Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Maccabeis
John ChrysostomMacc 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Καὶ τοῖς μάρτυσιν ὁρῶν τὴν τῶν ἔργων εὐφημίαν ὀφειλομένην, καὶ τὸ πλῆθος στενοχωρούμενον βλέπωνὀκνῶ. Οὐκοῦν, εἰ δοκεῖ, τὴν διδασκαλίαν πρὸςτὸ παρὸν ὑπερθώμεθα, μιμεῖσθαι δὲ σπουδάζωμεν τῶν μαρτύρων τὸν τόνον. Οὐκοῦν πρῶτος ἡμῖν Ἐλεάζαρος ὁ πρεσβύτης εἰς μέσον ἡκέτω, ἡ τῶν ἀγώνων ἀρχὴ, ὁ τῆς μαρτυρίας θεμέλιος, τῶν σκαμμάτων ἡ θύρα, τῆς ἀνδρείας ὁ ἀρχηγὸς, τῆς καρτερίας ὁ πρόδρομος, ἡ νεάζουσα πολιὰ, ὁ τῆς Παλαιᾶς πρωτόμαρτυς, ἡ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων εἰκών· ἔκαμε κολακεύων καὶ μαστιγῶν ὁ πολέμιος, καὶ οὐκ ἐπαύσατο ῥητορεύων ὁ κολαζόμενος· εἱστήκει τρέμων ὁ πρεσβύτης ὑπὸ τοῦ γήρως, ἐκάθητο δὲ ἀπειλῆς καὶ φόνου πνέων ὁ τύραννος, καὶ ὁ μὲν τρέμων ἀπῆλθεν ἀκμάζων, ὁ δὲ σφριγῶν ἀπῆλθε νενικημένος· εἱστήκει πολιὰ καταξαινομένη, ἐδίκαζε δὲ νεότης μετὰ αὐθεντίας ἀγριουμένη, καὶ τῇ πολιᾷ τὰ τῆς νίκης ἐγίνετο. Ὢ τρόπου νικητηρίων καινοῦ· ὅλην ὁμοῦ τοξεύουσαν στρατιὰν τυπτόμενος εἷς ἐτρέψατο γέρων. Οὐκ ἐᾷ με πρὸς τὴν τῶν νέων ἀνδρείαν τῶν τοῦ γέροντος ἄθλων μεταβαίνειν τὸ θαῦμα· πορευτέον δ' οὖν ὅμως ἡμῖν ἐπ' αὐτοὺς τοῦτον βιασαμένους· λαμπρὰ γὰρ καὶ παρ' ἐκείνοις κατὰ τοῦ τυράννου τὰ τρόπαια· οὐ γὰρ ἔμελλε πολιᾶς νεότης ἀτολμηροτέρα φανεῖσθαι. Ἑπτὰ γοῦν ἐφεξῆς ἀριστεύοντες ἐστεφάνωντο νέοι ἐκ μιᾶς γαστρὸς εἰς μίαν δραμόντες παράταξιν. Εἰ δοκεῖ, καταπαύω τὸν λόγον, ἰσχυρῶν μαρτύρων ἰσχυροὶ χορευταί. Ἀλλ', ὅπερ ἔλεγον, ἑπτὰ ἐφεξῆς ἀριστεύοντες ἐστεφάνωντο νέοι ἐκ μιᾶς γαστρὸς εἰς μίαν δραμόντες παράταξιν, μιᾷ γόνων ἀδελφότητι καὶ τρόπῳ κεκοσμημένοι, ἄλλος ἐπ' ἄλλῳ τοῖς ἀγῶσιν ἐμβάλλων. Νῦν μοι τῆς εὐαγγελικῆς ἐκείνης ἐφ' ὑμῖν, ὦ γενναῖοι, μνημονευτέον φωνῆς· Μακαρία, φησὶν, ἡ κοιλία ἡ βαστάσασα ὑμᾶς, καὶ μαστοὶ, οὓς ἐθηλάσατε. Ἐπεὶ δὲ μαστῶν καὶ κοιλίας ἐμνήσθην, ὥρα μοι καὶ πρὸς τὴν τῶν ἀριστέων διαβαίνειν μητέρα τὴν ἐν ἑνὶ σώματι πολλάκις ἀποθανοῦσαν· μᾶλλον δὲ τὴν πολλάκις σφαγεῖσαν, καὶ μηδὲ ἅπαξ ἀλγήσασαν· τὴν ἄτρωτον ὁμοῦ καὶ πολύτρωτον. Οὐκ ἐτάραττεν αὐτὴν ὁ πρῶτος ἑλκόμενος εἰς θάνατον τῶν παίδων, ὡς ὁ δεύτερος μηδέπω τῶν ἀγώνων ἁψάμενος ἐπτόει· οὐκ ἐλύπει τοῦ δευτέρου πάλιν ἡ τελευτὴ, ὡς ἡ τοῦ τρίτου παιδὸς ἐφόβει ζωὴ τὸ πέρας ἀγνοούμενον ἔχουσα· μικρὸς ἦν αὐτῇ καὶ τρίτος καὶ τέταρτος ἀποσφαττόμενος παῖς, τοῦ πέμπτου μήπω πεφονευμένου· οὐδὲ τοῦ ἕκτου τὸ πτῶμα τὴν φιλοσοφίαν ἐνίκησεν· ἔμενε λοιπὸν τελευταῖος πρὸς τοὺς ἀγῶνας ὁ ἕβδομος ὁ τὴν ἑπτάφθογγον τῶν μαρτύρων συμπληρώσας κιθάραν. Τί οὖν; ἐπεκάμφθη τῷ τῆς ἡλικίας ἀώρῳ, συνήλγησε κἂν τῷ λειψάνῳ τῆς φύσεως; Αὐτὴ μὲν οὖν τὸ παιδίον πρὸς τὸν θάνατον ὤθει, εἰ καὶ μὴ ταῖς χερσὶν, ἀλλὰ ταῖς συμβουλαῖς. Μὴ διακόψῃς, φησὶ, τῶν στεφάνων, ὦ τέκνον, τὸν ἀριθμόν· γενοῦ μετὰ τῶν ὠδίνων καὶ τῶν κατορθωμάτων τοῖς ἀδελφοῖς κοινωνός· μίμησαι τὴν κοινωνίαν τῆς φύσεως τῇ κοινωνίᾳ τῆς πράξεως· δεῖξον σαυτὸν τῶν ἀνῃρημένων καὶ ἐν τοῖς σκάμμασιν ἀδελφόν. Ἕβδομός μοι παῖς ἐτέχθης παρὰ τῆς φύσεως, ἕβδομός μοι μάρτυς γενοῦ παρὰ τῆς προαιρέσεως· μή με δείξῃς, ὦ τέκνον, παίδων με ἑπτὰ, μαρτύρων δὲ ἓξ καλουμένην μητέρα. Ποῦ μοι νῦν οἱ μηδὲ τὰς ἐκ χρημάτων τῷ Θεῷ προσφορὰς προσκομίζοντες; Ἑπτὰ τῷ Δεσπότῃ σήμερον παῖδας ἁπαλοὺς προσήγαγε μήτηρ, καὶ οὐκ ἐνάρκησεν ἐκ τῶν σπλάγχνων θυσίαν προσφέρουσα· πολλοὶ δὲ ἡμῖν καὶ περὶ ὀβολῶν ἐν καιρῷ μικρολογοῦνται προσκομιδήν. Ἀλλ' ἡμεῖς τῷ Θεῷ καὶ ψυχῶν καὶ χρημάτων καὶ σωμάτων προσκομιδὴν προσαγάγωμεν, ἐπὶ πᾶσι δοξάζοντες Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note