Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De laudibus sancti Pauli apostoli
John ChrysostomApos 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Βούλεσθε τήμερον, ἀγαπητοί, παρέντες τὰ μεγάλα Παύλου καὶ θαυμαστά, ἃ
6.1.2
δοκεῖ παρά τισι λαβήν τινα ἔχειν, ταῦτα εἰς μέσον ἀγάγωμεν; καὶ γὰρ καὶ αὐτὰ ἐκείνων
6.1.3
ὀψόμεθα οὐκ ἔλαττον αὐτὸν ποιοῦντα λαμπρὸν καὶ μέγαν. Τί οὖν ἐστιν ὃ λαβὴν ἔχει;
6.1.4
Ὤφθη ποτέ, φησί, πληγὰς δεδοικώς· καὶ γὰρ ὤφθη, ὅτε αὐτὸν προέτειναν τοῖς ἱμᾶσι· καὶ
6.1.5
οὐ τότε μόνον, ἀλλὰ καὶ ἄλλοτε πάλιν ἐπὶ τῆς πορφυροπώλιδος, ὅτε καὶ πράγματα
6.1.6
παρέσχε τοῖς βουλομένοις αὐτὸν ἐξαγαγεῖν. Οὐδὲν γὰρ ἄλλο κατασκευάζων τοῦτο
6.1.7
ἐποίει ἢ ἀσφάλειαν ἑαυτῷ καὶ τὸ μὴ ταχέως τοῖς αὐτοῖς περιπεσεῖν. Τί οὖν ἂν εἴποιμεν;
6.1.8
Ὅτι οὐδὲν αὐτὸν οὕτω μέγαν δείκνυσι καὶ θαυμαστόν, ὡς ταῦτα τὰ εἰρημένα· οἷον ὅτι
6.1.9
ψυχὴν ἔχων τοιαύτην, οὐχὶ τολμηράν, οὐδὲ ἀπονενοημένην, καὶ σῶμα οὕτως εἶκον
6.1.10
πληγαῖς καὶ τρέμον μάστιγας, τῶν ἀσωμάτων δυνάμεων οὐκ ἔλαττον πάντων ὑπερεῖδε
6.1.11
τῶν δοκούντων εἶναι φοβερῶν, ἡνίκα ὁ καιρὸς τοῦτο ἀπῄτει. Ὅταν οὖν ἴδῃς αὐτὸν
6.1.12
ἀποτεινόμενον καὶ δεδοικότα, ἀναμνήσθητι τῶν ῥημάτων ἐκείνων, δι' ὧν ὑπερέβη τοὺς
6.1.13
οὐρανούς, καὶ πρὸς τοὺς ἀγγέλους ἡμιλλᾶτο, λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης
6.1.14
τοῦ Θεοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ κίνδυνος, ἢ μάχαιρα;
6.1.15
Ἀναμνήσθητι τῶν ῥημάτων ἐκείνων, δι' ὧν οὐδὲν ταῦτα εἶναί φησι, λέγων· Τὸ γὰρ
6.1.16
παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος
6.1.17
δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.
6.1.18
Πρόσθες τούτοις τὰς καθημερινὰς θλίψεις, τοὺς θανάτους τοὺς καθ' ἑκάστην ἡμέραν·
6.1.19
καὶ ταῦτα ἐννοήσας, καὶ Παῦλον θαύμαζε, καὶ σαυτοῦ μηκέτι ἀπογνῷς.
6.2.1
Αὐτὴ γὰρ ἡ δοκοῦσα τῆς φύσεως εἶναι ἀσθένεια, αὐτὴ μέγιστον δεῖγμα τῆς
6.2.2
ἀρετῆς ἐστι τῆς ἐκείνου, ὅτι οὐκ ἀπηλλαγμένος τῆς τῶν πολλῶν ἀνάγκης τοιοῦτος ἦν.
6.2.3
Ἐπειδὴ γὰρ ἡ τῶν κινδύνων ὑπερβολὴ πολλοῖς ἂν ταύτην παρέσχε τὴν ὑπόληψιν, καὶ
6.2.4
ὑποπτεύειν ἴσως ἐποίησεν ὅτι, ἀνώτερος τῶν ἀνθρωπίνων γενόμενος, τοιοῦτος ἦν· διὰ
6.2.5
ταῦτα συνεχωρεῖτο πάσχειν, ἵνα μάθῃς ὅτι εἷς τῶν πολλῶν ὢν κατὰ τὴν φύσιν, κατὰ
6.2.6
τὴν προθυμίαν οὐ μόνον ὑπὲρ τοὺς πολλοὺς ἦν, ἀλλὰ καὶ τῶν ἀγγέλων εἷς ἦν. Μετὰ
6.2.7
γὰρ τοιαύτης ψυχῆς καὶ τοιούτου σώματος τοὺς μυρίους ὑπέμενε θανάτους, καὶ
6.2.8
κατεφρόνει τῶν παρόντων, τῶν μελλόντων. Διὸ καὶ τὰ μεγάλα ἐκεῖνα καὶ πολλοῖς
6.2.9
ἄπιστα ἐφθέγξατο ῥήματα· Ὅτι ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν
6.2.10
μου, τῶν συγγενῶν μου κατὰ σάρκα.
6.3.1
Δυνατὸν γάρ, εἰ βουληθείημεν μόνον, πᾶσαν φύσεως ἀγωνίαν τῇ τῆς
6.3.2
προθυμίας νικῆσαι δυνάμει· καὶ οὐδέν ἐστιν ὅπερ ἀδύνατον ἀνθρώποις τῶν ὑπὸ
6.3.3
Χριστοῦ κελευσθέντων· ἂν γὰρ ὅσην ἔχωμεν προθυμίαν ταύτην ἐπιδῶμεν, καὶ ὁ Θεὸς
6.3.4
πολλὴν ἡμῖν συνεισάγει ῥοπήν, καὶ οὕτω πᾶσι τοῖς ἐπιοῦσι δεινοῖς ἀνάλωτοι
6.3.5
γενησόμεθα. Οὐδὲ γὰρ τὸ φοβεῖσθαι πληγὰς καταγνώσεως ἄξιον, ἀλλὰ τὸ διὰ τὸν φόβον
6.3.6
τῶν πληγῶν ἀνάξιόν τι τῆς εὐσεβείας ὑπομεῖναι, ὥστε τὸ δεδοικέναι πληγὰς τὸν ἐν τοῖς
6.3.7
ἀγῶσιν ἄληπτον θαυμαστότερον δείκνυσι τοῦ μὴ φοβουμένου. Μᾶλλον γὰρ ἡ
6.3.8
προαίρεσις οὕτω διαλάμπει· τὸ μὲν γὰρ φοβηθῆναι πληγάς, τῆς φύσεως· τὸ δὲ μηδὲν διὰ
6.3.9
τὸν φόβον τῶν πληγῶν ἀπρεπὲς ὑπομεῖναι, τῆς προαιρέσεως διορθουμένης τὸ τῆς
6.3.10
φύσεως ἐλάττωμα, καὶ κρατούσης τῆς ἀσθενείας ἐκείνης· ἐπεὶ οὐδὲ τὸ λυπεῖσθαι
6.3.11
ἔγκλημα, ἀλλὰ τὸ διὰ τὴν λύπην εἰπεῖν τι ἢ πρᾶξαι τῶν τῷ Θεῷ μὴ δοκούντων. Εἰ μὲν
6.3.12
γὰρ ἔλεγον ὅτι οὐκ ἦν ἄνθρωπος Παῦλος, καλῶς μοι τὰ τῆς φύσεως ἐλαττώματα εἰς
6.3.13
μέσον ἦγες, ὡς μέλλων ταύτῃ τὸν λόγον ἐλέγχειν· εἰ δὲ λέγω καὶ διαβεβαιοῦμαι ὅτι
6.3.14
ἄνθρωπος μὲν ἦν, καὶ ἡμῶν οὐδὲν ἀμείνων κατὰ τὴν φύσιν, βελτίων δὲ γέγονε κατὰ
6.3.15
τὴν προαίρεσιν, εἰκῇ μοι ταῦτα προφέρεις, μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ ὑπὲρ Παύλου. Καὶ
6.3.16
γὰρ δεικνύεις ἐντεῦθεν ἡλίκος ἐκεῖνος ἦν, ὡς ἐν τοιαύτῃ φύσει τὰ ὑπὲρ τὴν φύσιν
6.3.17
ἰσχῦσαι. Οὐκ ἐκεῖνον δὲ μόνον ἐπαίρεις, ἀλλὰ καὶ ἀπορράπτεις τῶν ἀναπεπτωκότων τὰ
6.3.18
στόματα, οὐκ ἀφιεὶς αὐτοὺς εἰς τὴν τῆς φύσεως ὑπεροχὴν καταφυγεῖν, ἀλλ' ὠθῶν
6.3.19
αὐτοὺς εἰς τὴν ἀπὸ προαιρέσεως σπουδήν.
6.4.1
Ἀλλὰ καὶ θάνατον, φησίν, ἔδεισέ ποτε; Καὶ γὰρ καὶ τοῦτο τῆς φύσεως. Ἀλλ'
6.4.2
ὅμως οὗτος αὐτὸς πάλιν ὁ θάνατον δεδοικὼς ἔλεγε· Καὶ γὰρ ἡμεῖς, οἱ ὄντες ἐν τῷ
6.4.3
σκήνει, στενάζομεν βαρούμενοι. Καὶ πάλιν· Ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Εἶδες
6.4.4
πῶς ἀντίρροπον τῆς φυσικῆς ἀσθενείας τὴν ἀπὸ προαιρέσεως εἰσήγαγε δύναμιν; Ἐπεὶ
6.4.5
καὶ μάρτυρες πολλοὶ πολλάκις ἀπάγεσθαι μέλλοντες ἐπὶ θανάτῳ ὠχρίασαν καὶ φόβου
6.4.6
καὶ ἀγωνίας ἐνεπλήσθησαν· ἀλλὰ καὶ διὰ τοῦτο μάλιστα θαυμαστοί, ὅτι καὶ οὗτοι
6.4.7
δεδοικότες θάνατον, οὐκ ἔφυγον θάνατον διὰ τὸν Ἰησοῦν. Οὕτω καὶ Παῦλος
6.4.8
φοβούμενος θάνατον, οὐδὲ γέενναν παραιτεῖται διὰ τὸν ποθούμενον Ἰησοῦν, καὶ
6.4.9
τρέμων τελευτήν, τὸ ἀναλῦσαι ἐπιζητεῖ. Οὐχ οὗτος δὲ μόνον τοιοῦτος ἦν, ἀλλὰ καὶ ὁ
6.4.10
κορυφαῖος αὐτῶν πολλάκις εἰπὼν ὅτι ἕτοιμός ἐστι τὴν ψυχὴν ἐπιδοῦναι, σφόδρα
6.4.11
ἐδεδοίκει θάνατον. Ἄκουσον γοῦν τί διαλεγόμενος αὐτῷ περὶ τούτου φησὶν ὁ Χριστός·
6.4.12
Ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις,
6.4.13
τὸ τῆς φύσεως ἐλάττωμα διηγούμενος, οὐ τὸ τῆς προαιρέσεως.
6.5.1
Ἡ γὰρ φύσις τὰ αὐτῆς καὶ ἀκόντων ἡμῶν ἐπιδείκνυται, καὶ κρατῆσαι τῶν
6.5.2
ἐλαττωμάτων ἐκείνων οὐκ ἔνι, οὐδὲ τὸν σφόδρα βουλόμενον καὶ σπουδάζοντα· οὐκοῦν
6.5.3
οὐδὲν ἐντεῦθεν παραβλαπτόμεθα, ἀλλὰ καὶ θαυμαζόμεθα μᾶλλον. Ποῖον γὰρ ἔγκλημα
6.5.4
φοβεῖσθαι θάνατον; ποῖον δὲ οὐκ ἐγκώμιον, φοβούμενον θάνατον μηδὲν διὰ τὸν φόβον
6.5.5
ἀνελεύθερον ὑπομεῖναι; Οὐ γὰρ τὸ φύσιν ἔχειν ἐλάττωμα ἔχουσαν, ἔγκλημα, ἀλλὰ τὸ
6.5.6
τοῖς ἐλαττώμασι δουλεύειν· ὡς ὅ γε τὴν παρ' αὐτῆς ἐπήρειαν τῇ τῆς προαιρέσεως
6.5.7
ἀνδρείᾳ διορθούμενος, μέγας καὶ θαυμαστός. Καὶ γὰρ ταύτῃ δείκνυσιν ὅσον ἐστὶ
6.5.8
προαιρέσεως ἰσχύς, καὶ ἐπιστομίζει τοὺς λέγοντας, διὰ τί μὴ φύσει γεγόναμεν καλοί; τί
6.5.9
γὰρ διαφέρει τοῦτο φύσει, ἢ προαιρέσει εἶναι; πόσῳ δὲ τοῦτο βέλτιον ἐκείνου; ὅσῳ καὶ
6.5.10
στεφάνους ἔχει, καὶ λαμπρὰν τὴν ἀνακήρυξιν.
6.6.1
Ἀλλὰ βέβαιον τὸ τῆς φύσεως; Ἀλλ' εἰ βούλει προαίρεσιν γενναίαν ἔχειν,
6.6.2
τοῦτο στερρότερον ἐκείνου γίνεται. Ἢ οὐχ ὁρᾷς τῶν μαρτύρων ξίφεσι τὰ σώματα
6.6.3
τεμνόμενα, καὶ τὴν μὲν φύσιν εἴκουσαν τῷ σιδήρῳ, τὴν δὲ προαίρεσιν οὐ
6.6.4
παραχωροῦσαν αὐτῷ, οὐδὲ ἐλεγχομένην; οὐκ εἶδες ἐπὶ τοῦ Ἀβραάμ, εἰπέ μοι, προαίρεσιν
6.6.5
φύσεως κρατήσασαν, ἡνίκα τὸν παῖδα σφαγιάσαι ἐκελεύσθη, καὶ ταύτην ἐκείνης
6.6.6
δυνατωτέραν φανεῖσαν; οὐκ εἶδες ἐπὶ τῶν τριῶν παίδων τὸ αὐτὸ τοῦτο συμβάν; οὐκ
6.6.7
ἀκούεις καὶ τῆς ἔξωθεν παροιμίας λεγούσης, ὅτι δευτέρα φύσις ἡ προαίρεσις γίνεται ἐκ
6.6.8
συνηθείας; Ἐγὼ δὲ φαίην ἂν ὅτι καὶ προτέρα, καθὼς τὰ προειρημένα ἀπέδειξεν. Ὁρᾷς
6.6.9
ὅτι δυνατὸν καὶ τὴν ἀπὸ τῆς φύσεως ἔχειν στερρότητα, ἐὰν προαίρεσις ᾖ γενναία καὶ
6.6.10
διεγηγερμένη, καὶ πλείονα καρποῦσθαι τὸν ἔπαινον τόν γε ἑλόμενον καὶ βουληθέντα, ἢ
6.6.11
ἀναγκασθέντα καλὸν εἶναι;
6.7.1
Τοῦτό ἐστι μάλιστα καλόν, ὡς ὅταν λέγῃ· Ὑπωπιάζω μου τὸ σῶμα καὶ
6.7.2
δουλαγωγῶ. Τότε μάλιστα ἐγὼ αὐτὸν ἐπαινῶ, ὁρῶν οὐκ ἀπονητὶ τὴν ἀρετὴν
6.7.3
κατορθοῦντα, ὥστε μὴ εἶναι τοῖς μετὰ ταῦτα ῥᾳθυμίας ὑπόθεσιν τὴν εὐκολίαν τὴν
6.7.4
ἐκείνου. Καὶ ὅταν λέγῃ πάλιν· Τῷ κόσμῳ ἐσταύρωμαι, τὴν προαίρεσιν αὐτοῦ στεφανῶ.
6.7.5
Ἔνι γάρ, ἔνι φύσεως ἰσχὺν προαιρέσεως ἀκριβείᾳ μιμήσασθαι· κἂν εἰς μέσον ἀγάγωμεν
6.7.6
τοῦτον αὐτὸν τὸν ἀνδριάντα τῆς ἀρετῆς, εὑρήσομεν ὅτι τὰ ἐκ προαιρέσεως αὐτῷ
6.7.7
προσόντα καλά, εἰς φύσεως στερρότητα ἐφιλονείκησεν ἐξενεγκεῖν.
6.8.1
Ἤλγει μὲν γὰρ τυπτόμενος, τῶν δὲ ἀσωμάτων δυνάμεων τῶν οὐκ ἀλγουσῶν
6.8.2
οὐχ ἧττον αὐτῶν κατεφρόνει, ὡς ἔστιν ἀκοῦσαι τῶν ῥημάτων αὐτοῦ, ἃ μηδὲ τῆς
6.8.3
φύσεως αὐτὸν ποιεῖ νομίζεσθαι τῆς ἡμετέρας. Ὅταν γὰρ λέγῃ· Ἐμοὶ κόσμος ἐσταύρωται,
6.8.4
κἀγὼ τῷ κόσμῳ, καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, τί ἄλλο ἐστὶν
6.8.5
εἰπεῖν, ἢ ὅτι καὶ ἐξ αὐτοῦ μετέστη τοῦ σώματος; τί δέ, ὅταν λέγῃ· Ἐδόθη μοι σκόλοψ τῇ
6.8.6
σαρκί, ἄγγελος σατᾶν; τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν, ἢ δεῖξαι μέχρι τοῦ σώματος
6.8.7
ἱστάμενον τὸν πόνον· οὐκ ἐπειδὴ ἔνδον οὐ διέβαινεν, ἀλλ' ἐπειδὴ τῇ περιουσίᾳ τῆς
6.8.8
προαιρέσεως αὐτὸν διεκρούετο καὶ ἐξώθει. Τί δέ, ὅταν ἕτερα πολλὰ τούτων
6.8.9
θαυμαστότερα λέγῃ, καὶ χαίρῃ μαστιζόμενος, καὶ καυχᾶται ἐπὶ ταῖς ἁλύσεσι; Τί ἂν ἄλλο
6.8.10
τις εἴποι, ἢ τοῦτο ὅπερ ἔφην, ὅτι τὸ λέγειν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, καὶ
6.8.11
φοβοῦμαι μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι, τὸ ἀσθενὲς τῆς φύσεως
6.8.12
δείκνυσι, διὰ δὲ τούτων, ὧν εἶπον, τὴν εὐγένειαν τῆς προαιρέσεως;
6.9.1
Διὰ γὰρ τοῦτο ἀμφότερα κεῖται, ἵνα μήτε διὰ τὰ μεγάλα ἐκεῖνα ἑτέρας αὐτὸν
6.9.2
εἶναι νομίσῃς φύσεως καὶ ἀπογνῷς, μήτε διὰ τὰ μικρὰ ταῦτα καταγνῷς τῆς ἁγίας ψυχῆς,
6.9.3
ἀλλὰ κἀντεῦθεν πάλιν τὴν ἀπόγνωσιν ἐκβαλών, εἰς χρηστὰς σαυτὸν ἀγάγῃς ἐλπίδας.
6.9.4
Διὰ τοῦτο τίθησι πάλιν καὶ τὸ τῆς χάριτος τοῦ Θεοῦ μεθ' ὑπερβολῆς, μᾶλλον δὲ οὐ μεθ'
6.9.5
ὑπερβολῆς, ἀλλὰ μετὰ εὐγνωμοσύνης, ἵνα μηδὲν αὐτοῦ νομίσῃς εἶναι. Λέγει δὲ καὶ τὰ
6.9.6
τῆς αὐτοῦ προθυμίας, ἵνα μὴ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, διάγῃς καθεύδων καὶ ῥέγχων.
6.9.7
Καὶ πάντων μέτρα καὶ κανόνας εὑρήσεις παρ' αὐτῷ μετὰ ἀκριβείας κειμένους.
6.10.1
Ἀλλὰ καὶ ἐπηράσατο τῷ χαλκεῖ, φησίν, Ἀλεξάνδρῳ ποτέ. Καὶ τί τοῦτο; Οὐ
6.10.2
γὰρ θυμοῦ τὸ ῥῆμα ἦν, ἀλλ' ὀδύνης τῆς ὑπὲρ τῆς ἀληθείας· οὐ γὰρ δι' ἑαυτὸν ἤλγει, ἀλλ'
6.10.3
ὅτι ἀνθίστατο τῷ κηρύγματι· Λίαν γὰρ ἀνθίσταται, φησίν, οὐχὶ ἐμοί, ἀλλὰ τοῖς
6.10.4
ἡμετέροις λόγοις· ὥστε ἡ ἀρὰ οὐ μόνον τὸν τούτου πόθον ἐδείκνυε τὸν ὑπὲρ τῆς
6.10.5
ἀληθείας, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο. Ἐπειδὴ γὰρ πάντας εἰκὸς ἦν
6.10.6
σκανδαλίζεσθαι, τῶν ἐπηρεαζόντων τῷ λόγῳ οὐδὲν πασχόντων, διὰ τοῦτο ταῦτά φησιν.
6.10.7
Ἀλλὰ καὶ κατηύξατό ποτε ἑτέρων τινῶν, λέγων· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι
6.10.8
τοῖς θλίβουσιν ἡμᾶς θλῖψιν· οὐκ ἐκείνους ἐπιθυμῶν δίκην δοῦναι, μὴ γένοιτο, ἀλλὰ
6.10.9
τοὺς ἐπηρεαζομένους σπεύδων παραμυθήσασθαι· διὸ καὶ ἐπάγει· Αὐτοῖς τοῖς
6.10.10
θλιβομένοις ἄνεσιν. Ἐπεὶ ὅταν αὐτός τι πάσχῃ ἀηδές, ἄκουσον πῶς φιλοσοφεῖ, καὶ τοῖς
6.10.11
ἐναντίοις ἀμείβεται, λέγων· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
6.10.12
βλασφημούμενοι παρακαλοῦμεν. Εἰ δὲ τὰ ὑπὲρ τῶν ἄλλων λεγόμενα ἢ γινόμενα ὀργῆς
6.10.13
εἶναι φαίης, ὥρα σοι καὶ τὸν Ἐλύμαν ἐξ ὀργῆς αὐτὸν πεπηρωκέναι καὶ ὑβρικέναι, καὶ
6.10.14
τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν τὸν Πέτρον ἐξ ὀργῆς ἀπεκτονέναι. Ἀλλ' οὐδεὶς οὕτως
6.10.15
ἀνόητος καὶ ἠλίθιος ὡς ταῦτα εἰπεῖν. Καὶ ἕτερα δὲ πολλὰ εὑρίσκομεν αὐτὸν καὶ λέγοντα
6.10.16
καὶ ποιοῦντα, δοκοῦντα εἶναι φορτικά, καὶ ταῦτα μάλιστά ἐστιν, ἃ τὴν ἐπιείκειαν αὐτοῦ
6.10.17
δείκνυσι. Καὶ γὰρ ὅταν τῷ σατανᾷ παραδῷ τὸν ἐν Κορίνθῳ πεπορνευκότα, ἐξ ἀγάπης
6.10.18
αὐτὸ πολλῆς ποιεῖ καὶ φιλοστόργου διανοίας· καὶ τοῦτο δείκνυσι καὶ ἐκ τῆς δευτέρας
6.10.19
ἐπιστολῆς. Καὶ ὅταν Ἰουδαίοις ἀπειλῇ καὶ λέγῃ· Ἔφθασεν αὐτοὺς ἡ ὀργὴ εἰς τέλος, οὐ
6.10.20
θυμοῦ πληρούμενος αὐτὸ ποιεῖ,– ἀκούεις γοῦν αὐτοῦ συνεχῶς ὑπὲρ αὐτῶν εὐχομένου–,
6.10.21
ἀλλὰ βουλόμενος φοβῆσαι καὶ σωφρονεστέρους ἐργάσασθαι.
6.11.1
Ἀλλὰ τὸν ἱερέα, φησίν, ὕβρισε, λέγων· Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε
6.11.2
κεκονιαμένε. Καὶ οἶδα μὲν ὅτι τινὲς πρὸς τοῦτο ἀπολογούμενοι, προφητείαν εἶναί φασι
6.11.3
τὸ εἰρημένον. Καὶ οὐκ ἐγκαλῶ τοῖς λέγουσι· καὶ γὰρ συνέβη τοῦτο, καὶ οὕτως
6.11.4
ἐτελεύτησεν. Εἰ δέ τις δριμύτερος ὢν ἐχθρὸς ἀντιλέγοι, καὶ περιεργότερόν τι ποιῶν
6.11.5
ἀνθυποφέροι λέγων· καὶ εἰ προφητεία ἦν, τίνος ἕνεκεν ἀπελογεῖτο λέγων· Οὐκ ᾔδειν
6.11.6
ὅτι ἀρχιερεύς ἐστι; τοῦτο ἂν εἴποιμεν ὅτι τοὺς ἄλλους παιδεύων καὶ νουθετῶν πρὸς
6.11.7
τοὺς ἄρχοντας ἐπιεικῶς διακεῖσθαι, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίει. Μυρία γὰρ ῥητὰ καὶ
6.11.8
ἄρρητα περὶ τῶν γραμματέων εἰπὼν καὶ Φαρισαίων, φησίν· Ἐπὶ τῆς καθέδρας Μωϋσέως
6.11.9
ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν,
6.11.10
ποιεῖτε. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ Παῦλος, ὁμοῦ καὶ τὸ ἀξίωμα διετήρησε, καὶ τὸ μέλλον
6.11.11
ἔσεσθαι προανεφώνησεν.
6.12.1
Εἰ δὲ καὶ τὸν Ἰωάννην ἀπέτεμε, καὶ τοῦτο ἀξίως τῆς ὑπὲρ τοῦ κηρύγματος
6.12.2
προνοίας. Τὸν γὰρ τὴν διακονίαν ταύτην ἐγκεχειρισμένον, οὐχὶ χαῦνόν τινα εἶναι χρή,
6.12.3
οὐδὲ ἀναπεπτωκότα, ἀλλὰ ἀνδρεῖον καὶ εὔτονον, μηδὲ ἅπτεσθαι τῆς καλῆς πραγματείας
6.12.4
ταύτης, εἰ μὴ μέλλοι μυριάκις ἀντεπιδιδόναι τὴν ἑαυτοῦ ψυχὴν εἰς θάνατον καὶ
6.12.5
κινδύνους, καθὼς καὶ αὐτός φησιν ὁ Χριστός· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,
6.12.6
ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὁ γὰρ μὴ
6.12.7
οὕτω διακείμενος πολλοὺς καὶ ἑτέρους προδίδωσι, καὶ μᾶλλον ἡσυχάζων ὠφελεῖ καθ'
6.12.8
ἑαυτὸν ὤν, ἢ παριὼν εἰς μέσον, καὶ φορτίον δεχόμενος τῆς δυνάμεως ἑαυτοῦ μεῖζον·
6.12.9
καὶ γὰρ καὶ ἑαυτὸν καὶ τοὺς ἐμπιστευθέντας προσαπολλύει. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μέν
6.12.10
τις κυβερνητικὴν ἀγνοεῖ, καὶ τὴν πρὸς τὰ κύματα μάχην, μηδὲ μυρίων ἀναγκαζόντων
6.12.11
ἑλέσθαι ἐπὶ τῶν οἰάκων καθίσαι, τὸν δὲ ἐπὶ τὸ κήρυγμα ἰόντα, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπὶ
6.12.12
τοῦτο χωρεῖν, καὶ ἀπερισκέπτως καταδέχεσθαι πρᾶγμα μυρίων θανάτων πρόξενον; Οὔτε
6.12.13
γὰρ κυβερνήτην, οὔτε τὸν πρὸς τὰ θηρία πυκτεύοντα, οὐ τὸν μονομαχεῖν ἑλόμενον, οὐκ
6.12.14
ἄλλον οὐδένα οὕτω πρὸς θανάτους καὶ σφαγὰς παρατεταγμένην ἔχειν δεῖ τὴν ψυχήν,
6.12.15
ὡς τὸν τὸ κήρυγμα ἀναδεχόμενον. Καὶ γὰρ οἱ κίνδυνοι μείζους, καὶ οἱ ἀντίπαλοι
6.12.16
χαλεπώτεροι, καὶ τὸ οὕτω σφαγῆναι, οὐ περὶ τῶν τυχόντων. Οὐρανὸς γὰρ τὸ ἔπαθλον
6.12.17
κεῖται, καὶ γέεννα τοῖς ἁμαρτάνουσι τὸ ἐπιτίμιον, καὶ ψυχῆς ἀπώλεια καὶ σωτηρία. Οὐ
6.12.18
τὸν τὸ κήρυγμα δὲ μόνον ἀναδεχόμενον οὕτω παρατετάχθαι δεῖ, ἀλλὰ καὶ ἁπλῶς τὸν
6.12.19
πιστόν· ἅπασι γὰρ παρακελεύεται τὸν σταυρὸν αἴρειν καὶ ἀκολουθεῖν· εἰ δὲ πᾶσι, πολλῷ
6.12.20
μᾶλλον τοῖς διδασκάλοις καὶ ποιμέσιν, ὧν καὶ Ἰωάννης ἦν τότε, ὁ καὶ Μάρκος
6.12.21
λεγόμενος. Διὸ καὶ δικαίως ἐξετέμνετο, ὅτι ἐν αὐτῷ τάξας ἑαυτὸν τῷ μετώπῳ τῆς
6.12.22
φάλαγγος, σφόδρα ἀνάνδρως εἱστήκει· διὸ καὶ ἀπέστησεν αὐτὸν ὁ Παῦλος, ὥστε μὴ τὴν
6.12.23
ἐκείνου νωθείαν τῶν τόνων αὐτῶν τὸν δρόμον ἐκκόψαι.
6.13.1
Εἰ δὲ λέγοι Λουκᾶς, ὅτι ἐγένετο παροξυσμὸς μεταξὺ αὐτῶν, μὴ τοῦτο
6.13.2
ἔγκλημα εἶναι νόμιζε. Οὐ γὰρ τὸ παροξυνθῆναι χαλεπόν, ἀλλὰ τὸ ἀλόγως καὶ ἐπ' οὐδενὶ
6.13.3
δικαίῳ. Θυμὸς γὰρ ἄδικος, φησίν, οὐκ ἀθωωθήσεται· οὐχ ἁπλῶς θυμός, ἀλλὰ ὁ ἄδικος.
6.13.4
Καὶ ὁ Χριστὸς πάλιν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ· οὐχ ἁπλῶς ὀργιζόμενος.
6.13.5
Καὶ ὁ προφήτης δέ φησιν· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Εἰ γὰρ μὴ δεῖ κεχρῆσθαι τῷ
6.13.6
πάθει, μηδὲ καιροῦ καλοῦντος, εἰκῆ καὶ μάτην ἡμῖν ἔγκειται· ἀλλ' οὐκ εἰκῇ. Διὸ καὶ ὁ
6.13.7
δημιουργὸς τοῦτο κατεφύτευσε πρὸς διόρθωσιν τῶν ἁμαρτανόντων, ἵνα διεγείρῃ τὸ
6.13.8
νωθρὸν τῆς ψυχῆς καὶ παρειμένον, ἵνα ἀφυπνίζῃ τὸν καθεύδοντα καὶ διαλελυμένον,
6.13.9
καθάπερ στόμωμα σιδήρῳ, οὕτω τὸ τῆς ὀργῆς εὔτονον ἐνθεὶς ἡμῶν τῇ διανοίᾳ, ἵνα
6.13.10
αὐτῷ χρησώμεθα εἰς δέον. Διὰ τοῦτο καὶ ὁ Παῦλος πολλάκις αὐτῷ ἐκέχρητο, καὶ
6.13.11
ποθεινότερος μᾶλλον τῶν μετὰ ἐπιεικείας διαλεγομένων ἦν ὀργιζόμενος, πάντα μετὰ
6.13.12
τοῦ προσήκοντος καιροῦ ποιῶν ὑπὲρ τοῦ κηρύγματος. Οὐδὲ γὰρ ἐπιείκεια ἁπλῶς καλόν,
6.13.13
ἀλλ' ὅταν ὁ καιρὸς ἀπαιτῇ· ὡς, ἐὰν τοῦτο μὴ προσῇ, καὶ ἐκείνη νωθεία, καὶ ἡ ὀργὴ
6.13.14
θρασύτης γίνεται.
6.14.1
Ταῦτα δὲ πάντα οὐχ ὑπὲρ Παύλου ἀπολογούμενος εἶπον· οὐδὲ γὰρ δεῖται τῆς
6.14.2
ἡμετέρας γλώττης· ὁ γὰρ ἔπαινος αὐτοῦ οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· ἀλλ' ἵνα
6.14.3
παιδεύσωμεν τοὺς ἀκροατὰς εἰς δέον ἅπασι κεχρῆσθαι, καθάπερ καὶ ἔμπροσθεν εἶπον.
6.14.4
Οὕτω γὰρ δυνησόμεθα πάντοθεν κερδαίνειν, καὶ μετὰ πολλῆς τῆς εὐπορίας εἰς τὸν
6.14.5
ἀκύμαντον λιμένα καταπλεῖν, καὶ τῶν ἀκηράτων ἐπιτυχεῖν στεφάνων, ὧν γένοιτο
6.14.6
πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
6.14.7
ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6.14.8
7. t Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος ζʹ

Intertext edge

Open linked passage

Note