Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Davide et Saule
John ChrysostomSaul 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.0.1
Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ Δαυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ· καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον.
3.1.1
Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον. Καὶ ἐβουλόμην εἰδέναι τούτους σαφῶς, ὥστε αὐτοὺς τῶν ἱερῶν ἐκβαλεῖν προθύρων, οὐχ ἵνα μένωσιν ἔξω διηνεκῶς, ἀλλ' ἵνα διορθωθέντες ἐπανέλθωσι πάλιν· ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τραπέζης ἀπείργουσιν, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκπέσωσιν, ἀλλ' ἵνα βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ τῆς προσηκούσης δόξης εἰς τὸν πατρῷον ἐπανέλθωσι κλῆρον. Τοῦτο δὴ καὶ ποιμένες ποιοῦσι, τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα τὴν μοχθηρὰν ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης. Διά τοι τοῦτο καὶ ἡμεῖς ἐβουλόμεθα τούτους εἰδέναι· ἀλλ' εἰ καὶ μὴ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοὺς διακρῖναι δυνάμεθα, ὁ λόγος αὐτοὺς ἐπιγνώσεται πάντως, καὶ τοῦ συνειδότος αὐτῶν ἐπιλαβόμενος πείσει ῥᾳδίως ἑκόντας αὐτοὺς ἐξελθεῖν, διδάσκων ὅτι ἐκεῖνος ἔνδον ἐστὶ μόνος, ὁ τῆς ἐνταῦθα διατριβῆς ἀξίαν ἔχων τὴν γνώμην· ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται. Ἐκεῖνοι μὲν γὰρ οἱ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβληθέντες, καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσι τὰς ἐλπίδας· κἂν γὰρ ἐθέλωσι διορθώσασθαι τὰ παραπτώματα, δι' ἃ τῆς Ἐκκλησίας ἐξέπεσον, δυνήσονται μετὰ καθαροῦ συνειδότος πάλιν ἐπανελθεῖν. Οἱ δὲ μολύναντες ἑαυτοὺς, καὶ κελευσθέντες μὴ πρότερον ἐπιβῆναι, ἕως ἂν ἀποκαθάρωνται τὴν κηλῖδα τὴν ἐκ τῶν ἁμαρτημάτων, εἶτα ἀναισχυντοῦντες, χαλεπώτερον τὸ τραῦμα ἐργάζονται, καὶ μεῖζον τὸ ἕλκος. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν ἐστὶ χαλεπὸν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία, καὶ τὸ μὴ πείθεσθαι τοῖς ἱερεῦσι τὰ τοιαῦτα κελεύουσι. Καὶ τί τοσοῦτον ἡμάρτηται τούτοις, φησὶν, ὥστε αὐτοὺς ἐκβαλεῖν τῶν ἱερῶν τούτων περιβόλων; Καὶ ποίαν ἑτέραν ταύτης ζητεῖς μείζονα ἁμαρτίαν, ὅταν μοιχοὺς ἑαυτοὺς ἀπηρτισμένους ποιήσαντες, ἀναιδῶς, καθάπερ κύνες λυττῶντες, ἐπιπηδῶσι τῇ ἱερᾷ ταύτῃ τραπέζῃ; Καὶ εἰ βούλει μαθεῖν καὶ τὸν τρόπον τῆς μοιχείας, οὐκ ἐμὸν ἐρῶ σοι λόγον, ἀλλ' αὐτοῦ τοῦ μέλλοντος ἡμῶν δικάζειν τὴν ζωὴν ἅπασαν· Ὁ γὰρ ἐμβλέψας, φησὶ, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ δὲ ἡ ἀπὸ ταὐτομάτου κατὰ τὴν ἀγορὰν ἐντυχοῦσα γυνὴ καὶ ὡς ἔτυχεν ἐσταλμένη τὸν περιέργως ἰδόντα εἷλε πολλάκις τῇ τῆς ὄψεως θεωρίᾳ· οἱ μὴ ἁπλῶς μηδὲ ἀπὸ ταὐτομάτου, ἀλλ' ἀπὸ σπουδῆς τοσαύτης, ὡς καὶ τῆς Ἐκκλησίας ὑπεριδεῖν, καὶ διὰ τοῦτο ἀναβάντες ἐκεῖ, καὶ διημερεύσαντες, καὶ ταῖς ὄψεσι τῶν ἠτιμωμένων γυναικῶν ἐκείνων προσηλωμένοι, πῶς δυνήσονται λέγειν, ὅτι οὐ πρὸς ἐπιθυμίαν εἶδον; ὅπου καὶ ῥήματα διακεκλασμένα, καὶ ᾄσματα πορνικὰ, καὶ φωνὴ πολλὴν ἡδονὴν ἔχουσα, καὶ ὀφθαλμῶν ὑπογραφαὶ, καὶ ἐπιτρίμματα παρειᾶς, καὶ στολὴ περιεργότερον συγκειμένη, καὶ σχῆμα γοητείας γέμον πολλῆς, καὶ ἕτεραι πολλαὶ μαγγανεῖαι πρὸς ἀπάτην καὶ δέλεαρ τῶν ὁρώντων κατεσκευασμέναι, καὶ ῥᾳθυμία ψυχῆς τῶν θεωμένων, καὶ πολλὴ ἡ διάχυσις, καὶ ἡ παρὰ τοῦ τόπου πρὸς ἀσέλγειαν παράκλησις, καὶ ἡ τῶν φθασάντων, καὶ ἡ τῶν μετὰ ταῦτα ἀκουσμάτων· ἡ διὰ τῶν συρίγγων, ἡ διὰ τῶν αὐλῶν καὶ τῶν ἄλλων τῶν τοιούτων μελῳδία καταγοητεύουσα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας καταμαλάττουσα, καὶ ταῖς τῶν πορνῶν ἐπιβουλαῖς προευτρεπίζουσα τὰς τῶν καθημένων ψυχὰς, καὶ εὐαλώτους ποιοῦσα. Εἰ γὰρ ἐνταῦθα, ὅπου ψαλμοὶ, καὶ εὐχαὶ, καὶ θείων λογίων ἀκρόασις, καὶ Θεοῦ φόβος, καὶ εὐλάβεια πολλὴ, πολλάκις, ὥσπερ τις λῃστὴς κακοῦργος, λαθοῦσα ἐπεισῆλθεν ἡ ἐπιθυμία· πῶς οἱ ἐν θεάτρῳ καθήμενοι, καὶ μηδὲν μήτε ὁρῶντες, μήτ' ἀκούοντες ὑγιὲς, ἀλλὰ πολλῆς γέμοντες αἰσχρότητος, πολλῆς τῆς βλακείας, καὶ διὰ πάντων πολιορκούμενοι, καὶ δι' ὤτων, καὶ δι' ὀφθαλμῶν, δύναιντ' ἂν ἀνώτεροι γενέσθαι τῆς πονηρᾶς ἐκείνης ἐπιθυμίας; Μὴ δυνάμενοι δὲ, πῶς δυνήσονται τῶν τῆς μοιχείας ἐγκλημάτων ἀπηλλάχθαι ποτέ; Οἱ δὲ τῶν τῆς μοιχείας ἐγκλημάτων οὐκ ἀπηλλαγμένοι, πῶς δυνήσονται χωρὶς μετανοίας τῶν ἁγίων τούτων ἐπιβῆναι προθύρων, καὶ τοῦ καλοῦ τούτου μετασχεῖν συλλόγου;
3.2.1
Διὸ δὴ παραινῶ καὶ δέομαι, πρότερον ἐξομολογήσει καὶ μετανοίᾳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀποσμηξαμένους τὴν ἐκ τῆς ἐκεῖ θεωρίας ἁμαρτίαν, οὕτω τῶν θείων ἀκροᾶσθαι λογίων. Οὐ γὰρ τὸ τυχὸν ἡμῖν πεπλημμέληται· καὶ τοῦτο καὶ ἐκ παραδειγμάτων ἴδοι τις ἂν σαφῶς. Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυσοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς, κόπρον καὶ βόρβορον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημμελήσαντι τοῦτο; Εἶτα κιβωτίων μὲν καὶ σκευῶν καὶ ἱματίων καὶ μύρων τοσαύτην ποιησόμεθα τὴν πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πάντων τούτων εὐτελεστέραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα; Καὶ πῶς ταῦτα ὁ Θεὸς οἴσει, εἰπέ μοι; Καίτοι οὐ τοσοῦτον τὸ μέσον μύρου καὶ βορβόρου, καὶ ἱματίων δεσποτικῶν καὶ δουλικῶν, ὅσον τὸ μέσον τῆς πνευματικῆς χάριτος καὶ ταύτης τῆς πονηρᾶς ἐνεργείας. Οὐ δέδοικας, ἄνθρωπε, τοῖς αὐτοῖς ὀφθαλμοῖς καὶ τὴν κλίνην τὴν ἐπὶ τῆς ὀρχήστρας βλέπων, ἔνθατὰ μυσαρὰ τελεῖται τῆς μοιχείας δράματα, καὶ τὴν τράπεζαν ταύτην τὴν ἱερὰν, ἔνθα τὰ φρικτὰ τελεῖται μυστήρια; ταῖς αὐταῖς ἀκοαῖς πόρνης ἀκούων αἰσχρολογούσης, καὶ προφήτου καὶ ἀποστόλου σε μυσταγωγοῦντος; τῇ αὐτῇ καρδίᾳ τὰ δηλητήρια δεχόμενος φάρμακα, καὶ τὴν θυσίαν τὴν φρικτὴν καὶ ἁγίαν; Οὐκ ἐντεῦθεν ἀνατροπαὶ βίων, καὶ διαφθοραὶ γάμων, καὶ πόλεμοι καὶ μάχαι ἐν ταῖς οἰκίαις· Ὅταν γὰρ ὑπὸ τῆς ἐκεῖ θεωρίας διαχυθῇς, καὶ χαυνότερος γενόμενος καὶ ἀσελγέστερος καὶ σωφροσύνης ἁπάσης ἐχθρὸς, ἐπανελθὼν ἴδῃς τὴν γυναῖκα τὴν ἰδίαν, ἀηδέστερον ὄψει πάντως, οἵα ἂν ᾖ. Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν, καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω· καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ' ἡδονῆς ὁρᾷς τῶν ἐπὶ τῆς οἰκίας. Καὶ τί λέγω τὴν γυναῖκα καὶ τὴν οἰκίαν; Καὶ τὴν ἐκκλησίαν γὰρ αὐτὴν ἀηδέστερον ὄψει, καὶ ῥημάτων ἀπεχθῶς ἀκούσῃ τῶν περὶ σωφροσύνης, τῶν περὶ σεμνότητος. Οὐκέτι γὰρ ἔσται σοι διδασκαλία, ἀλλὰ κατηγορία τὰ λεγόμενα, καὶ εἰς ἀπόγνωσιν κατὰ μικρὸν ὑποσυρεὶς, τέλεον ἑαυτὸν ἀποῤῥήξεις τῆς κοινωφελοῦς ταύτης διδασκαλίας. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς, αὐτούς τε φεύγειν τὰς πονηρὰς ἐν τοῖς θεάτροις διατριβὰς, καὶ τοὺς ἐσχολακότας τούτοις ἐκεῖθεν ἀφέλκειν. Οὐ γάρ ἐστι ψυχαγωγία, ἀλλ' ὄλεθρος, καὶ τιμωρία, καὶ κόλασις τὰ ἐκεῖ γινόμενα ἅπαντα. Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ἡ ὀδύνη τίκτηται, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας, πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος; Ἐξέτασον γοῦν σαυτὸν, τίς μὲν γίνῃ ἀπὸ ἐκκλησίας ἀναχωρῶν, τίς δὲ ἀπὸ θεάτρων, καὶ ἑκατέρας παράβαλε τὰς ἡμέρας, καὶ οὐδὲν δεήσῃ τῶν ἡμετέρων λόγων. Ἀρκέσει γὰρ ἑκατέρας ἡ σύγκρισις τῆς ἡμέρας δεῖξαι τὸ μέγεθος καὶ τῆς ἐντεῦθεν ὠφελείας, καὶ τῆς ἐκεῖθεν βλάβης. Ταῦτα καὶ ἤδη πρὸς τὴν ὑμετέραν ἀγάπην εἶπον, καὶ οὐδέποτε παύσομαι λέγων. Τούς τε γὰρ νοσοῦντας τὰ τοιαῦτα νοσήματα παραμυθησόμεθα, τούς τε ὑγιαίνοντας ἀσφαλεστέρους ποιήσομεν· ἑκατέροις γὰρ ὁ περὶ τούτων χρήσιμος λόγος· τοῖς μὲν, ἵνα ἀποστῶσι, τοῖς δὲ, ἵνα μὴ ἐμπέσωσιν. Ἀλλ' ἐπειδὴ χρὴ καὶ τοὺς ἐπιτιμῶντας τοῦτο συμμέτρως ποιεῖν, μέχρι τούτου ταύτην στήσαντες τὴν παραίνεσιν, τὰ ὑπολειφθέντα ἐκ τῆς προτέρας ὑποθέσεως ὑμῖν ἀποδώσομεν, ἐπὶ τὸν Δαυῒδ ἐπανελθόντες πάλιν. Καὶ γὰρ τοῖς ζωγράφοις ἔθος, ἐπειδὰν μέλλωσιν ἐμφερῆ τινα ἐργάζεσθαι εἰκόνα, καὶ μίαν καὶ δύο καὶ τρεῖς ἡμέρας τοὺς γράφεσθαι μέλλοντας παρακαθίζουσιν αὑτοῖς, ἵνα τῇ συνεχείᾳ τῆς θεωρίας ἀδιάπτωτον τῆς μορφῆςδιασώσωσι τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν καὶ ἡμῖν ζωγραφῆσαι πρόκειται νῦν, οὐχὶ τύπον μορφῆς σωματικῆς, ἀλλὰ ψυχῆς κάλλος καὶ νοητὴν εὐμορφίαν, καὶ σήμερον ὑμῖν παρακαθῆσθαι βουλόμεθα τὸν Δαυΐδ, ἵνα πρὸς αὐτὸν πάντες ὁρῶντες, εἰς τὰς οἰκείας ἕκαστος ψυχὰς ἀπομάξησθε τὴν εὐμορφίαν τοῦ δικαίου, καὶ τὸ πρᾶον καὶ ἥμερον, καὶ τὸ μεγαλόψυχον, καὶ τὴν ἄλλην ἅπασαν αὐτοῦ ἀρετήν. Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες. Κἀκείνας μὲν οὐ δυνατὸν πανταχοῦ ὁρᾷν, ἀλλ' ἀνάγκη διηνεκῶς ἐφ' ἑνὸς ἵδρυσθαι τόπου· ταύτην δὲ ὅπουπερ ἂν θέλῃς περιαγαγεῖν, οὐδὲν τὸ κωλύον. Ἐναποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν ᾖς, συνεχῶς εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ' αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν. Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου· οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ Δαυῒδ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὴν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς ἐνοχλῇ καὶ συγχέῃ τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
3.3.1
Μὴ γάρ μοι λεγέτω τις, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον. Οἷον ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων, ὃς καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ Δαυῒδ, αὐτὸς μυρία ἐπιβουλεύσας, εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν, Ὅτι γῆν ἀπετέμετο, καὶ ἐν ἀγροῖς ἠδίκησε, καὶ οἰκίας ὅρια ὑπερέβη, καὶ ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν; Ἀλλ' οὔπω τὴν ψυχὴν ἀφείλετο, ὅπερ οὗτος ἐσπούδαζεν· εἰ δὲ καὶ τὴν ψυχὴν ἐσπούδασεν ἀφελέσθαι, ἀλλ' ἅπαξ τοῦτ' ἐτόλμησεν ἴσως, οὐχὶ δὶς καὶ τρὶς, καὶ πολλάκις καθάπερ οὗτος· εἰ δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ' οὐ τοσαῦτα εὐεργετηθεὶς, ἀλλ' οὐκ ἐλθὼν εἰς τὰς χεῖρας καὶ ἅπαξ καὶ δεύτερον, καὶ διασωθείς· εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ πάλιν ὁ Δαυΐδ. Οὐ γάρ ἐστιν ἴσον ἐπὶ τῆς Παλαιᾶς ὄντα τοιαῦτα φιλοσοφεῖν, καὶ νῦν μετὰ τὴν χάριν τοιαύτας χαρίζεσθαι δωρεάς. Οὐκ ἦν ὁ Δαυῒδ ἀκούσας τὴν παραβολὴν τῶν μυρίων ταλάντων καὶ τῶν ἑκατὸν δηναρίων· οὐκ ἦν ὁ Δαυῒδ ἀκούσας τῆς εὐχῆς τῆς λεγούσης, Ἄφετε τοῖς ἀνθρώποις τὰ ὀφλήματα αὐτῶν, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· οὐκ ἦν ἰδὼν τὸν Χριστὸν σταυρωθέντα, οὐχ αἷμα τὸ τίμιον ἐκχυθὲν, οὐδὲ τοὺς μυρίους περὶ φιλοσοφίας ἀκούσας λόγους· οὐκ ἀπέλαυσε θυσίας τοσαύτης, οὐδ' αἵματος μετέσχε Δεσποτικοῦ, ἀλλ' ἀτελεστέροις ἐντρεφόμενος νόμοις καὶ οὐδὲν ἀπαιτοῦσι τοιοῦτον, πρὸς αὐτὴν τὴν κορυφὴν τῆς ἐν τῇ χάριτι ἔφθασε φιλοσοφίας. Καὶ σὺ μὲν πολλάκις ὑπὲρ τῶν παρελθόντων ὀργιζόμενος μνησικακεῖς· οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς, ὅτι ἀοίκητοςαὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντ' ἔπραττε, καθ' ἑαυτοῦ τὸν πολέμιον τρέφων. Τίς ἂν σχοίη ταύτης μείζονα ἀνεξικακίαν εἰπεῖν; Ἵνα δὲ καὶ ἐκ τῶν νῦν γινομένων μάθῃς, ὅτι δυνατὸν, ἂν ἐθέλωμεν, πάντα ἄνθρωπον πρὸς ἡμᾶς ἀπεχθῶς ἔχοντα καταλλάξαι, τί λέοντος ἀγριώτερον; Ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἐπιεικέστερος ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα δεδιττόμενος. Τίν' οὖν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους δὲ λέγοντες μὴ δύνασθαι καταπραΰνειν ποτὲ, μηδὲ ποιεῖν πρὸς ἡμᾶς ἔχειν ἡδέως; Καίτοι γε τῷ θηρίῳ μὲν παρὰ φύσιν τὸ ἥμερον· τῷ ἀνθρώπῳ δὲ παρὰ φύσιν τὸ ἄγριον. Ὅταν οὖν τῆς φύσεως περιγινώμεθα, τίν' ἕξομεν ἀπολογίαν, προαίρεσιν λέγοντες μὴ δύνασθαι διορθοῦν; Εἰ δ' ἔτι φιλονεικεῖς, ἐκεῖν' ἂν εἴποιμι, ὅτι κἂν ἀνίατα νοσῇ, ὅσος σοι μείζων ὁ πόνος, τοσοῦτός σοι καὶ ὁ μισθὸς παραμένοντι, καὶ θεραπεύοντι τὸν νοσοῦντα ἀνίατα. Ἓν τοίνυν σκοπῶμεν μόνον, οὐχ ὅπως μηδὲν πάθωμεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ' ὅπως μηδὲν αὐτοὺς ἡμεῖς ἐργασώμεθα κακόν· καὶ οὐδὲν πεισόμεθα δεινὸν, κἂν μυρία πάσχωμεν δεινά· ὡσπεροῦν οὐδ' ὁ Δαυῒδ ἐλαυνόμενος, φυγαδευόμενος, μέχρι τῆς ψυχῆς αὐτῆς ἐπιβουλευόμενος, ἔπαθέ τι δεινόν. ἀλλ' ἐκείνου λαμπρότερος ἦν καὶ σεμνότερος καὶ ποθεινότερος ἅπασιν, οὐκ ἀνθρώποις δὲ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ Θεῷ. Τί γὰρ ἠδικήθη ὁ ἅγιος ἐκεῖνος τότε τοσαῦτα παθὼν παρὰ τοῦ Σαούλ; Οὐχὶ μέχρι τῆς σήμερον ἡμέρας ᾄδεται, καὶ λαμπρὸς μὲν ἐν γῇ, λαμπρότερος δὲ ἐν οὐρανῷ; οὐχὶ τὰ ἀπόῤῥητα αὐτὸν ἀγαθὰ μένει, καὶ ἡ τῶν οὐρανῶν βασιλεία; Τί δ' ὠφέλησεν ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος τοσαῦτα ἐπιβουλεύσας; Οὐχὶ καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ ἐλεεινὸν ὑπέστη τὸν θάνατον μετὰ τοῦ παιδὸς, καὶ παρὰ πάντων κατηγορεῖται, καὶ τὸ δὴ χαλεπώτερον, τὰς ἀθανάτους νῦν ἐκδέχεται τιμωρίας; Ὅλως δὲ τί ποτέ ἐστιν, ὅπερ ἐγκαλῶν τῷ ἐχθρῷ οὐ βούλει καταλλαγῆναι; Χρήματά σε ἀφείλετο; Ἀλλ' ἂν ἐνέγκῃς γενναίως τὴν ἁρπαγὴν, τοσοῦτον λήψῃ μισθὸν, ὅσον ἂν εἰ ταῖς τῶν πενήτων αὐτὰ χερσὶν ἐναπέθηκας. Καὶ γὰρ ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μήτε ἐπιβουλεύων, μήτε καταρώμενος, διὰ τὸν Θεὸν ταῦτα ἀμφότεροι ποιοῦσιν. Ὅταν οὖν ἡ ὑπόθεσις τῆς δαπάνης ᾖ μία, εὔδηλον ὅτι καὶ στέφανος εἷς. Ἀλλ' εἰς ψυχὴν ἐπεβούλευσε, καὶ ἀνελεῖν ἐπεχείρησε; Μαρτύριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον, καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεω γενέσθαι παρακαλῶν.
3.4.1
Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν Δαυῒδ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἀνεδήσατο ἀπὸ τῆς τοῦ Σαοὺλ ἐπιβουλῆς. Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώζων, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸδόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτ' εἰδὼς, ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται, εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει· μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους, καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, ὅτι Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω διὰ τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπασχε διὰ τὸν Θεόν. Δυνάμενος γὰρ ἀνελεῖν τὸν ἐπιβουλεύοντα, διὰ τὸν Θεὸν οὐκ ἠθέλησεν· ἀλλ' εἵλετο κινδυνεύειν καθ' ἑκάστην ἡμέραν μᾶλλον, ἢ δικαίαν ἐργασάμενος σφαγὴν ἀπὸ τοσούτων ἀπαλλαγῆναι θανάτων. Εἰ δὲ τὸν μέχρι τῆς ζωῆς αὐτῆς ἐπιβουλεύοντα ἀμύνασθαι καὶ μισεῖν οὐ χρὴ, πολλῷ μᾶλλον εἰς ὁτιοῦν ἄλλο ἀδικοῦντα. Πολλοῖς δοκεῖ τὸ κακῶς ἀκούειν, καὶ εἰς ὑπόληψιν παραβλάπτεσθαι παρὰ τῶν ἐχθρῶν, πάντων θανάτων ἀφορητότερον εἶναι. Φέρε οὖν καὶ αὐτὸ τοῦτο ἐξετάσωμεν· Εἶπέ σέ τις κακῶς, καὶ μοιχὸν καὶ πόρνον ἐκάλεσε; Ταῦτα εἰ μὲν ἀληθῆ λέγῃ, διόρθωσαι· εἰ δὲ ψευδῆ, καταγέλασον· εἰ σύνοιδας σαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ δὲ μὴ σύνοιδας, καταφρόνησον· μᾶλλον δὲ μὴ καταγελάσῃς, μηδὲ καταφρονήσῃς μόνον, ἀλλὰ καὶ χαῖρε, καὶ σκίρτα κατὰ τὸν τοῦ Κυρίου λόγον, τὸν κελεύοντα οὕτω ποιεῖν. Ὅταν γὰρ ὀνειδίσωσι, φησὶν, ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν, Χαίρετε καὶ σκιρτᾶτε, ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ψευδόμενοι. Ὅτι δὲ κἂν ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς, μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρὸν, καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν· καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν ὑμῖν παραστῆσαι πειράσομαι, ἵνα μάθητε ὅτι ὅσα οὐκ ὠφελοῦσι φίλοι ἐπαινοῦντες καὶ χαριζόμενοι, τοσαῦτα ὠφελοῦσιν ἐχθροὶ κακῶς λέγοντες, κἂν ἀληθεύωσι, μόνον ἂν εἰς δέον ἡμεῖς ταῖς κατηγορίαις χρήσασθαι βουληθῶμεν. Οἱ μὲν γὰρ φίλοι πολλάκις καὶ πρὸς χάριν κολακεύουσιν· οἱ δ' ἐχθροὶ τὰ ἁμαρτήματα εἰς μέσον ἄγουσιν. Ἐπειδὴ γὰρ ὑπὸ φιλαυτίας ἡμεῖς τὰ ἡμέτερα πλημμελήματα οὐχ ὁρῶμεν, ὑπὸ τῆς ἔχθρας ἐκεῖνοι πολλάκις ἡμῶν ἀκριβέστερον θεασάμενοι, καὶ ὀνειδίσαντες εἰς ἀνάγκην ἡμᾶς ἐνέβαλον διορθώσεως, καὶ γέγονεν ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας ὑπόθεσις, οὐ μόνον ὅτι μιμνησκόμενοι παρ' ἐκείνων νοοῦμεν ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ καὶ ἀποτιθέμεθα. Ἂν γὰρ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα, ὃ σὺ σαυτῷ σύνοιδας, σὺ δ' ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Ἆρα τί τούτου γένοιτ' ἂν μακαριώτερον; τί δ' εὐκολώτερον πρὸς ἁμαρτημάτων ἀπαλλαγήν; Ἀλλ' ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν, ἀπὸ τῶν θείων Γραφῶν τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν, ἵνα μηδὲν ἀμφιβάλῃς λοιπόν. Φαρισαῖός τις ἦν, καὶ τελώνης· ὁ μὲν εἰς ἐσχάτηνκακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος ἄκρας· καὶ γὰρ τὰ ὄντα προήκατο, καὶ νηστεύων διετέλει, καὶ πλεονεξίας ἦν καθαρός· ἐκεῖνος δ' ἐν ἁρπαγαῖς καὶ βίαις τὸν ἅπαντα χρόνον ἀνήλωσεν. Ἀνῆλθον ἀμφότεροι προσεύξασθαι εἰς τὸ ἱερόν. Εἶτα ἐκεῖνος στὰς ἔλεγεν· Εὐχαριστῶ σοι, Κύριε, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδ' ὡς οὗτος ὁ τελώνης. Ὁ δὲ τελώνης πόῤῥωθεν ἑστὼς, οὐκ ἀνθύβρισεν, οὐκ ἀντελοιδόρησεν, οὐκ εἶπε ταῦτα τὰ τῶν πολλῶν ῥήματα· Σὺ δὲ τολμᾷς τοῦ ἐμοῦ μεμνῆσθαι βίου, ἐπιλαβέσθαι δὲ τῶν ἐμοὶ πεπραγμένων; Οὐ γάρ εἰμί σου βελτίων; Εἴπω τά σοι πεπλημμελημένα, καὶ ποιήσω μηδέποτέ σε τῶν ἱερῶν τούτων ἐπιβῆναι προθύρων. Οὐδὲν τούτων εἶπε τῶν ψυχρῶν ῥημάτων, ἃ καθ' ἑκάστην ἡμέραν ἀλλήλους πλύνοντες λέγομεν· ἀλλὰ πικρῶς στενάξας καὶ πατάξας τὸ στῆθος, τοσοῦτον εἶπε μόνον, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ κατῆλθε δεδικαιωμένος. Εἶδες τάχος; Κατεδέξατο ὄνειδος, καὶ ἀπενίψατο ὄνειδος· ἐπέγνω τὰ ἁμαρτήματα, καὶ ἀπέθετο τὰ ἁμαρτήματα· καὶ ἡ κατηγορία τῆς ἁμαρτίας γέγονεν ἀναίρεσις τῆς ἁμαρτίας, καὶ ὁ ἐχθρὸς ἄκων εὐεργέτης καθίστατο. Πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην νηστεύοντα, χαμευνοῦντα, ἀγρυπνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα ἀποθέσθαι ἐκεῖνα; Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο τὴν κακίαν· καὶ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν, χωρὶς ἱδρώτων, καὶ πόνων, καὶ χρόνου μακροῦ. Ὁρᾷς ὅτι κἂν ἀληθῆ τις λέγῃ περὶ ἡμῶν, κἂν τοιαῦτα ἅπερ ἡμεῖς ἑαυτοῖς σύνισμεν, ἡμεῖς δὲ τὸν λέγοντα μὴ ὑβρίσωμεν, ἀλλὰ στενάξωμεν πικρὸν, καὶ τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτημάτων παρακαλέσωμεν, πάντα δυνησόμεθα ἀποθέσθαι τὰ πλημμελήματα; Οὕτω γοῦν καὶ οὗτος ἐδικαιώθη· ἐπειδὴ γὰρ οὐκ ἀνθύβρισεν ἐκεῖνον, ἀλλ' ἐστέναξεν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, κατῆλθε δεδικαιωμένος μᾶλλον οὗτος, ἢ ἐκεῖνος.
3.5.1
Ὁρᾷς ὅσον ἔχει κέρδος ἡ τῶν ἐχθρῶν ὕβρις, ἐὰν φιλοσόφως αὐτὴν φέρωμεν; Ὅταν γοῦν καὶ ψευδόμενοι καὶ ἀληθεύοντες ἡμᾶς ὠφελῶσι, τίνος ἕνεκεν ἀλγοῦμεν; τίνος ἕνεκεν δακνόμεθα; Ἂν μὴ σὺ σαυτὸν παραβλάψῃς, ἄνθρωπε, οὔτε φίλος, οὔτ' ἐχθρὸς, οὔτ' αὐτός σε ὁ διάβολος παραβλάψαι δυνήσεται. Ὅταν γὰρ οἱ ὑβρίζοντες, οἱ δημεύοντες, οἱ μέχρι τῆς ζωῆς αὐτῆς ἐπιβουλεύοντες ὠφελῶσιν ἡμᾶς, καὶ οἱ μὲν μαρτυρίου στέφανον ἡμῖν πλέκωσι, καθάπερ ἀπεδείξαμεν, οἱ δὲ τὰ ἁμαρτήματα ἡμῶν ὑποσύρωσι, καὶ δικαίους ἡμᾶς ἐργάζωνται, ὥσπερ ἐπὶ τοῦ τελώνου γέγονε, τίνος ἕνεκεν ἐκθηριούμεθα πρὸς αὐτούς; Μὴ τοίνυν λέγωμεν· Ὁ δεῖνά με παρώξυνε, καὶ ὁ δεῖνά με προήγαγεν εἰπεῖν ῥήματα αἰσχρά· ἡμεῖς αἴτιοι πανταχοῦ τούτων. Ἂν γὰρ θέλωμεν φιλοσοφεῖν, οὐδὲ δαίμων ἡμᾶς δυνήσεται κινῆσαι πρὸς ὀργήν· καὶ τοῦτο δῆλον καὶ ἐξ ἄλλων μὲν πολλῶν, καὶ ἀπ' αὐτῆς δὲ τῆς προκειμένης ἡμῖν ἱστορίας τῆς περὶ τοῦ Δαυῒδ, ἣν ἄξιον καὶ σήμερον παραγαγεῖν εἰς μέσον, πρότερον ἀναμνήσαντες ὑμῶν τὴν ἀγάπην, ποῦ τὸν λόγον κατελύσαμεν πρώην. Ποῦ τοίνυν αὐτὸν σαμεν; Εἰς τὴν ἀπολογίαν τὴν τοῦ Δαυΐδ. Οὐκοῦν ἀνάγκη σήμερον τὰ τοῦ Σαοὺλ ῥήματα εἰπεῖν, καὶ ἰδεῖν τί πρὸς τὴν δικαιολογίαν ἐκείνου ἀπεκρίνατο οὗτος. Οὐ γὰρ δὴ μόνον ἀφ' ὧν ὁ Δαυῒδ ἐφθέγξατο ῥημάτων, ἀλλὰ καὶ ἀφ' ὧν ὁ Σαοὺλ λέγει, τὴν ἀρετὴν εἰσόμεθα τοῦ Δαυΐδ· ἂν γὰρ φανῇ τι πρᾶον καὶ ἥμερον οὗτος φθεγγόμενος, τὴν αἰτίαν τούτων ἐκείνῳ λογιούμεθα τῷ μεταβαλόντι τὸν ἄνθρωπον, τῷ παιδεύσαντι καὶ ῥυθμίσαντι τὴν ψυχὴν αὐτοῦ. Τί οὖν φησιν ὁ Σαούλ; Ἀκούσας τοῦ Δαυῒδ εἰπόντος, Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, καὶ τἄλλα πάνθ' ἃ μετὰ τούτων ἀπελογήσατο, Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ὢ πόση γέγονεν ἀθρόον ἡ μεταβολή! Ὁ γὰρ μηδ' ἀπὸ ψιλοῦ τοῦ ὀνόματος ἀνεχόμενος αὐτὸν καλέσαι ποτὲ, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ μισῶν τὴν προσηγορίαν, καὶ εἰς συγγένειαν αὐτὸν ἤγαγε, τέκνον αὐτὸν προσειπών. Τί τοῦ Δαυῒδ μακαριώτερον, ὃς τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν; Τὰ γὰρ ῥήματα ἐκεῖνα τοῦ Δαυῒδ εἰς τὴν διάνοιαν εἰσελθόντα τοῦ τεθηριωμένου τούτου, πᾶσαν ταύτην εἰργάσατο τὴν μεταβολὴν, ἣν ἀπὸ τῶν ῥημάτων τούτων ἔστι ἰδεῖν. Οὔτε γὰρ εἶπεν, Οἱ λόγοι σοι οὗτοι, τέκνον Δαυΐδ; ἀλλὰ τί; Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; καὶ πρὸς αὐτὸν γὰρ τὸν φθόγγον διεθερμαίνετο λοιπόν. Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνην, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ Δαυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο. Ἐκβαλὼν γὰρ θυμὸν, ἐδέξατο εὐθυμίαν τε καὶ συμπάθειαν. Καὶ καθάπερ νυκτὸς μὲν παρούσης οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης, καὶ πόῤῥωθεν ὁρῶντες αὐτὸν γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν. Ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρως ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δ' ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία καὶ ἐχθρὰ φωνὴ, προσηνὴς καὶ ἡδίστη ἡμῖν φαίνεται, καὶ ἡ πολεμία ὄψις καὶ ἀηδὴς ποθεινὴ καὶ ἐπίχαρις.
3.6.1
Τοῦτο γίνεται καὶ ἐπὶ τοῦ χειμῶνος. Οὐκ ἀφίησι τοῦ οὐρανοῦ τὸ κάλλος ἡ τῶν νεφῶν φαίνεσθαι συνδρομή· ἀλλὰ κἂν μυριάκις ὀξυδερκὲς ἔχωμεν τὸ ὄμμα, οὐκ ἰσχύομεν ἀντιλαβέσθαι τῆς ἄνω φαιδρότητος. Ἐπειδὰν δ' ἡ τῆς ἀκτῖνος θερμότης ἐνδιατρίψασα καὶ διαῤῥήξασα τὸ νέφος, δείξῃ τὸν ἥλιον, δείκνυσι καὶ τὴν τοῦ οὐρανοῦ πάλιν εὐπρέπειαν. Οὕτω καὶ ἐφ' ἡμῶν ὀργιζομένων γίνεται· καὶ καθάπερ νέφος πεπυκνωμένον πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῶν ἀκοῶν ἑστῶσα ἡ ἔχθρα, ἑτέρας καὶ τὰς φωνὰς καὶ τὰς ὄψεις ποιεῖ φαίνεσθαι. Ἐπειδὰν δὲ φιλοσοφήσας τις τὴν ἔχθραν ἀπόθηται καὶ διαῤῥήξῃ τῆς λύπης τὸ νέφος, τότε ἀδεκάστῳ λογισμῷ καὶ ὄψεται πάντα, καὶἀκούσεται· ὅπερ οὖν καὶ ὁ Σαοὺλ οὗτος ἔπαθεν. Ἐπειδὴ γὰρ τὸ νέφος διεῤῥάγη τῆς ἔχθρας, ἐπέγνω τοῦ Δαυῒδ τὴν φωνὴν, καί φησιν· Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ποία Αὕτη; Ἡ τὸν Γολιὰθ κατενεγκοῦσα, καὶ τὴν πόλιν ἐξαρπάσασα τῶν κινδύνων, καὶ περὶ δουλείας καὶ περὶ θανάτου κινδυνεύοντας ἅπαντας καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἐλευθερίαν ἐπανάγουσα πάλιν, ἡ τὴν ἐκείνου καταστέλλουσα μανίαν, πολλὰ καὶ μεγάλα αὐτὸν ἐργασαμένη καλά. Αὕτη γὰρ ἡ φωνὴ τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· πρὸ γὰρ τοῦ λίθου, ἡ τῆς εὐχῆς δύναμις αὐτὸν ἐχειρώσατο. Οὐ γὰρ ἁπλῶς τὸν λίθον ἔῤῥιψεν, ἀλλὰ πρότερον εἰπὼν, Σὺ ἔρχῃ πρός με ἐν τοῖς θεοῖς σου· ἐγὼ δὲ ἔρχομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ, ὃν ὠνείδισας σήμερον, οὕτως ἀφῆκε. Καὶ αὕτη τὸν λίθον ἐχειραγώγησεν ἡ φωνὴ, αὕτη τὴν ἀγωνίαν ἐνέβαλε τῷ βαρβάρῳ, αὕτη τὸ θράσος ἐξέκοψε τοῦ πολεμίου. Καὶ τί θαυμάζεις, εἰ θυμὸν καταστέλλει φωνὴ δικαίου, καὶ πολεμίους καθαιρεῖ, ὅπου γε καὶ δαίμονας ἀπελαύνει; Ἐφθέγγοντο γοῦν μόνον οἱ ἀπόστολοι, καὶ πᾶσαι ἐδραπέτευον αἱ ἀντικείμεναι δυνάμεις. Ἡ φωνὴ τῶν ἁγίων καὶ τὰ στοιχεῖα πολλάκις ἔστησε, καὶ τὰς ἐνεργείας αὐτῶν μετέβαλεν. Εἶπε γοῦν ὁ Ἰησοῦς τοῦ Ναυῆ μόνον, Στήτω ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ἔστη· οὕτω καὶ ὁ Μωϋσῆς θάλατταν ἐπέδησε, καὶ ἀνῆκεν· οὕτως οἱ παῖδες οἱ τρεῖς τὴν ἐνέργειαν τοῦ πυρὸς ἔσβεσαν διὰ τῶν ὕμνων ἐκείνων καὶ διὰ τῆς φωνῆς. Διὰ τοῦτο καὶ πρὸς αὐτὴν τὴν φωνὴν διαθερμανθεὶς ὁ Σαοὺλ ἔλεγεν· Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Τί γοῦν ὁ Δαυΐδ; Δοῦλός σου, κύριέ μου βασιλεῦ. Ἅμιλλα λοιπὸν καὶ φιλονεικία γίνεται, τίς τὸν πλησίον μειζόνως τιμήσει. Ἐκεῖνος εἰς συγγένειαν ἤγαγεν, οὗτος δεσπότην αὐτὸν ὠνόμασεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἓν ζητῶ μόνον, φησὶ, σωτηρίαν τὴν σὴν, καὶ τὴν ἐπίδοσιν τῆς ἀρετῆς. Τέκνον με ἐκάλεσας, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦλόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμοῦ πονηρὸν, καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέμιον. Τὸν γὰρ ἀποστολικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κελεύοντα τῇ τιμῇ ἀλλήλους προηγεῖσθαι, ὑπερέχοντας ἑαυτῶν· οὐ καθάπερ πολλοὶ, βοσκημάτων διακείμενοι χεῖρον, οὐδὲ προσειπεῖν τὸν πλησίον ἀνέχονται πρότεροι, νομίζοντες ὑβρίζεσθαι καὶ ἐλαττοῦσθαι, εἰ ψιλῆς τινι μεταδοῖεν προσρήσεως. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν καταγελαστότερον; τί τοῦ τύφου τούτου καὶ τῆς ἀπονοίας αἰσχρότερον; Τότε γὰρ, τότε ἠλαττόνηκας, ὦ ἄνθρωπε, τότε ὑβρίσθης, τότε ἠτιμάσθης, ὅταν ἀναμείνῃς τὸν πλησίον πρότερόν σε προσειπεῖν. Τί γὰρ ἀπονοίας χεῖρον; τί δὲ τύφου καὶ κενοδοξίας καταγελαστότερον; Ἂν μὲν γὰρ πρότερος προσείπῃς, καὶ ὁ Θεὸς ἐπαινέσεται, ὃ πάντων μεῖζον, καὶ ἄνθρωποι δὲ ἀποδέξονται, καὶ τῆς ἐκείνου προσρήσεως σὺ τὸν μισθὸν ἅπαντα λήψῃ· ἂν δ' ἀναμείνῃς πρότερον τιμηθεὶς οὕτω τιμῆσαι, οὐδὲν μέγα εἰργάσω λοιπόν. Ὁ γὰρ τῆς εἰς σὲ κατάρξας τιμῆς, αὐτὸς καὶ τῆς παρὰ σοῦ γενομένης εἰς αὐτὸν θεραπείας τὸν μισθὸν ἅπαντα λήψεται. Μὴ ἀναμένωμεν τοίνυν τιμᾶσθαι παρ' ἑτέρων πρότεροι· ἀλλ' ἐπιτρέχωμεν ταῖς εἰς τὸν πλησίον τιμαῖς, καὶ τῆς προσρήσεως ἀεὶ κατάρχωμεν, καὶ μὴ νομίζωμεν ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ κατόρθωμα τοῦτο, τὸ σθαι εὐπροσήγορον καὶ φιλοπροσήγορον. Πολλὰς γοῦν φιλίας ἐλλειφθὲν τοῦτο διέκοψε, πολλὰς ἔχθρας εἰργάσατο· ὡσπεροῦν μετὰ σπουδῆς πληρούμενον χρονίους πολέμους κατέλυσε, καὶ τὰς οὔσας φιλίας ἀπέσφιγξε. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς περὶ ταῦτα σπουδῆς· ἀλλ' εἰ μὲν οἷόν τε, τοὺς ἀπαντῶντας, οἷοί τινες ἂν ὦσι, καὶ ἐν ταῖς προσρήσεσι, καὶ ἐν τοῖς ἄλλοις ἅπασι πρότεροι θεραπεύωμεν. Ἂν δέ σε ἕτερος φθάσῃ, μείζονα ἐπίδειξαι τὴν τιμὴν πάλιν. Καὶ γὰρ καὶ τοῦτο παρῄνεκεν ὁ Παῦλος, οὕτως εἰπών· Ἀλλήλους ἡγεῖσθε ὑπερέχοντας ἑαυτῶν. Οὕτως ὁ Δαυῒδ ἐποίησε, καὶ πρότερος ἐτίμησε, καὶ τιμηθεὶς πάλιν μειζόνως ἀντετίμησεν, εἰπών· Δοῦλός σου, κύριέ μου βασιλεῦ. Καὶ ὅρα ὅσον εἰργάσατο κέρδος. Ἐπειδὴ γὰρ εἶπε τοῦθ' ὁ Δαυῒδ, οὐκ ἤνεγκεν ἀδακρυτὶ λοιπὸν ταύτην ἀκοῦσαι τὴν φωνὴν ὁ Σαούλ· ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ, καὶ τὴν φιλοσοφίαν, ἣν ὁ Δαυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν.
3.7.1
Τί γένοιτ' ἂν τοῦ Προφήτου μακαριώτερον, ὃς ἐν βραχείᾳ καιροῦ ῥοπῇ οὕτω τὸν ἐχθρὸν μετεῤῥύθμισε, καὶ ψυχὴν αἵματος καὶ σφαγῆς διψῶσαν λαβὼν εἰς θρήνους ἐνέβαλεν ἀθρόον καὶ ὀλολυγμούς; Οὐχ οὕτω θαυμάζω τὸν Μωσέα, ὅτι ἀπὸ πέτρας ἀκροτόμου πηγὰς ἐξήγαγεν ὑδάτων, ὡς θαυμάζω τὸν Δαυῒδ, ὅτι ἐξ ὀφθαλμῶν λιθίνων πηγὰς ἐξήγαγε δακρύων. Ἐκεῖνος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαιρέσεως περιεγένετο· ἐκεῖνος ἐπάταξε τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ' ἵνα καθαρὰν ἐργάσηται καὶ προσηνῆ· ὅπερ οὖν καὶ ἐποίησε, μείζονα τῆς προτέρας εὐεργεσίας ἐπιδειξάμενος. Ἐπαίνου μὲν ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν· πολλῷ δὲ πλειόνων ἂν εἴη στεφάνων τὸ καὶ αὐτὴν αὐτοῦ μεταβαλεῖν τὴν προαίρεσιν, καὶ βελτίω ποιῆσαι, καὶ πρὸς τὴν οἰκείαν αὐτὸν ἐπιείκειαν μεταβαλεῖν. Αὕτη μείζων ἐκείνης ἡ εὐεργεσία. Οὐ γάρ ἐστιν ἴσον ζωὴν χαρίσασθαι, καὶ εἰς φιλοσοφίαν ἐναγαγεῖν· οὐκ ἔστιν ἴσον ἀπαλλάξαι θυμοῦ πνέοντος φόνον ἄδικον, ἐξελέσθαι σφαγῆς, καὶ ἐξελέσθαι παραπληξίας ἐπὶ τοσοῦτον ὁδευούσης κακόν. Τοὺς μὲν γὰρ δορυφόρους κωλύσας αὐτὸν ἀνελεῖν, κατὰ τὸν παρόντα βίον ὠφελεῖ· τὴν δὲ πονηρίαν τῆς ψυχῆς ἐκβαλὼν διὰ τῆς τῶν ῥημάτων ἐπιεικείας, τὴν μέλλουσαν αὐτῷ ζωὴν ἐχαρίσατο καὶ τὰ ἀκίνητα ἀγαθὰ, τό γε εἰς αὐτὸν ἧκον. Ὅταν οὖν αὐτὸν ἐπαινέσῃς διὰ τὴν οἰκείαν πραότητα, μειζόνως αὐτὸν θαύμασον διὰ τὴν τοῦ Σαοὺλ μεταβολήν. Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν, πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας δακρύων ἐμπλῆσαι θερμῶν. Καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐκπλήξεως γέμει καὶ θαύματος. Καὶ γὰρ εἰ μὲν τῶν ἐπιεικῶν καὶ μετρίων ἀνθρώπων ἦν ὁ Σαοὺλ, οὐ μέγα ἦν σφόδρα ἐπαναγαγεῖν αὐτὸν πρὸς τὴν οἰκείαν ἀρετήν· τὸ δ' ἐκτεθηριωμένον καὶ πρὸς ἐσχάτην κακίαν ἐξοκείλαντα, καὶ πρὸς σφαγὴν ἐπειγόμενον, ἐν βραχείᾳ καιροῦ ῥοπῇ παρασκευάσαι σαν τὴν πικρίαν σβέσαι ἐκείνην, τίνα οὐκ ἂν ἀποκρύψειε τῶν πώποτε ἐπὶ διδασκαλίᾳ φιλοσοφίας βεβοημένων; Καὶ σὺ τοίνυν, ὅταν λάβῃς τὸν ἐχθρὸν, μὴ τοῦτο σκόπει, ὅπως αὐτὸν ἀμυνόμενος καὶ μυρίαις πλύνας ταῖς λοιδορίαις ἐκπέμψῃς, ἀλλ' ὅπως θεραπεύσῃς, ὅπως ἐπαναγάγῃς πρὸς ἐπιείκειαν· καὶ μὴ πρότερον ἀποστῇς πάντα καὶ ποιῶν καὶ λέγων, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ὠμότητος τῆς ἐκείνου. Οὐδὲν γὰρ ἐπιεικείας δυνατώτερον. Καὶ τοῦτ' αὐτὸ δηλῶν τις ἔλεγεν, ὅτι Λόγος ἁπαλὸς συγκλάσει ὀστᾶ. Καίτοι τί ὀστέου σκληρότερον; Ἀλλ' ὅμως κἂν οὕτω σκληρός τις ᾖ καὶ ἀκαμπὴς, περιέσται ῥᾳδίως ὁ μετ' ἐπιεικείας αὐτῷ χρώμενος. Καὶ πάλιν· Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει ὀργάς. Ὅθεν δῆλον ὅτι τοῦ κινηθῆναι τὸν ἐχθρὸν, καὶ τοῦ καταλλαγῆναι, σὺ κυριώτερος ἐκείνου. Ἐν γὰρ ἡμῖν, οὐκ ἐν τοῖς ὀργιζομένοις κεῖται καὶ τὸ σβεσθῆναι, καὶ τὸ πρὸς μείζονα ἐξενεχθῆναι φλόγα τὸν θυμὸν τὸν ἐκείνων. Καὶ τοῦτ' αὐτὸ πάλιν ὁ τὰ πρότερα εἰπὼν ἐδήλωσε διὰ ψιλοῦ παραδείγματος. Ὥσπερ γὰρ, φησὶν, εἰς σπινθῆρα πυρὸς ἂν μὲν φυσήσῃς, ἐξῆψας τὴν φλόγα, ἂν δὲ πτύσῃς, κατέσβεσας, καὶ ἀμφοτέρων σὺ κύριος Ἀμφότερα γὰρ, φησὶν, ἐκ τοῦ στόματός σου πορεύεται· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας τοῦ πλησίον· ἂν μὲν πεφυσημένους καὶ ἀπονενοημένους προσενέγκῃς λόγους, ἀνάπτεις ἐκείνου τὸ πῦρ, ἐκκαίεις τοὺς ἄνθρακας· ἂν δὲ προσηνεῖς καὶ περιεσταλμένους, πρὶν τὴν πυρὰν ἀρθῆναι, κατέσβεσας τὴν ὀργὴν ἅπασαν. Μὴ τοίνυν λέγε, ὅτι Τὰ καὶ τὰ ἔπαθον, τὰ καὶ τὰ ἤκουσα· πάντων γὰρ τούτων σὺ κύριος. Οὕτω γὰρ ὥσπερ σπινθῆρα καὶ σβέσαι καὶ ἀνάψαι, καὶ θυμὸν ἐκκαῦσαι καὶ καταστεῖλαι πάλιν ἐν σοί. Ὅταν ἴδῃς ἐχθρὸν, ἢ καὶ εἰς νοῦν λάβῃς, ὅσα μὲν ἤκουσας καὶ ἔπαθες λυπηρὰ, πάντ' ἐπιλανθάνου ταῦτα· εἰ δὲ καὶ ἀναμνησθείης, τῷ διαβόλῳ ταῦτα λογίζου. Σύλλεγε δὲ, εἴ τί σοι χρηστὸν εἶπε πώποτε, καὶ ἐποίησε. Κἂν τῇ τούτων ἐνδιατρίβῃς μνήμῃ ταχέως καταλύσεις τὴν ἔχθραν. Κἂν μέλλῃς ἐγκαλεῖν καὶ διαλέγεσθαι, πρότερον τὸ πάθος ἐκβαλὼν καὶ τὸν θυμὸν σβέσας, οὕτως εὐθύνας ἀπαίτει, οὕτως ἔλεγχε, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως. Θυμούμενοι γὰρ οὔτ' εἰπεῖν, οὔτ' ἀκοῦσαί ποτε δυνησόμεθά τι ὑγιές· ἀπαλλαγέντες δὲ τοῦ πάθους, οὔτ' αὐτοὶ ῥῆμά ποτ' ἐξοίσομεν τραχὺ, οὔθ' ἑτέρων λεγόντων οὕτως ἀκουσόμεθα. Οὐ γὰρ ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθε. Πολλάκις γοῦν παρὰ φίλων τὰς αὐτὰς ἀκούσαντες λοιδορίας παιζόντων, ἢ καὶ χαριεντιζομένων, ἢ καὶ παρὰ παιδίων μικρῶν, οὐ μόνον οὐδὲν ἐπάθομεν ἀηδὲς, οὐδ' ἐξηγριώθημεν, ἀλλὰ καὶ ἐγελάσαμεν καὶ διεχύθημεν· οὐ γὰρ μετὰ διεφθαρμένης ἠκούσαμεν γνώμης, οὐδὲ μετὰ ψυχῆς θυμῷ προκατειλημμένης. Ὥστε καὶ ἐπὶ τῶν ἐχθρῶν, ἂν σβέσῃς τὸν θυμὸν, ἂν τὴν ἔχθραν ἐκβάλῃς, οὐδέν σε τῶν λεγομένων λυπῆσαι δυνήσεται.
3.8.1
Καὶ τί λέγω, τῶν λεγομένων; Οὐδὲν τῶν νων, ὡσπεροῦν οὐδὲ τὸν μακάριον τοῦτον· ἀλλ' ὁρῶν τὸν πολέμιον κατὰ τῆς αὐτοῦ σωτηρίας ὁπλιζόμενον, καὶ πάντα διὰ τοῦτο κινοῦντα, οὐ μόνον οὐκ ἠγρίανεν, ἀλλὰ καὶ εἰς πλείονα ἦλθε συμπάθειαν· ὅσῳ μείζονα ἐπεβούλευε, τοσούτῳ μᾶλλον αὐτὸν ἐδάκρυεν. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐχ ὁ πάσχων κακῶς, ἀλλ' ὁ ποιῶν, οὗτός ἐστι δακρύων ἄξιος καὶ θρήνων, ἑαυτὸν καταβλάπτων. Διὰ τοῦτο καὶ μακρὰν πρὸς αὐτὸν συνέθηκεν ἀπολογίαν, καὶ οὐ πρότερον ἀπέστη, ἕως καὶ αὐτὸν ἀπολογήσασθαι παρεσκεύασε μετὰ δακρύων καὶ θρήνων. Ἐπειδὴ γὰρ ἀνῴμωξε καὶ πικρὰν ἀφῆκε φωνὴν, καὶ μέγα ἀνωλόλυξεν, ἄκουσον τί φησι· Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ μὲν ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δ' ἀνταπέδωκά σοι κακά. Ὁρᾷς πῶς καὶ τῆς οἰκείας κακίας καταγινώσκει, καὶ τὴν ἀρετὴν ἀνυμνεῖ τοῦ δικαίου, καὶ μηδενὸς ἀναγκάζοντος ἀπολογεῖται; Οὕτω καὶ σὺ ποίησον. Ἐπειδὰν λάβῃς τὸν ἐχθρὸν, μὴ κατηγορήσῃς, ἀλλ' ἀπολόγησαι, ἵνα παρασκευάσῃς ἐκεῖνον ἑαυτοῦ κατηγορῆσαι. Ἂν μὲν γὰρ ἡμεῖς κατηγορῶμεν, τραχύνεται· ἂν δ' ἀπολογησώμεθα, ἐντρεπόμενος ἡμῶν τὴν ἐπιείκειαν, αὐτὸς ἑαυτοῦ κατηγορήσει λοιπόν. Καὶ οὕτως ὅ τε ἔλεγχος ἀνύποπτος γίνεται, ἐκεῖνός τε τῆς πονηρίας ἀπαλλάττεται πάσης. Ὅπερ οὖν καὶ ἐνταῦθα συνέβη· καὶ κατηγορεῖ μετὰ πολλῆς τῆς σφοδρότητος ὁ ἀδικήσας, τοῦ ἠδικημένου σιγῶντος. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, Εἰργάσω εἰς ἐμὲ ἀγαθὰ, ἀλλ', Ἀνταπέδωκάς μοι ἀγαθά· τουτέστιν, Ἀντὶ τῆς ἐπιβουλῆς, ἀντὶ τῆς σφαγῆς, ἀντὶ τῶν μυρίων κακῶν ἐκείνων εὐεργεσίαις ἡμᾶς ἠμείψω μεγάλαις. Ἐγὼ δ' οὐδ' οὕτως ἐγενόμην βελτίων, ἀλλὰ καὶ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ· καὶ οὐδ' οὕτω μετεβάλου, ἀλλὰ διέμεινας τὸν σαυτοῦ διατηρῶν τρόπον καὶ πάλιν ἡμᾶς ἐπιβουλεύοντας εὐεργετῶν. Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος καθ' ἕκαστον τῶν ῥημάτων τούτων ὁ Δαυΐδ; Εἰ γὰρ καὶ τὸ στόμα αὐτὰ ἐφθέγγετο τοῦ Σαοὺλ, ἀλλ' ἡ σοφία καὶ ἡ τέχνη τοῦ Δαυῒδ εἰς τὴν ἐκείνου κατεφύτευσεν αὐτὰ ψυχήν. Καὶ ἀπήγγειλάς μοι σήμερον, φησὶν, ἃ ἐποίησάς μοι ἀγαθὰ, ὡς ἀπέκλεισέ με Κύριος σήμερον εἰς τὰς χεῖράς σου, καὶ οὐκ ἀπέκτεινάς με. Καὶ ἑτέραν αὐτῷ μαρτυρεῖ πάλιν ἀρετὴν, ὅτι εὐεργετήσας οὐκ ἐσίγησεν, οὐδ' ὑπερεῖδεν, ἀλλ' ἐλθὼν εἶπεν, οὐ πρὸς ἐπίδειξιν τοῦτο ποιῶν, ἀλλὰ δεῖξαι βουλόμενος, καὶ διὰ τῶν ἔργων αὐτῶν διδάξαι, ὅτι τῶν κηδομένων ἐστὶ καὶ προνοούντων, οὐ τῶν ἐπιβουλευόντων καὶ πονηρευομένων. Τὸ γὰρ τὰς ἰδίας εὐεργεσίας λέγειν ἔστιν, ὅπου τὸ κέρδος ἔχει μέγιστον. Ὅταν γὰρ μηδεμιᾶς ὑποθέσεως οὔσης προσφέρῃ τις αὐτὰς καὶ ἀνακηρύττῃ, τῶν ὀνειδιζόντων οὐδὲν ἄμεινον διακείσεται· ὅταν δὲ βουλόμενος πεῖσαι τὸν διεφθαρμένον, καὶ πονηρὰν περὶ αὐτοῦ πρόληψιν ἔχοντα τοῦτο ποιῇ, κηδεμών ἐστι καὶ εὐεργέτης· ὅπερ οὖν καὶ ὁ Δαυῒδ ἐποίησεν, οὐ τῆς παρ' αὐτοῦ δόξης ἐρῶν, ἀλλὰ τὸν ἐῤῥιζωμένον ἐν αὐτῷ θυμὸν ἀνασπάσαι βουλόμενος. Καὶ διὰ τοῦτο γοῦν αὐτὸν ἐπῄνεσεν, ὅτι καὶ εὐεργέτησε, καὶ τὴν εὐεργεσίαν εἶπεν. Εἶτα ζητῶν ἀμοιβὴν, καὶ οὐδεμίαν ἔχων τῶν γεγενημένων ἴσην εὑρεῖν, τὸν Θεὸν αὐτὸν αὐτῷ δίδωσιν ὀφειλέτην, οὑτωσὶ λέγων· Ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ σήμερον. Τί γὰρ καὶ εἶχεν ἄξιον ἀποδοῦναι τῶν εὐεργεσιῶν, εἰ καὶ βασιλείανἔδωκε, καὶ τὰς πόλεις ἁπάσας; Οὐ γὰρ πόλεις ἁπλῶς καὶ βασιλείαν, ἀλλὰ καὶ αὐτὴν αὐτῷ τὴν ψυχὴν ἐχαρίσατο ὁ Δαυΐδ· οὗτος δὲ ψυχὴν ἀντιδοῦναι ἑτέραν οὐκ εἶχε. Διὰ τοῦτο αὐτὸν τῷ Θεῷ παραπέμπει, καὶ ταῖς ἐκεῖθεν γεραίρει ἀμοιβαῖς, τοῦτόν τ' ἐπαινῶν καὶ παιδεύων ἅπαντας, ὅτι τότε μείζους ἡμῖν παρὰ τοῦ Θεοῦ κείσονται αἱ ἀντιδόσεις, ὅταν μυρία τοὺς ἐχθροὺς ἀγαθὰ ποιήσαντες, τὰ ἐναντία ἀπολάβωμεν. Εἶτά φησιν, ὅτι Ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν χειρί σου. Καὶ νῦν ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ πόθεν γινώσκεις, εἰπέ μοι, τοῦτο; Παρὰ σοὶ τὰ στρατόπεδα, παρὰ σοὶ τὰ χρήματα, τὰ ὅπλα, αἱ πόλεις, οἱ ἵπποι, οἱ στρατιῶται, ἅπασα τῆς βασιλικῆς παρασκευῆς ἡ δύναμις· οὗτος δὲ ἔρημος καὶ γυμνὸς, ἄπολις καὶ ἀνέστιος, ἄοικος. Πόθεν οὖν ταῦτα λέγεις, εἰπέ μοι; Ἀπ' αὐτοῦ μὲν οὖν τοῦ τρόπου. Οὐ γὰρ ἂν ὁ γυμνὸς καὶ ἄοπλος καὶ ἔρημος ἐμοῦ τοῦ καθωπλισμένου καὶ τοσαύτην περιβεβλημένου δύναμιν περιεγένετο, εἰ μὴ τὸν Θεὸν εἶχε μεθ' ἑαυτοῦ· ὁ δὲ τὸν Θεὸν ἔχων μεθ' ἑαυτοῦ, πάντων ἐστὶν ἰσχυρότερος. Εἶδες οἷα φιλοσοφεῖ μετὰ τὴν ἐπιβουλὴν ὁ Σαούλ; εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν;
3.9.1
Μὴ τοίνυν καταῤῥᾳθυμῶμεν τῆς ἑαυτῶν σωτηρίας. Κἂν γὰρ πρὸς αὐτὰ κατενεχθῶμεν τῆς κακίας τὰ βάραθρα, δυνατὸν ἑαυτοὺς ἀνακτήσασθαι πάλιν, καὶ γενέσθαι βελτίους, καὶ πᾶσαν ἀποθέσθαι κακίαν. Εἶτα τί φησιν; Ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Δέησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα. Καὶ τοῦτο τῆς τοῦ Δαυῒδ ἀρετῆς τεκμήριον, τὸ περὶ τῶν τοιούτων θαῤῥῆσαι τὸν ἐχθρόν. Εἰ δ' ὅρκον ἀπαιτεῖ, οὐκ ἀπιστῶν τῷ τρόπῳ τοῦ Δαυῒδ, ἀλλ' ἐννοῶν ὅσα εἰς αὐτὸν εἰργάσατο κακά. Ὄμοσόν μοι, μὴ ἀφανίσαι τὸ σπέρμα μου ὀπίσω μου. Ἐπίτροπον τὸν πολέμιον καταλιμπάνει τῶν ἑαυτοῦ παίδων, καὶ ταῖς ἐκείνου χερσὶν ἐντίθησι τὰ ἔκγονα, μονονουχὶ τῆς δεξιᾶς αὐτῶν λαβόμενος διὰ τῶν ῥημάτων τούτων, καὶ τὸν Θεὸν μεσίτην εἰσάγων. Τί οὖν ὁ Δαυΐδ; Ἆρα κἂν μικρὸν εἰρωνεύσατο πρὸς ταῦτα; Οὐδαμῶς· ἀλλ' εὐθέως ἐπένευσε, καὶ τὴν χάριν ἔδωκε· καὶ τελευτήσαντος τοῦ Σαοὺλ, οὐ μόνον οὐκ ἀπέκτεινεν, ἀλλὰ καὶ πλέον, ὧν ὡμολόγησε, τότε παρέσχε. Τὸν γὰρ ἔκγονον τὸν τούτου, χωλὸν ὄντα καὶ πεπηρωμένον τὸ σκέλος, εἰς τὴν οἰκίαν εἰσήγαγε τὴν ἑαυτοῦ, καὶ ὁμοτράπεζον ἐποίησε, καὶ τῆς μεγίστης ἠξίωσε τιμῆς· καὶ οὐκ ἠρυθρία, οὐδ' ἐνεκαλύπτετο, οὐδὲ τὴν τράπεζαν ἐνόμιζε καταισχυνθῆναι τὴν βασιλικὴν τῇ πηρώσει τοῦ παιδός· ἀλλ' ἐνεκαλλωπίζετο καὶ ἐνηβρύνετο μᾶλλον. Καὶ γὰρ ἕκαστος τῶν συνδειπνούντων αὐτῷ, μεγάλην φιλοσοφίας διδασκαλίαν λαμβάνων ἀπῄει. Ὁρῶν γὰρ τὸν ἔκγονον τοῦ Σαοὺλ, τοῦ τοσαῦτακακὰ ἐργασαμένου τὸν Δαυῒδ, τοσαύτης ἀπολαύοντα παρ' αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, αἰσχυνόμενος καὶ ἐρυθριῶν πρὸς ἅπαντας τοὺς ἐχθροὺς ἐσπένδετο. Καίτοι εἰ καὶ ἑτέρωθεν αὐτῷ τροφὴν ἐπέταξε, καὶ σιτηρέσιον ὥρισε τεταγμένον πολὺ, μέγα ἦν· τὸ δὲ καὶ εἰς αὐτὴν αὐτὸν ἀγαγεῖν τὴν τράπεζαν ὑπερβολὴν ἔχει φιλοσοφίας. Ἴστε γὰρ δήπου, ὡς οὐ σφόδρα εὔπορον ἐχθρῶν παῖδας φιλεῖν. Τί λέγω φιλεῖν; Μὴ μισεῖν μὲν οὖν, μηδ' ἐλαύνειν. Πολλοὶ γοῦν καὶ τελευτησάντων τῶν ἐχθρῶν εἰς τοὺς παῖδας τοὺς ἐκείνων τὴν πρὸς ἐκείνους ἀφῆκαν ὀργήν. Ἀλλ' οὐχ ὁ γενναῖος οὗτος, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκείνου, τὴν περὶ ἐκείνου εὔνοιαν εἰς τοὺς παῖδας ἐνεδείξατο. Τί τῆς τραπέζης τῆς ἐκείνου ἁγιώτερον, ἣν ἐχθροῦ παῖδες ἐκύκλουν, καὶ ἐχθροῦ σφαγέως; τί τῆς εὐωχίας ἐκείνης πνευματικώτερον, ἐν ᾗ τοσαῦται ἔβρυον εὐλογίαι; Ἀγγέλου μᾶλλον, ἢ ἀνθρώπου συγκροτοῦντος ἦν. Τὸ γὰρ ἀσπάζεσθαι καὶ φιλεῖν τοὺς παῖδας τοῦ μυριάκις αὐτὸν ἀνελεῖν ἐπιχειρήσαντος, καὶ οὕτω τὴν ζωὴν καταλύσαντος, εἰς ἐκεῖνον αὐτὸν τελεῖν ποιεῖ τὸν χορόν. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, καὶ ζώντων καὶ τελευτώντων τῶν ἐχθρῶν τοὺς παῖδας θεραπεύων· ζώντων μὲν, ἵνα τῷ τρόπῳ τούτῳ καταλλάξῃς αὐτῶν τοὺς πατέρας· ἀπελθόντων δὲ τοὺς παῖδας θεραπεύων, ἵνα παρὰ τοῦ Θεοῦ πολλὴν ἐπισπάσῃ τὴν εὔνοιαν, καὶ μυρίους ἀναδήσῃ στεφάνους, καὶ μυρίας δέξῃ παρὰ πάντων εὐχὰς, οὐχὶ τῶν εὖ πασχόντων μόνον, ἀλλὰ καὶ τῶν ὁρώντων. Τοῦτό σοι κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν, καὶ μεγάλοι συνήγοροί σου εἰ εὐεργετηθέντες ἐχθροὶ κατὰ τὸν καιρὸν τῆς κρίσεως ἔσονται, καὶ πολλὰ διαλύσῃ τῶν ἁμαρτημάτων, καὶ ἀπαιτήσεις τὸν μισθόν. Κἂν μυρία πεπλημμεληκὼς ᾖς, τὴν εὐχὴν ἐκείνην προτεινόμενος τὴν λέγουσαν, Ἄφετε τοῖς ἐχθροῖς ὑμῶν, καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν, μετὰ πολλῆς τῆς παῤῥησίας τὴν ἄφεσιν λήψῃ τῶν ἡμαρτημένων ἁπάντων, καὶ ἐνταῦθα δὲ μετὰ χρηστῆς βιώσῃ τῆς ἐλπίδος, καὶ πάντας ἕξεις εὐνοϊκῶς πρὸς σὲ διακειμένους. Οἱ γὰρ ὁρῶντες ὅτι τοὺς ἐχθροὺς καὶ τοὺς ἐκείνων παῖδας οὕτω φιλεῖς, πῶς οὐχ αἱρήσονται φίλοι γενέσθαι καὶ ἐπιτήδειοι, καὶ πάνθ' ὑπὲρ σοῦ καὶ ποιῆσαι καὶ παθεῖν; Ὅταν οὖν τοσαύτης μὲν παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύῃς, οὕτω δὲ πάντας ἔχῃς τἀγαθά σοι συνευχομένους ἅπαντα, τίνος αἰσθήσῃ λυπηροῦ, τίνων δ' οὐ βιώσεις μακαριώτερον βίον; Ταῦτα μὴ ἐνταῦθα θαυμάζωμεν μόνον, ἀλλὰ καὶ ἐξελθόντες φυλάττωμεν, καὶ περιελθόντες, καὶ διερευνησάμενοι τοὺς ἐχθροὺς ἕκαστος τοὺς ἑαυτοῦ, καταλλάξωμεν ἡμῖν ἑαυτοῖς, καὶ φίλους ποιήσωμεν γνησίους. Κἂν ἀπολογήσασθαι δέῃ, καὶ συγγνώμην αἰτῆσαι παρ' ἐκείνων, μὴ παραιτώμεθα, κἂν αὐτοὶ ὦμεν ἠδικημένοι. Οὕτω μείζων ἡμῖν ὁ μισθὸς, οὕτω πλείων ἡ παῤῥησία, οὕτω τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα πάντως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note