De Maccabeis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ὡς φαιδρὰ καὶ περιχαρὴς ἡμῖν ἡ πόλις, καὶ τοῦ παντὸς ἐνιαυτοῦ λαμπροτέρα ἡ σήμερον ἡμέρα, οὐ τοῦ ἡλίου φανερωτέραν ἀκτῖνα τῆς εἰωθυίας πρὸς τὴν γῆν ἀφιέντος σήμερον, ἀλλὰ τοῦ φωτὸς τῶν ἁγίων μαρτύρων ὑπὲρ ἀστραπὴν ἅπασαν τὴν πόλιν ἡμῖν καταυγάσαντος· μυρίων γὰρ ἡλίων οὗτοι λαμπρότεροι, καὶ τῶν μεγάλων φωστήρων φανότεροι. Διὰ τούτους σεμνοτέρα τοῦ οὐρανοῦ σήμερον ἡ γῆ. Μὴ γάρ μοι τὴν κόνιν εἴπῃς, μηδὲ τὴν τέφραν λογίζου, μηδὲ τὰ χρόνῳ δαπανηθέντα ὀστᾶ, ἀλλ' ἄνοιξον τῆς πίστεως τοὺς ὀφθαλμοὺς, καὶ βλέπε παρακαθημένην αὐτοῖς τοῦ Θεοῦ τὴν δύναμιν, περιβεβλημένην αὐτοῖς τοῦ Πνεύματος τὴν χάριν, περιστέλλουσαν αὐτοὺς τοῦ οὐρανίου φωτὸς τὴν δόξαν. Οὐ τοιαῦται ἐξ ἡλιακοῦ κύκλου πρὸς τὴν γῆν ἀκτῖνες ἀφίενται, οἷαι μαρμαρυγαὶ καὶ λαμπηδόνες ἐκ τῶν σωμάτων ἐξαλλόμεναι τούτων αὐτὰς ἀποτυφλοῦσι τοῦ διαβόλου τὰς ὄψεις. Καθάπερ γὰρ λῄσταρχοι καὶ τυμβωρύχοι ἐπειδὰν ἴδωσιν ὅπλα που κείμενα βασιλικὰ, θώρακα, καὶ ἀσπίδα, καὶ κράνος, χρυσῷ πάντα καταλαμπόμενα, ἀποπηδῶσιν εὐθέως, καὶ οὐδὲ προσελθεῖν, οὐδὲ ἅψασθαι τολμῶσι μέγαν ὑφορώμενοι κίνδυνον, εἴ τι τον τολμήσαιεν· οὕτω δὴ καὶ οἱ δαίμονες οἱ ἀληθινοὶ λῄσταρχοι, ὅπουπερ ἂν ἴδωσι μαρτύρων σώματα κείμενα, δραπετεύουσι, καὶ ἀποπηδῶσιν εὐθέως. Οὐ γὰρ πρὸς τὴν φύσιν αὐτῶν βλέπουσι τὴν τέως θνητὴν, ἀλλὰ πρὸς τὴν ἀπόῤῥητον ἀξίαν τοῦ φορήσαντος αὐτὰ Χριστοῦ. Ταῦτα γὰρ τὰ ὅπλα οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ ἐνεδύσατο δύναμις, ἀλλ' αὐτὸς ὁ τῶν ἀγγέλων Δεσπότης. Καὶ καθάπερ ὁ Παῦλος ἐβόα λέγων· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; οὕτω καὶ οὗτοι δύνανται βοᾷν καὶ λέγειν· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἡμῖν ἀγνωνισαμένου Χριστοῦ; Τίμια γὰρ τὰ σώματα, ἐπειδὴ πληγὰς ἐδέξαντο ὑπὲρ τοῦ ἰδίου Δεσπότου, ἐπειδὴ στίγματα βαστάζουσι διὰ τὸν Χριστόν. Καὶ καθάπερ στέφανος βασιλικὸς λίθοις ποικίλοις πάντοθεν καλλωπιζόμενος μαρμαρυγὰς διαφόρους ἀφίησιν, οὕτω δὴ καὶ τὰ σώματα τῶν ἁγίων μαρτύρων, ὥσπερ λίθοις τιμίοις τοῖς ὑπὲρ τοῦ Χριστοῦ τραύμασι κατεστιγμένα, παντὸς διαδήματος βασιλικοῦ τιμιώτερα καὶ σεμνότερα φαίνεται. Οἱ μὲν οὖν ἔξωθεν ἀγωνοθέται ἀγῶνας τιθέντες μεγίστην φιλοτιμίαν εἶναι νομίζουσιν, ὅταν νέους ἀθλητὰς καὶ σφριγῶντας εἰς τὰ σκάμματα καὶ τοὺς ἀγῶνας εἰσάγωσιν, ὥστε πρὸ τῆς ἐν τοῖς παλαίσμασιν ἐπιδείξεως, ἀπὸ τῆς τῶν μελῶν εὐεξίας θαῦμα παρασχεῖν τοῖς θεαταῖς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πᾶν τοὐναντίον. Ἀγῶνα γὰρ τιθεὶς ὁ Χριστὸς οὐ τοιοῦτον οἷον ἐκεῖνοι, ἀλλὰ φρικτὸν καὶ φόβου γέμοντα· οὐ γὰρ ἀνθρώπων πρὸς ἀνθρώπους ἡ πάλη, ἀλλ' ἀνθρώπων πρὸς δαίμονας ἡ μάχη· τοιοῦτον τοίνυν ἀγῶνα τιθεὶς ἡμῖν, οὐ νέους ἀθλητὰς καὶ γῶντας πρὸς τὰ παλαίσματα ἤγαγεν, ἀλλὰ μειράκια κομιδῇ, καὶ μετ' ἐκείνων γέροντα, τὸν Ἐλεάζαρον, καὶ πρὸς τούτοις γυναῖκα γεγηρακυῖαν, τὴν μητέρα τῶν μειρακίων. Τί ποτε τοῦτο ἄρα ἐστὶ, Δέσποτα; τὴν ἄχρηστον ἡλικίαν πρὸς τὰ ἀγωνίσματα εἰς τὰ σκάμματα ἄγεις; τίς ἤκουσε γυναῖκα ἀγωνιζομένην ποτὲ ἐν γήρᾳ τοσούτῳ; Οὐδεὶς ἤκουσεν· ἀλλ' ἐγὼ τὸ παράδοξον τοῦτο, φησὶ, καὶ καινὸν καὶ οὔτε ἀκοῇ ποτε παραδεχθὲν διὰ τῶν ἔργων αὐτῶν πιστώσομαι. Οὐ γὰρ τοιοῦτος ἀγωνοθέτης ἐγὼ, ὡς τῇ τῶν ἀγωνιζομένων δυνάμει τὸ πᾶν ἐπιτρέπειν· ἀλλὰ παρίσταμαι, καὶ βοηθῶ, καὶ χεῖρα ὀρέγω τοῖς ἐμοῖς ἀθληταῖς, καὶ τῶν κατορθουμένων τὸ πλέον αὐτοῖς ἐκ τῆς ἐμῆς γίνεται προστασίας. Ὅταν οὖν ἴδῃς γυναῖκα ὑπότρομον, γεγηρακυῖαν, βακτηρίας δεομένην, εἰς ἀγῶνα εἰσιοῦσαν, καὶ καταλύουσαν τυράννου μανίαν, περιγινομένην ἀσωμάτων δυνάμεων, κρατοῦσαν τοῦ διαβόλου ῥᾳδίως, συγκόπτουσαν αὐτοῦ τὴν ἕξιν μετ' ἐξουσίας πολλῆς, θαύμασον τοῦ ἀγωνοθέτου τὴν χάριν, ἐκπλάγηθι τοῦ Χριστοῦ τὴν δύναμιν. Οὐ σφριγῶσι κατὰ τὴν σάρκα οἱ ἀθληταὶ, ἀλλὰ σφριγῶσι κατὰ τὴν πίστιν· ἀσθενὴς αὐτῶν ἡ φύσις, ἀλλὰ δυνατὴ ἡ ἀλείψασα αὐτοὺς χάρις· παραλέλυται τὰ σώματα τῷ γήρᾳ, ἀλλὰ συγκεκρότηται τὰ φρονήματα τῷ πόθῳ τῆς εὐσεβείας. Οὐκ ἔστιν αἰσθητὸς ὁ ἀγών· μὴ τοίνυν ἔξωθεν καταμάθῃς τοὺς ἀθλητὰς, ἀλλ' εἴσελθε τῷ λογισμῷ πρὸς τὴν τῆς ψυχῆς αὐτῶν εὐεξίαν· κατάμαθε τῆς πίστεως αὐτῶν τὴν ἰσχὺν, ἵνα μάθῃς ὅτι ὁ δαίμοσι πυκτεύων οὐ σώματος ἰσχυρᾶς δεῖται περιβολῆς, οὐδὲ ἡλικίας ἀκμαζούσης, ἀλλὰ κἂν κομιδῇ νέος ᾖ, κἂν εἰς ἔσχατον γῆρας ἐληλακὼς, ψυχὴν δὲ ἔχῃ γενναίαν καὶ ἐῤῥωμένην, οὐδὲν ἀπὸ τῆς ἡλικίας εἰς τὰ ἀγωνίσματα παραβλάπτεται.
1.2.1
Καὶ τί λέγω γέροντα καὶ νέον, ὅπου γε καὶ γυναῖκες πρὸς ταῦτα ἀπεδύσαντο τὰ παλαίσματα, καὶ λαμπροὺς ἀνεδήσαντο τοὺς στεφάνους; Οἱ μὲν γὰρ ἔξωθεν ἀγῶνες καὶ ἡλικίαν, καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυτέροις, καὶ μειρακίοις τὴν πρὸς αὐτοὺς εἴσοδον ἀποκλείουσιν, ἐνταῦθα δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλικίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμενον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται. Ὅταν γὰρ παιδία καὶ γέροντες τὰ ὑπὲρ τὴν φύσιν ἰσχύωσι, διὰ πάντων λαμπρῶς ἡ τοῦ δι' αὐτῶν ἐνεργοῦντος Θεοῦ διαφαίνεται χάρις. Καὶ ἵνα μάθῃς ὅτι ἡ ἀσθένεια τῶν ἀθλητῶν, αὕτη ἡ ἔξωθεν, λαμπροτέρους ποιεῖ γενέσθαι τοὺς στεφανίτας, φέρε δὴ, τὸν γέροντα καὶ τὰ παιδία ἀφέντες τὴν ἀσθενεστέραν αὐτῶν παραγάγωμεν εἰς μέσον, τὴν γυναῖκα, τὴν γεγηρακυῖαν, τὴν ἑπτὰ παίδων μητέρα· καὶ γὰρ αἱ ὠδῖνες οὐ μικρὸν κώλυμα τῶν παλαισμάτων τούτων εἰσί. Τί οὖν αὐτῆς πρότερον θαυμάσαι ἄξιον; τὸ τῆς φύσεως ἀσθενὲς, ἢ τὸ τῆς ἡλικίας ὥριμον, ἢ τὸ τῆς συμπαθείας εὐεπηρέαστον; Μεγάλα μὲν γὰρ καὶ ταῦτα κωλύματα πρὸς τὸν τοσαύτης καρτερίας δεόμενον δρόμον. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω τούτων μεῖζον εἰπεῖν, δι' οὗ καὶ τὴν ἀνδρείαν τῆςγυναικὸς καὶ τὴν τοῦ διαβόλου κακουργίαν ἅπασαν κατοψόμεθα. Τί δὲ τοῦτό ἐστι; Σκόπει μιαροῦ δαίμονος πονηρίαν· οὐ πρώτην αὐτὴν εἵλκυσεν εἰς τὰ σκάμματα, ἀλλὰ μετὰ τοὺς παῖδας ἤγαγε πρὸς τὰ παλαίσματα. Τί δήποτε; Ἵνα ταῖς τῶν ἑπτὰ παίδων βασάνοις προκαταβαλὼν αὐτῆς τὸ φρόνημα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας μαλάξας, διὰ τῆς τῶν γινομένων θέας προδαπανηθείσης αὐτῇ τῆς ἰσχύος ἐν ταῖς τῶν ἐγγόνων κολάσεσιν, ἀσθενεστέρᾳ λοιπὸν γενομένῃ ῥᾳδίως ἐπιθῆται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι ἐκεῖνοι τὰς βασάνους ἐδέχοντο, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι αὐτὴ καθ' ἕκαστον αὐτῶν χαλεπωτέρας ὑπέμενε τὰς ὀδύνας, καὶ καθ' ἕκαστον αὐτῶν ἀπεσφάττετο. Καὶ τὸ λεγόμενον τοῦτο ἴσασι καλῶς, ὅσαι πεῖραν ὠδίνων ἔλαβον γυναῖκες, καὶ μητέρες ἐγένοντο. Πολλάκις γοῦν ὁρῶσα μήτηρ παιδίον πυρετῷ φλεγόμενον, πάντα ἂν ἕλοιτο παθεῖν, ὥστε ἀπὸ τοῦ σώματος ἐκείνου πρὸς ἑαυτὴν μεταγαγεῖν τὸ πῦρ τοῦ νοσήματος· οὕτω τῶν οἰκείων κακῶν τὰς τῶν παίδων συμφορὰς ἀφορητοτέρας αἱ μητέρες εἶναι νομίζουσιν. Εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἀληθὲς, χαλεπώτερον τῶν παιδίων ἐν ταῖς τῶν παιδίων βασάνοις ἐκολάζετο ἡ μήτηρ, καὶ μεῖζον τὸ μαρτύριον ἐν τῇ μητρὶ ἢ ἐν τοῖς παιδίοις ἐγίνετο. Εἰ γὰρ ἑνὸς παιδίου νόσος ἀκουομένη μόνον διαταράττει τὰ σπλάγχνα τῆς τεκούσης, οὐχ ἑνὸς παιδίου, ἀλλὰ τοσούτου χοροῦ παίδων ἀναιρουμένου, οὐκ ἀκοῇ δεχομένη τὰ παθήματα, ἀλλ' ὄψει παραλαμβάνουσα τὰ γινόμενα, τί οὐκ ἂν ἔπαθε; πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ ἕκαστον αὐτῶν ὁρῶσα διαφόροις τισὶ καὶ φρικταῖς τιμωρίαις κατὰ μικρὸν ἀναιρούμενον; πῶς οὐκ ἀπεῤῥάγη τοῦ σώματος ἡ ψυχή; πῶς οὐκ ἀπὸ τῆς πρώτης ὄψεως ἐπὶ τὴν πυρὰν ἐπεπήδησεν ἀπαλλάττουσα ἑαυτὴν τῆς λοιπῆς θεωρίας; Εἰ γὰρ καὶ φιλόσοφος ἦν, ἀλλὰ μήτηρ· εἰ καὶ θεοφιλὴς, ἀλλὰ καὶ σάρκα περιέκειτο· εἰ καὶ πρόθυμος ἦν, ἀλλὰ καὶ γυναικείας μετεῖχε φύσεως· εἰ καὶ τῷ ζήλῳ τῆς εὐσεβείας ἔζεεν, ἀλλὰ καὶ τῷ δεσμῷ τῶν ὠδίνων κατείχετο. Εἰ γὰρ ἡμεῖς ἄνδρες ὄντες κατάδικον πολλάκις ὁρῶντες διὰ τῆς ἀγορᾶς ἀγόμενον τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα, καίτοι ἱκανὴν ἔχοντες παραμυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδεδικασμένου τὴν πονηρίαν· τί παθεῖν ταύτην εἰκὸς οὐχὶ κατάδικον ἕνα ὁρῶσαν ἀπαγόμενον, ἀλλ' ἑπτὰ παιδία ἀθρόον ἐν ἡμέρᾳ μιᾷ οὐχὶ συντόμῳ τελευτῇ, ἀλλὰ ποικίλαις κατακοπτόμενα σφαγαῖς; Εἰ γὰρ λιθίνη τις ἦν, εἰ γὰρ ἐξ ἀδάμαντος αὐτῇ τὰ σπλάγχνα ἐπεπήγει, οὐκ ἂν διεταράχθη, οὐκ ἂν ἔπαθέ τι τοιοῦτον, οἷον καὶ γυναῖκα καὶ μητέρα παθεῖν εἰκὸς ἦν; Ἐννόησον πῶς θαυμάζομεν τὸν πατριάρχην Ἀβραὰμ, ὅτι τὸν υἱὸν αὐτοῦ ἀνενεγκὼν συνεπόδισε καὶ ἐπὶ τὸ θυσιαστήριον ἀνεβίβασε, καὶ τότε ὄψει καλῶς ὅση τῆς γυναικὸς ἡ ἀνδρεία. Ὢ πικροτάτης θέας καὶ ἡδίστης ἐκείνης· πικροτάτης μὲν διὰ τὴν φύσιν τῶν γινομένων, ἡδίστης δὲ διὰ τὴν διάθεσιν τῆς ὁρώσης. Οὐ γὰρ ἑώρα τὸ καταῤῥέον αἷμα, ἀλλ' ἑώρα τοὺς στεφάνους τῆς δικαιοσύνης πλεκομένους· οὐκ ἔβλεπε διορυττομένας πλευρὰς, ἀλλ' ἔβλεπεν οἰκοδομουμένας σκηνὰς νίους· οὐχ ἑώρα περιεστῶτας δημίους, ἀλλ' ἑώρα κυκλοῦντας ἀγγέλους· ἐπελάθετο τῶν ὠδίνων, κατεφρόνησε τῆς φύσεως, ὑπερεῖδε τῆς ἡλικίας· κατεφρόνησε φύσεως, πράγματος τυραννικοῦ, φύσεως, ἣ καὶ τῶν θηρίων κρατεῖν εἴωθε. Πολλὰ γοῦν τῶν δυσαλώτων θηρίων οὕτως ἁλίσκεται, διὰ τὴν πρὸς τὰ παιδία συμπάθειαν τῆς οἰκείας ἀλογοῦντα σωτηρίας, καὶ ἀφυλάκτως εἰς τὰς τῶν θηρατῶν ἐμπίπτοντα χεῖρας· καὶ οὐδέν ἐστι ζῶον οὕτως ἀσθενὲς, ὃ μὴ ὑπερασπίζοι τῶν ἐγγόνων· οὐδὲν οὕτως ἥμερον, ὃ μὴ τῶν παιδίων ἀφαιρουμένων παροξύνηται. Ἀλλ' αὕτη καὶ τὴν διὰ τῶν λογικῶν ἀνθρώπων καὶ τὴν διὰ τῶν ἀλόγων ζώων τεταμένην τῆς φύσεως τυραννίδα κατέλυσε· καὶ οὐ μόνον οὐκ ἐπεπήδησε τῇ κεφαλῇ τοῦ τυράννου, οὐδὲ διεσπάραξεν αὐτοῦ τὴν ὄψιν, ὁρῶσα τοὺς σκύμνους διασπαρασσομένους, ἀλλὰ τοσαύτην ἐπεδείξατο φιλοσοφίας ὑπερβολὴν, ὡς καὶ προπαρασκευάζειν αὐτῷ τὴν ἀπάνθρωπον θοίνην, καὶ τῶν προτέρων ἔτι κολαζομένων, τοὺς ὑπολειπομένους πρὸς τὴν τῶν αὐτῶν πεῖραν ἀλείφειν δεινῶν.
1.3.1
Ἀκουέτωσαν μητέρες ταῦτα, ζηλούτωσαν τὴν ἀνδρείαν τῆς γυναικὸς, τὴν περὶ τὰ ἔγγονα φιλοστοργίαν· οὕτω τρεφέτωσαν τὰ παιδία· οὐ γὰρ τὸ τεκεῖν μητρὸς, τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ θρέψαι μητρὸς, τοῦτο γὰρ τῆς προαιρέσεως. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέρα, ἀλλὰ τὸ θρέψαι καλῶς, ἄκουσον τοῦ Παύλου στεφανοῦντος τὴν χήραν οὐ διὰ τὸν τόκον, ἀλλὰ διὰ τὴν τροφὴν τῶν παιδίων. Εἰπὼν γὰρ, Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, τὸ κεφάλαιον τῶν ἀγαθῶν ἔργων ἐπήγαγεν. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἐτεκνοτρόφησε, φησίν· οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ', Εἰ ἐτεκνοτρόφησεν. Ἐννοήσωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαίροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον. Πῶς διῆρε στόμα; πῶς ἐκίνησε γλῶτταν; πῶς οὐκ ἀπέπτη τῆς σαρκὸς ἡ ψυχή; Πῶς, ἐγὼ λέγω. Οὐχ ἑώρα πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰ μέλλοντα παρεσκευάζετο πάντα· ἓν ἐδεδοίκει μόνον, μὴ φείσηται καὶ προκαταλύσῃ τὸν ἀγῶνα ὁ τύραννος, μὴ διασχίσῃ τὸν χορὸν τῶν παιδίων, μὴ μείνωσί τινες ἀστεφάνωτοι. Καὶ ὅτι τοῦτο ἐδεδοίκει, τὸν ἔσχατον μονονουχὶ ταῖς χερσὶ λαβοῦσα, οὕτως εἰς τὸν λέβητα ἐνῆκεν, ἀντὶ χειρῶν τῇ τῶν λόγων πρὸς αὐτὸν χρησαμένη παρακλήσει καὶ συμβουλῇ. Ἡμεῖς οὐκ ἀκούομεν χωρὶς ἀλγηδόνος τὰ ἀλλότρια κακὰ, κἀκείνη ἔβλεπε χωρὶς ἀλγηδόνος τὰ οἰκεῖα. Ταῦτα μὴ ἁπλῶς ἀκούωμεν, ἀλλ' ἕκαστος τῶν ἀκροατῶν ἐπὶ τῶν οἰκείων ἀναλαμβανέτω παιδίων ἅπασαν ταύτην τὴν τραγῳδίαν· ὑποτυπούτω τὴν ὄψιν τὴν ποθουμένην, καὶ τὰ φίλτατα ὑπογράφων ἑαυτῷ, ἐπ' αὐτῶν ἀναζωγραφείτω ταῦτα τὰ πάθη, καὶ τότε εἴσεται καλῶς τῶν λεγομένων τὴν δύναμιν· μᾶλλον δὲ οὐδὲ οὕτως· τὰ γὰρ τῆς φύσεως πάθη λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πεῖρα δὲ διδάσκει μόνη. Εὔκαιρον πρὸς ἐκείνην εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο μετὰ τὸν στέφανον τῶν ἑπτὰ παίδων· Σὺ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐπὶ μὲν οὖν τῶν Ὀλυμπιακῶν ἀγώνων, χιλίων πολλάκις εἰσελθόντων ἀθλητῶν, εἰς ἕνα περιίσταται μόνον ὁ στέφανος· ἐνταῦθα δὲ ἀπὸ ἑπτὰ ἀθλητῶν ἑπτὰ στεφανῖται γεγόνασι. Ποίαν ἔχεις μοι δεῖξαι χώραν οὕτως εὔφορον; ποίαν νηδὺν οὕτως εὔτοκον; ποίας τοιαύτας ὠδῖνας; Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἀποστόλων ἐγένετο μήτηρ, ἀλλὰ δύο νων· ἑπτὰ δὲ μάρτυρας οὐκ οἶδα μίαν ἐξενεγκοῦσαν γαστέρα, καὶ αὐτὴν πάλιν προστεθεῖσαν αὐτοῖς, οὐκ ἐν προσθήκῃ μιᾶς μάρτυρος μόνον, ἀλλ' ἐν πολλῷ πλειόνων. Οἱ μὲν γὰρ παῖδες ἑπτὰ μάρτυρες ἦσαν μόνον· τὸ δὲ σῶμα τῆς μητρὸς αὐτῶν προστεθὲν σῶμα μὲν ἦν ἓν, μαρτύρων δὲ δὶς ἑπτὰ χώραν ἐπλήρου, ὅτι τε καθ' ἕκαστον αὐτῶν ἐμαρτύρησε, καὶ ὅτι κἀκείνους τοιούτους εἰργάσατο, Ἐκκλησίαν ὁλόκληρον μαρτύρων ἡμῖν ἀποκυήσασα. Ἑπτὰ παῖδας ὤδινε, καὶ οὐδένα ὤδινε τῇ γῇ, ἀλλὰ πάντας τῷ οὐρανῷ, μᾶλλον δὲ τῷ βασιλεῖ τῶν οὐρανῶν, εἰς τὴν μέλλουσαν αὐτοὺς ἅπαντας ἀποκυήσασα ζωήν. Ὁ μὲν οὖν διάβολος ἐσχάτην αὐτὴν ἦγε πρὸς τὰ παλαίσματα διὰ τὴν αἰτίαν, ἣν ἔφθην εἰπὼν, ἵνα τῆς δυνάμεως αὐτῇ προαναλωθείσης ἐν τῇ θεωρίᾳ τῶν βασάνων, εὐχείρωτος γένηται ἐσχάτη δεχομένη τὸν ἀντίπαλον. Εἰ γὰρ αἷμα πολλάκις ὁρῶντες καταῤῥέον ἄνθρωποι κατέπεσον ὀλιγοψυχήσαντες, καὶ πολλῆς ἐδεήθησαν πραγματείας, ὥστε τὴν ζωὴν ἐκλείπουσαν αὐτοῖς καὶ τοῦ σώματος ἀφιπταμένην τὴν ψυχὴν ἐπαναγαγεῖν· τοσούτους ἐκείνη αἵματος βλέπουσα ῥύακας οὐκ ἐξ ἀλλοτρίας, ἀλλ' ἐκ τῆς τῶν παιδίων σαρκὸς καταῤῥέοντας, τί οὐκ ἂν ὑπέμεινεν; πόσον οὐκ ἂν ἐδέξατο θόρυβον τῇ ψυχῇ; Ὁ μὲν οὖν διάβολος, ὅπερ ἔφθην εἰπὼν, διὰ τοῦτο μετὰ τοὺς παῖδας αὐτὴν ἐπὶ τοὺς ἀγῶνας εἵλκυσεν, ὥστε ἀσθενεστέραν ἐργάσασθαι· ἐγένετο δὲ τοὐναντίον· μᾶλλον γὰρ θαῤῥοῦσα πρὸς τοὺς ἀγῶνας ἤρχετο. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐκ ἐδεδοίκει λοιπὸν, οὐδὲ ἐφρόντιζεν ὑπέρ τινων ἐνταῦθα καταλιμπανομένων αὐτῇ παιδίων, μή ποτε καταμαλακισθέντες ἀποστερηθῶσι τῶν στεφάνων· ἀλλὰ πάντας αὐτοὺς ὥσπερ εἰς ἄσυλον ἀποθεμένη ταμεῖον τὸν οὐρανὸν, καὶ πρὸς τοὺς ἄνω πέμψασα στεφάνους καὶ τὰ ἀκίνητα ἀγαθὰ, θαῤῥοῦσα ἐπαπεδύετο μετὰ πολλῆς τῆς ἡδονῆς· καὶ καθάπερ στεφάνῳ τινὶ τὸν τιμαλφέστατον λίθον, αὕτη τὴν σάρκα τὴν ἑαυτῆς τῷ χορῷ τῶν παιδίων ἐναρμόσασα πρὸς τὸν ποθούμενον Ἰησοῦν ἀπεδήμησε, μεγίστην ἡμῖν καταλιποῦσα παράκλησιν καὶ συμβουλὴν, τὴν διὰ τῶν ἔργων παραίνεσιν, ὥστε ἐῤῥωμένῃ ψυχῇ καὶ ὑψηλῷ τῷ φρονήματι πάντων κατατολμᾷν τῶν δεινῶν. Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος συγγνώμης τεύξεται λοιπὸν, ἢ ἀπολογίαν ἕξει δεδοικὼς διὰ τὸν Χριστὸν ἐπαγομένους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θανάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε καὶ ἀνδρείας τοσαύτας φαίνηται διὰ τὸν Θεὸν ὑπομένουσα τιμωρίας; Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα ὥσπερ ἐπὶ πίνακός τινος τῆς καρδίας ἡμῶν ἀπογράψαντες, διηνεκῆ συμβουλὴν πρὸς τὴν τῶν δεινῶν ὑπεροψίαν τὴν ἐκείνης καρτερίαν ἔχωμεν ἐναποκειμένην ἡμῶν τῇ ψυχῇ, ἵνα ἐνταῦθα μιμησάμενοι τὴν ἀρετὴν τῶν ἁγίων τούτων, κἀκεῖ τῶν στεφάνων δυνηθῶμεν αὐτοῖς κοινωνῆσαι, ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπιδεικνύμενοι, θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμάτων, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων. Εἰ γὰρ τῆς τούτων περιγενοίμεθα φλογὸς καθάπερ ἐκεῖνοι τοῦ πυρὸς, δυνησόμεθα στῆναιπλησίον αὐτῶν, καὶ τῆς αὐτῆς μετασχεῖν παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ.