καὶ τῶν καταπατούντων τοὺς τοῦ Θεοῦ νόμους κατηγόρησεν ἁπάντων, ἐπήγαγε λέγων περὶ αὐτῶν ἐκείνων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ γνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι· διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε. Ὁρᾷς ὅτι διὰ τοῦτο οὕτως εἶπεν, ἵνα δείξῃ τοῦτο ἐκείνου χαλεπώτερον ὄν. Τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἐπαινεῖν τοὺς ἁμαρτάνοντας, πολὺ μεῖζον εἰς κολάσεως λόγον· καὶ μάλα εἰκότως· διεφθαρμένης γάρ ἐστι γνώμης καὶ ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος. Ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας, χρόνῳ ποτὲ ἑαυτὸν δυνήσεται ἀνακτήσασθαι· ὁ δὲ ἐπαινῶν πονηρίαν, τῆς ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν. Ὥστε εἰκότως τοῦτο ἐκείνου χαλεπώτερον ὁ Παῦλος εἶναι ἀπέδειξεν. Ὥσπερ οὖν οὐχ οἱ τὰ φαῦλα πράσσοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς, ἢ καὶ χαλεπωτέρας, ἐκείνοις κοινωνοῦσι κολάσεως· οὕτως οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες καὶ θαυμάζοντες, συμμερισταὶ τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσί. Καὶ τοῦτο αὐτὸ πάλιν ἀπὸ τῆς Γραφῆς ἔστιν ἰδεῖν. Πρὸς γὰρ τὸν Ἀβραὰμ διαλεγόμενός φησιν ὁ Θεός· Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι. Τοῦτο καὶ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων συμβαῖνον ἴδοι τις ἄν. Οὐ γὰρ ὁ τὸν στέφανον περικείμενος ἀθλητὴς, οὐδὲ ὁ τοὺς πόνους ὑπομένων καὶ τοὺς ἱδρῶτας μόνον, ἀλλὰ καὶ ὁ θαυμαστὴς τοῦ νενικηκότος οὐκ ὀλίγην ἐκ τῆς εὐφημίας ἐκείνης καρποῦται τὴν ἡδονήν. Διά τοι τοῦτο οὐχὶ τὸν γενναῖον ἐκεῖνον τῆς φιλοσοφίας μακαρίζω μόνον, ἀλλὰ καὶ ὑμᾶς τῆς περὶ αὐτὸν εὐνοίας. Ἐπάλαισε μὲν γὰρ ἐκεῖνος, καὶ ἐνίκησε, καὶ ἐστεφανώθη· ἐπαινέσαντες δὲ τὴν νίκην ὑμεῖς, οὐ μικρὸν τοῦ στεφάνου μέρος λαβόντες ἀπήλθετε. Ἵν' οὖν μείζων ἡ ἡδονὴ γένηται καὶ πλέον τὸ κέρδος, φέρε καὶ τὰ λειπόμενα τῆς ἱστορίας ἀποδῶμεν ὑμῖν. Εἰπὼν γὰρ ὁ συγγραφεὺς τὰ ῥήματα, δι' ὧν παρῃτήσατο τὴν σφαγὴν, ἐπήγαγεν, ὅτι Οὐκ ἔδωκεν αὐτοῖς ἀναστῆναι καὶ ἀποκτεῖναι τὸν Σαοὺλ, ὁμοῦ καὶ τὴν ἐκείνων ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν, καὶ τὴν ἀνδρείαν τὴν τούτου δεῖξαι βουλόμενος. Καίτοι γε πολλοὶ τῶν ἐχθρῶν, καὶ οἱ δοκοῦντες φιλοσοφεῖν, κἂν αὐτοὶ μὴ καταδέξωνται ἀνελεῖν, ὑφ' ἑτέρων ἀναιρεῖσθαι μέλλοντας οὐκ ἂν ἕλοιντο κωλῦσαι. Ὁ δὲ Δαυῒδ οὐχ οὕτως, ἀλλ' ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὐ μόνον αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ ἑτέρους βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι τὸν Δαυῒδ μᾶλλον κινδύνῳ τότε περιπεπτωκέναι εἰπὼν, ἢ τὸν Σαούλ. Οὐ γὰρ τὸν τυχόντα ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ' ἐκείνων· οὐδὲ οὕτως ἐδεδοίκει μέλλων αὐτὸς ἀποσφάττεσθαι, ὡς ἐδεδοίκει μήποτε τῶν στρατιωτῶν τις ἐνδοὺς τῷ θυμῷ διαφθείρῃ τὸν ἄνθρωπον· διὰ τοῦτο καὶ δικαιολογίαν τοιαύτην συνέθηκε. Καὶ γὰρ κατηγόρουν μὲν ἐκεῖνοι, κατηγορεῖτο δὲ ὁ καθεύδων, ἀπελογεῖτο δὲ ὁ πολέμιος, ἐδίκαζε δὲ ὁ Θεὸς, καὶ τὴν τοῦ Δαυῒδ ψῆφον ἐκύρωσεν. Οὐ γὰρ ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς ἴσχυσεν ἂν τῶν μαινομένων ἐκείνων περιγενέσθαι· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις ἦν ἡ τοῖς χείλεσιν ἐγκαθημένη τοῦ προφήτου, καὶ πειθώ τινα δοῦσα τοῖς ῥήμασιν ἐκείνοις. Οὐ μικρὸν δὲ καὶ ὁ Δαυῒδ συνεβάλετο· ἐπειδὴ γὰρ αὐτοὺς τὸν ἔμπροσθεν χρόνον οὕτως ἐπαίδευε, διὰ τοῦτο ἐν τῷ καιρῷ τῶν ἀγώνων παρεσκευασμένους εὗρε καὶ εἴκοντας. Οὐ γὰρ ὡς στρατηγὸς στρατιωτῶν, ἀλλ' ὡς ἱερεὺς, οὕτως αὐτῶν προειστήκει, καὶ ἦν ἐκκλησία τὸ σπήλαιον ἐκεῖνο λοιπόν. Καὶ γὰρ ὥσπερ τις ἐπισκοπὴν λαχὼν, οὕτω πρὸς αὐτοὺς ἐποιήσατο ὁμιλίαν· καὶ μετὰ τὴν ὁμιλίαν ταύτην θυσίαν ἀνήνεγκε θαυμαστήν τινα καὶ παράδοξον, οὐ μόσχον καταθύσας, οὐκ ἀρνίον κατασφάξας, ἀλλ', ὃ πολλῷ τούτων τιμιώτερον ἦν, πραότητα καὶ ἐπιείκειαν ἀναθεὶς τῷ Θεῷ, καὶ τὸν ἄλογον καταθύσας θυμὸν, καὶ τὴν ὀργὴν ἀποκτείνας, καὶ νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο αὐτὸς καὶ ἱερεῖον, καὶ ἱερεὺς, καὶ θυσιαστήριον. Ὅ τε γὰρ προσενεγκὼν τὴν πραότητα καὶ τὴν ἐπιείκειαν λογισμὸς, ἥ τε ἐπιείκεια καὶ ἡ πραότης καὶ ἡ καρδία, ἐν ᾗ ταῦτα προσεφέρετο, ἅπαντα ἦν παρ' αὐτῷ.
2.2.1
Ἐπεὶ οὖν προσήνεγκε τὴν καλὴν ταύτην θυσίαν, καὶ τὴν νίκην ἀπήρτισε, καὶ οὐδὲν τῷ τροπαίῳ ἐνέλιπεν, ἀνέστη λοιπὸν ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν γεγενημένων οὐδὲν εἰδώς. Ἐξῄει δὲ καὶ ὁ Δαυῒδ ὄπισθεν, ἐλευθέροις λοιπὸν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπων, καὶ μᾶλλον τότε γαννύμενος, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε, καὶ τὴν τοῦ βαρβάρου κεφαλὴν ἀπέτεμε. Καὶ γὰρ αὕτη λαμπροτέρα ἐκείνης ἡ νίκη, καὶ τὰ λάφυρα σεμνότερα, καὶ τὰ σκῦλα περιφανέστερα, καὶ τὸ τρόπαιον ἐνδοξότερον. Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως· ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατωρθοῦτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο. Ἐπανῄει τοίνυν οὐχὶ κεφαλὴν βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον καὶ ὀργὴν ἐκνενευρισμένην· καὶ ταῦτα οὐκ εἰς τὴν Ἱερουσαλὴμ ἀνετίθει τὰ λάφυρα, ἀλλ' εἰς τὸν οὐρανὸν καὶ τὴν ἄνω πόλιν. Νῦν οὐχὶ γυναῖκες χορεύουσαι ἀπήντων, ταῖς εὐφημίαιςαὐτὸν δεχόμεναι, ἀλλὰ τῶν ἀγγέλων ὁ δῆμος ἄνωθεν ἐπεκρότει, ἀγάμενος τὴν φιλοσοφίαν καὶ τὴν ἐπιείκειαν. Ἐπανῄει γὰρ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς. Ὥσπερ γὰρ ὀργιζομένων ἡμῶν καὶ πυκτευόντων, καὶ πρὸς ἀλλήλους συγκρουομένων, χαίρει τε καὶ γέγηθεν ἐκεῖνος· οὕτως εἰρηνευόντων καὶ ὁμονοούντων, καὶ κρατούντων ὀργῆς, συστέλλεται πάλιν καὶ ταπεινοῦται, ἅτε ἐχθρὸς εἰρήνης ὢν, καὶ πολέμιος ὁμονοίας, καὶ βασκανίας πατήρ. Ἐξῄει τοίνυν ὁ Δαυῒδ, δεξιὰν τῆς οἰκουμένης ἀντίῤῥοπον ἔχων μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην. Καθάπερ γὰρ ἐπὶ τῶν ἄριστα πυκτευόντων, πρὸ τῆς κεφαλῆς πολλάκις οἱ βασιλεῖς τὴν δεξιὰν τοῦ πυκτεύοντος ἢ παγκρατιάζοντος ἐστεφάνωσαν· οὕτω δὴ καὶ τὴν χεῖρα ἐκείνην ὁ Θεὸς ἐστεφάνου, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην. Οὐκ ἐξῆλθεν ἔχων τὸ διάδημα τοῦ Σαοὺλ, ἀλλ' ἐξῆλθεν ἔχων στέφανον δικαιοσύνης· οὐκ ἐξῆλθεν ἔχων πορφυρίδα βασιλικὴν, ἀλλ' ἐξῆλθε περιβεβλημένος ἐπιείκειαν ὑπερβαίνουσαν ἀνθρωπίνην φύσιν, ἱμάτιον πάσης στολῆς λαμπρότερον. Ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου μετὰ τοσαύτης περιφανείας, μεθ' ὅσης οἱ παῖδες οἱ τρεῖς ἀπὸ τῆς καμίνου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε. Κἀκείνοις μὲν ἔξωθεν τὸ πῦρ ὁμιλοῦν οὐδὲν ἐποίησεν· οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν. Ἰδὼν γὰρ αὐτὸν καθεύδοντα καὶ ἀκίνητον μένοντα, καὶ οὐδὲν δυνάμενον ἐργάσασθαι, πρὸς ἑαυτὸν εἶπε· Ποῦ νῦν ὁ θυμὸς ἐκεῖνος; ποῦ δὲ ἡ πονηρία; ποῦ δὲ αἱ τοσαῦται μαγγανεῖαι καὶ ἐπιβουλαί; Οἴχεται πάντα ἐκεῖνα καὶ ἀπόλωλεν ὕπνου μικρᾷ προσβολῇ, καὶ κεῖται δεδεμένος ὁ βασιλεὺς, οὐδὲν ἡμῶν περὶ τούτων βουλευσαμένων, οὐδὲ πραξάντων. Ἑώρα καθεύδοντα, καὶ περὶ τοῦ κοινοῦ πάντων ἐφιλοσόφει θανάτου. Ὕπνος γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή. Οὐκ ἄν τις ἀκαίρως καὶ τοῦ Δανιὴλ ἐνταῦθα ἀναμνησθείη. Καθάπερ γὰρ ἐκεῖνος ἀνέβαινεν ἀπὸ τοῦ λάκκου, τῶν θηρίων περιγενόμενος· οὕτω καὶ οὗτος ἀπὸ τοῦ σπηλαίου, θηρίων ἑτέρων χαλεπωτέρων κρατήσας. Ὥσπερ γὰρ τῷ δικαίῳ ἐκείνῳ λέοντες ἑκατέρωθεν παρεκάθηντο, οὕτω καὶ τούτῳ λέοντες ἀγριώτεροι πάντων, τὰ πάθη θετο· θυμὸς τῶν παρελθόντων ἔνθεν, φόβος τῶν μελλόντων ἐκεῖθεν· ἀλλ' ὅμως ἀμφότερα οὗτος κατέστελλε καὶ ἐπεστόμιζε τὰ θηρία, διδάσκων διὰ τῶν ἔργων, ὅτι οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν, οὐδὲ σφαλερώτερον τοῦ βούλεσθαι ἐκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Ὁ γοῦν βουληθεὶς ἐπεξελθεῖν, γυμνὸς καὶ ἄοπλος καὶ πάντων ἔρημος, καθάπερ αἰχμάλωτος παραδοθεὶς, οὕτως ἔκειτο· ὁ δὲ εἴκων καὶ παραχωρῶν πανταχοῦ, καὶ μηδὲ δικαίως ἐπεξελθεῖν ἑλόμενος, χωρὶς μηχανημάτων, καὶ ὅπλων, καὶ ἵππων, καὶ στρατιωτῶν, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε· καὶ ὃ δὴ μεῖζον ἁπάντων ἦν, τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπεσπάσατο.
2.3.1
Οὐ γὰρ διὰ τοῦτο μακαρίζω τὸν ἅγιον ἐκεῖνον, οὐχ ὅτι τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας εἶδε τοὺς ἑαυτοῦ κείμενον, ἀλλ' ὅτι εἰς χεῖρας λαβὼν ἐφείσατο. Τὸ μὲν γὰρ τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἦν, τὸ δὲ τῆς αὐτοῦ φιλοσοφίας. Πῶς ἦν εἰκὸς λοιπὸν τοὺς στρατιώτας ἐκείνῳ προσέχειν; μεθ' ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν; Εἰ γὰρ μυρίας εἶχον ψυχὰς, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ τοῦ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι· ὃ δὴ μέγιστον ἐνέχυρον ἀσφαλείας ἦν αὐτῷ. Οὐκ εὐνούστεροι δὲ μόνον, ἀλλὰ καὶ προθυμότεροι περὶ τοὺς πολεμίους ἦσαν, εἰδότες ὅτι τὸν Θεὸν ἔχουσιν ὑπὲρ αὐτῶν πολεμοῦντα, τὸν ἀεὶ παρόντα τῷ στρατηγῷ, καὶ τὰ πράγματα ἅπαντα ἐξευμαρίζοντα. Καὶ τῷ Δαυῒδ δὲ, οὐχ ὡς ἀνθρώπῳ λοιπὸν, ἀλλ' ὡς ἀγγέλῳ προσεῖχον. Καὶ πρὸ τῆς ἀντιδόσεως τοῦ Θεοῦ μείζονα καὶ ἐνταῦθα τοῦ διασωθέντος αὐτὸς ἐκαρποῦτο, καὶ λαμπροτέραν ἤρατο νίκην, ἢ εἰ κατέθυσε τὸν Σαούλ. Τί γὰρ ἂν τοσοῦτον ἐκέρδανε σφάξας τὸν ἐχθρὸν, ὅσον ἐκαρπώσατο φεισάμενος νῦν; Τοῦτο τοίνυν καὶ σὺ λογίζου, ἐπειδὰν λάβῃς τὸν λελυπηκότα σε, ὅτι πολλῷ μεῖζον καὶ κερδαλεώτερον τὸ φείσασθαι τοῦ διαφθεῖραι. Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος· ὁ δὲ φεισάμενος καὶ μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς ἀναμένων ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκῶν. Καὶ εἴ ποτε περιπέσοι τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν· καθάπερ οὖν καὶ οὗτος ἁπάντων ἀπήλαυσε τούτων, μεγάλας καὶ θαυμαστὰς τῆς περὶ τὸν ἐχθρὸν τοῦτον κηδεμονίας λαβὼν παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς ὕστερον. Ἀλλὰ γὰρ ἴδωμεν καὶ τὰ μετὰ ταῦτα. Καὶ ἐξῆλθε Δαυῒδ ἐκ τοῦ σπηλαίου, φησὶν, ὀπίσω Σαοὺλ καὶ ἐβόησεν ὀπίσω αὐτοῦ, οὕτω λέγων· Κύριέ μου βασιλεῦ. Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυῒδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν οὐκ ἐλάττονα φέρει κόσμον. Οὐδὲ γὰρ τῆς τυχούσης ψυχῆς ἦν τὸ μὴ φυσηθῆναι ταῖς εἰς τὸν πλησίον εὐεργεσίαις, μᾶλλον δὲ τὸ μὴ τὸ τῶν πολλῶν παθεῖν, οἳ καθάπερ ἀνδραπόδων, οὕτως ὑπερορῶσι τῶν τηθέντων, καὶ τὰς ὀφρῦς ἀνασπῶσιν. Ἀλλ' οὐχ ὁ μακάριος Δαυῒδ οὕτως, ἀλλὰ μειζόνως ἐμετρίαζε, καὶ μετὰ τὴν εὐεργεσίαν. Τὸ δὲ αἴτιον, ὅτι οὐδὲν τῶν κατορθωμάτων τούτων ἐνόμιζε τῆς αὐτοῦ σπουδῆς εἶναι, ἀλλὰ τὸ πᾶν ἀνετίθει τῇ θείᾳ χάριτι. Διὰ τοῦτο αὐτὸς σώσας, αὐτὸς προσκυνεῖ τὸν σωθέντα, καὶ βασιλέα καλεῖ πάλιν, καὶ δοῦλον ὀνομάζει ἑαυτὸν, διὰ τοῦ σχήματος ἐκείνου καταστέλλων τὸ φύσημα, καὶ τὸν θυμὸν παραμυθούμενος, καὶ τὴν βασκανίαν ἀναιρῶν. Ἀκούσωμεν δὲ καὶ τῆς ἀπολογίας αὐτῆς· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ, λεγόντων, Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου; Καὶ μὴν ἀνωτέρω τούτων ὁ συγγραφεὺς εἶπεν, ὅτι πᾶς ὁ λαὸς ἦν μετ' αὐτοῦ, καὶ ἤρεσκεν ἐν ὀφθαλμοῖς τῶν δούλων τοῦ βασιλέως, καὶ ὁ τοῦ κρατοῦντος υἱὸς καὶ τὸ στρατόπεδον ἅπαν μετ' αὐτοῦ ταῖς γνώμαις εἱστήκεσαν. Πῶς οὖν ἐνταῦθά φησιν, ὅτι ἦσαν οἱ ἐνδιαβάλλοντες καὶ συκοφαντοῦντες, καὶ τὸν Σαοὺλ παροξύνοντες; Ὅτι γὰρ οὐ παρ' ἑτέρων ἀναπεισθεὶς, ἀλλ' αὐτὸς οἴκοθεν τὴν πονηρίαν ταύτην τεκὼν ἐπολέμει τῷ δικαίῳ, καὶ τοῦτο ἐδήλωσεν ὁ τὸ βιβλίον γράψας, εἰπὼν ὅτι ἐκ τῆς εὐφημίας ὁ φθόνος ἐτίκτετο, καὶ προϊὼν ηὔξετο καθ' ἑκάστην ἡμέραν. Τίνος οὖν ἕνεκεν ἐφ' ἑτέρους μεθίστησι τὴν αἰτίαν, λέγων· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ σου λεγόντων· Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου; Διδοὺς ἐξουσίαν αὐτῷ ἀποκρούσασθαι τὴν πονηρίαν. Τοῦτο γοῦν καὶ πατέρες πολλάκις ποιοῦσιν ἐπὶ υἱῶν· καὶ λαβών τις ἐκείνων τὸν ἑαυτοῦ υἱὸν διεφθαρμένον, καὶ πολλὰ εἰργασμένον κακὰ, κἂν πεπεικὼς τύχοι ἑαυτὸν, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ πρὸς τὴν πονηρίαν ἐξώκειλεν, ὅμως ἐφ' ἕτερον μετάγει τὰ ἐγκλήματα πολλάκις, οὑτωσὶ λέγων, Οἶδα ὅτι οὐ σὸν γέγονε τὸ ἁμάρτημα· ἕτεροί σε διέφθειραν καὶ ἠπάτησαν· ἐκείνων ἅπαν ἐστὶ τὸ πλημμέλημα. Ὁ γὰρ ταῦτα ἀκούων δυνήσεται μικρὸν ἀπὸ τῆς κακίας διαβλέψας εὐκολώτερον πρὸς ἀρετὴν ἐπανελθεῖν, αἰσχυνόμενος καὶ ἐρυθριῶν ἀνάξιος τῆς περὶ αὐτοῦ δόξης φανῆναι. Τοῦτο καὶ Παῦλος ἐποίησε τοῖς Γαλάταις γράφων. Μετὰ τοὺς πολλοὺς γοῦν καὶ μακροὺς ἐκείνους λόγους καὶ τὰς ἀφάτους κατηγορίας, ἃς αὐτῶν κατηγόρησε, πρὸς τῷ τέλει τῆς ἐπιστολῆς, βουλόμενος αὐτῶν ἀποσκευάσασθαι τὴν κατηγορίαν, ἵνα μικρὸν ἀναπνεύσαντες ἐκ τῶν ἐγκλημάτων δυνηθῶσιν εἰς ἀπολογίαν ἐλθεῖν, οὕτω πώς φησιν· Ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Οὕτω καὶ ὁ Δαυῒδ ἐποίησεν ἐνταῦθα. Τὸ γὰρ εἰπεῖν, Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λέγοντος· Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου, ἔδειξεν ἑτέρους ὄντας τοὺς παροξύνοντας, ἑτέρους τοὺς διαφθείροντας· παντὶ τρόπῳ σπουδάζων ἀπολογίαν αὐτῷ παρασχεῖν τῶν ἐγκλημάτων. Εἶτα ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενός φησι· Καὶ ἰδοὺ ἑωράκασιν οἱ ὀφθαλμοί σου σήμερον, ὡς παρέδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε· καὶ ἐφεισάμην σου, καὶ εἶπον· Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστίν. Ἐκεῖνοι μὲν οὖν διὰ ῥημάτων διαβάλλουσι, φησίν· ἐγὼ δὲ διὰ πραγμάτων ἀπολογοῦμαι, καὶ δι' ἔργων ἀποσκευάζομαι τὴν κατηγορίαν. Οὐ χρεία μοι λόγων, αὐτῆς τῶν πραγμάτων τῆς ἐκβάσεως παντὸς λόγου σαφέστερον δυναμένης διδάξαι, τίνες μὲν ἐκεῖνοι, τίςδὲ ἐγώ· καὶ ὡς συκοφαντία καὶ ψεῦδος ἡ κατ' ἐμοῦ γενομένη διαβολή. Καὶ τούτων οὐχ ἕτερον, ἀλλ' αὐτὸν σὲ καλῶ μάρτυρα τὸν εὖ παθόντα.
2.4.1
Καὶ πῶς, φησὶν, ἠδύνατο μαρτυρεῖν ἐκεῖνος; Ἡνίκα γὰρ ταῦτα ἐγίνετο, ἐκάθευδε, καὶ οὔτε τῶν ῥημάτων ἤκουσεν, οὔτε τὸν Δαυῒδ εἶδε παρόντα, οὔτε τοῖς στρατιώταις διαλεγόμενον. Πῶς οὖν ἀπαντησόμεθα, ἵνα σαφὴς ἡ ἀπόδειξις γένηται; Εἰ γὰρ μάρτυρας παρῆγεν ἀνθρώπους τότε σὺν αὐτῷ ὄντας, ὑπώπτευσεν ἂν τὴν μαρτυρίαν ὁ Σαοὺλ, καὶ χαριζομένους τῷ δικαίῳ ταῦτα λέγειν ἐνόμιζεν. Εἰ δὲ ἀπὸ λογισμῶν καὶ εἰκότων ἐπεχείρησεν ἀπολογήσασθαι, μειζόνως ἔμελλεν ἀπιστεῖσθαι, τῆς τοῦ δικάζοντος γνώμης διεφθαρμένης. Πῶς γὰρ ὁ μετὰ τοσαύτας εὐεργεσίας πολεμῶν τῷ μηδὲν ἠδικηκότι, ἐδύνατο πιστεῦσαι, ὅτι ὁ ἀδικηθεὶς τὸν ἀδικήσαντα λαβὼν εἰς χεῖρας, ἐφείσατο; Καὶ γὰρ, ὡς τὰ πολλὰ, οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκ τῶν καθ' ἑαυτοὺς καὶ περὶ τῶν ἄλλων τὰς ψήφους φέρουσιν· οἷον, ὁ μεθύων διηνεκῶς οὐκ ἂν ῥᾳδίως πιστεύσειεν εἶναί τινα ἄνθρωπον ἐν ἐγκρατείᾳ ζῶντα· ὁ πόρναις προσέχων, καὶ τοὺς κοσμίως βιοῦντας ἀκολάστους εἶναι νομίζει· πάλιν ὁ τὰ τῶν ἄλλων ἁρπάζων, οὐκ ἂν πεισθείη ῥᾳδίως, ὅτι εἰσὶν ἄνθρωποι καὶ τὰ ἑαυτῶν προέμενοι. Οὕτω δὴ καὶ οὗτος ἅπαξ ὑπὸ τῆς ὀργῆς ἁλοὺς, οὐκ ἂν ῥᾳδίως ἐπίστευσεν, ὅτι ἔστιν ἄνθρωπος οὕτω τοῦ πάθους περιγενόμενος, ὡς μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ καὶ τὸν ἀδικοῦντα σώζειν. Ἐπεὶ οὖν καὶ ἡ γνώμη τοῦ δικάζοντος διέφθαρτο, καὶ μάρτυρες, εἰ παρήχθησαν, δι' ὑποψίας ἔμελλον εἶναι, ᾠκονομήθη ἀπόδειξίν τινα γενέσθαι δυναμένην καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἐπιστομίσαι. Ποίαν δὴ ταύτην; Τὸ πτερύγιον τῆς διπλοΐδος, ὃ καὶ προβαλλόμενος ἔλεγεν· Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ ἀπέκτεινά σε. Ἄφωνος ὁ μάρτυς, ἀλλὰ τῶν φωνὴν ἐχόντων σαφέστερος. Οὐ γὰρ ἂν εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς εἰστήκειν τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου. Ὁρᾷς ὅσον ἀγαθὸν ἐγένετο ἐκ τοῦ κινηθῆναι παρὰ τὴν ἀρχὴν τὸν Δαυΐδ; Εἰ μὴ γὰρ ἐκινήθη πρὸς τὴν ὀργὴν, οὐκ ἂν οὔτε τὴν φιλοσοφίαν ἐμάθομεν τοῦ ἀνδρὸς οὐδὲ γὰρ ἀπὸ φιλοσοφίας, ἀλλ' ἐξ ἀναισθησίας μᾶλλον ἔδοξεν ἂν πολλοῖς ἡ φειδὼ γενέσθαι, οὐδ' ἂν ἐξέκοψε τὴν διπλοΐδα· μὴ ἐκκόψας δὲ, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν. Νυνὶ δὲ κινηθεὶς καὶ τεμὼν, ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὑτοῦ προνοίας παρέσχετο. Ἐπεὶ οὖν οὕτως ἀληθῆ καὶ ἀνύποπτον μαρτυρίαν παρήγαγεν, αὐτὸν λοιπὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία, οὐδὲ ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν. Ἐντεῦθεν μάλιστα ἄν τις αὐτὸν θαυμάσειε τῆς μεγαλοψυχίας, ὅτι ἀπὸ τῶν κατ' ἐκείνην τὴν ἡμέραν συμβάντων τὴν ἀπολογίαν ποιεῖται μόνον. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Γνῶθι καὶ ἴδε σήμερον. Οὐδὲν λέγω τῶν παρελθόντων, φησίν· ἀρκεῖ μοι πρὸς ἀπόδειξιν ἡ παροῦσα ἡμέρα. Καίτοι γε πολλὰς καὶ μεγάλας ἔμπροσθεν εὐεργεσίας νημένας εἶχεν ἀριθμεῖν, εἴπερ ἠβούλετο· καὶ γὰρ τῆς πρὸς τὸν βάρβαρον μονομαχίας αὐτὸν ἀναμνῆσαι ἐδύνατο, καὶ εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου, καθάπερ κατακλυσμοῦ τινος, ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος καὶ λέγοντος, Οὐ δυνήσῃ πορευθῆναι, ὅτι παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ· οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον, καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστειλα τὴν ἔφοδον τῶν βαρβάρων ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ δι' ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰκίας, καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι. Καὶ μετ' ἐκεῖνο δὲ πάλιν τὸ τρόπαιον, ἑτέρους οὓς κατώρθωσε πολέμους εἰπεῖν εἶχεν οὐκ ἐλάττους ἐκείνου. Καὶ ὅτι καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε, καὶ ὅτι μετὰ ταῦτα μέλλων ἀποδιδόναι τὸν μισθὸν τῆς προτέρας μάχης, ἕδνα ἀπῄτησεν, οὐ χρυσίον καὶ ἀργύριον, ἀλλὰ σφαγὴν καὶ πανωλεθρίαν· καὶ οὐδὲ ἐνταῦθα ἀνένευσε. Ταῦτα γὰρ πάντα, καὶ πολλῷ πλείονα τούτων καὶ μείζονα εἶχεν εἰπεῖν· ἀλλ' οὐδὲν τούτων εἶπεν. Οὐ γὰρ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων αὐτὸν καὶ κηδομένων ἐστὶν, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων. Διὰ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς, τὸ ἐν αὐτῇ τῇ ἡμέρᾳ συμβὰν μόνον εἰς λόγον ἀπολογίας παρήγαγεν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον. Εἶτά φησι· Κρίναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τοῦτο εἶπε τὸ ῥῆμα, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· καὶ οὐ φοβῆσαι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσασθαι. Μάλιστα μὲν γὰρ, φησὶν, ἔχω καὶ ἀπὸ τῶν πραγμάτων ἀποδείξεις· εἰ δὲ ἀπιστεῖς, αὐτὸν καλῶ τὸν Θεὸν μάρτυρα, τὸν τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότα, καὶ τὸ συνειδὸς ἐρευνῆσαι δυνάμενον.
2.5.1
Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἂν ἐτόλμησε καλέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ' αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπεικὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρός. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσασθαι βουληθεὶς, κἀκεῖνον σωφρονίσαι θέλων, τῆς δίκης ἐκείνης ἀνέμνησεν, ἱκανὰ μὲν καὶ τὰ ἤδη γεγενημένα δηλῶσαι· οὐκ ἔλαττον δὲ ἐκείνων καὶ τὰ μετὰ ταῦτα συμβάντα τοῦτο πιστώσασθαι δύναται. Καὶ γὰρ πάλιν αὐτὸν εἰς χεῖρας λαβὼν, μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκεν, οὐδὲν, ὧν εἰκὸς ἦν παθεῖν, πεπονθότα. Διὸ καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμοῦ λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη, δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πορίζων τροφήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ πεσόντα ἀκούσας ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον, καὶ σποδὸν κατεπάσατον καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε, παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ αὐτὰ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα τοῦ Σαούλ· Ὄρη γὰρ, φησὶν, τὰ Γελβουὲ, μὴ πέσοι ἐφ' ὑμᾶς, μήτε δρόσος, μήτε ὑετός· ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυνατῶν. Ὅπερ πατέρες ποιοῦσι πολλάκις, καὶ τὴν οἰκίαν ἀποστρέφονται, καὶ τὸν στενωπὸν ἀηδῶς ὁρῶσι, δι' οὗ τὸν υἱὸν προέπεμψαν, τοῦτο καὶ οὗτος ἐποίησε, καὶ κατηρᾶτο τοῖς ὄρεσι τοῖς τὴν σφαγὴν δεξαμένοις. Μισῶ καὶ τὸν τόπον αὐτὸν διὰ τοὺς ἐκεῖ πεσόντας νεκροὺς, φησί. Μηκέτι τοίνυν βραχῆτε τοῖς ἄνωθεν ὑετοῖς· ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν φίλων μου αἵματι· καὶ συνεχῶς δὲ αὐτῶν περιστρέφει τὰ ὀνόματα, οὑτωσὶ λέγων· Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ κεχωρισμένοι ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν. Ἐπειδὴ γὰρ τὰ σώματα μὴ παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Ἐπειδὴ γὰρ πολλοῖς ἐδόκει τὸ πεσεῖν ἀμφοτέρους ἐν ἡμέρᾳ μιᾷ ἀνήκεστον εἶναι κακὸν, αὐτὸ δὴ τοῦτο εἰς ὑπόθεσιν παραμυθίας ἔλαβε. Τὸ γὰρ εἰπεῖν, Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν, οὐδὲν ἕτερον, ἢ τοῦτο κατασκευάζοντος ἦν. Οὐ γὰρ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο, ἀλλ' ὃ μηδενὶ συνέβη, συνέβη, φησὶν, ἐκείνοις· ὁμοῦ γὰρ καὶ κατὰ μίαν ἡμέραν τῆς ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτερος. Ἦ γὰρ ἂν ἀβίωτον ἑαυτῷ εἶναι τὸν βίον ἐνόμισε τῇ διαστάσει θατέρου. Διεθερμάνθητε νῦν, ἐδακρύσατε, συνεχύθητε τὸν λογισμὸν, καὶ πρὸς ἄφεσιν δακρύων εὐτρεπεῖς ὑμῶν οἱ ὀφθαλμοὶ γεγένηνται; Νῦν ἕκαστος ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω, μὴ πρὸς ἐπίδειξιν, ἀλλ' ἀπὸ διανοίας καὶ ψυχῆς γνησίας· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάντα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς. Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βασιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ καθαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι πεσόντα. Διὰ τοῦτο οὐχὶ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας μνημονεύεται. Ὥστε εἰ βούλει καὶ σὺ καὶ ἐνταῦθα διηνεκοῦς δόξης τυχεῖν, ἄνθρωπε, κἀκεῖ τῶν ἀκινήτων ἀπολαῦσαι καλῶν, μίμησαι τὴν ἀρετὴν τοῦ δικαίου, ζήλωσον τὴν φιλοσοφίαν, ἐπίδειξαι διὰ τῶν ἔργων τὴνἀνεξικακίαν ταύτην, ἵνα τοὺς αὐτοὺς ὑπομείνας αὐτῷ πόνους, καὶ τῶν αὐτῶν ἀξιωθῇς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.