Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De proditione Judae
John ChrysostomJuda 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἐβουλόμην, ἀγαπητοὶ, τῆς κατὰ τὸν πατριάρχην πάλιν ὑποθέσεως ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν τὴν ἑστίασιν παραθεῖναι τὴν πνευματικήν· ἀλλ' ἡ τοῦ προδότου ἀγνωμοσύνη πρὸς τὴν κατ' αὐτὸν ὑπόθεσιν τὴν ἡμετέραν ἕλκει γλῶτταν, καὶ τῆς ἡμέρας ὁ καιρὸς προτρέπεται τῆς τόλμης αὐτοῦ τὴν μανίαν εἰπεῖν. Σήμερον γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη ταῖς τῶν Ἰουδαίων χερσὶν ὑπὸ τοῦ οἰκείου μαθητοῦ. Ἀλλὰ σὺ τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ γένῃ κατηφὴς, μηδὲ στυγνάσῃς ἀκούων, ὅτι παρεδόθη ὁ Δεσπότης· μᾶλλον δὲ καὶ στέναξον καὶ δάκρυσον, μὴ διὰ τὸν παραδοθέντα Ἰησοῦν, ἀλλὰ διὰ τὸν παραδόντα αὐτὸν Ἰούδαν. Ὁ μὲν γὰρ προδοθεὶς Ἰησοῦςτὴν οἰκουμένην ἔσωσεν, ὁ δὲ προδοὺς Ἰούδας τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε· καὶ ὁ μὲν προδοθεὶς Ἰησοῦς ἐν δεξιᾷ τοῦ Πατρὸς ἐν οὐρανοῖς κάθηται, ὁ δὲ προδοὺς Ἰούδας ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον καὶ αἰώνιον ἀναμένων κόλασιν. Διὰ τοῦτο στέναξον, διὰ τοῦτοδάκρυσον· ἐπεὶ καὶ αὐτὸς ὁ Δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τὸν Ἰούδαν ἐταράχθη καὶ ἐδάκρυσεν. Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ τίνος ἕνεκεν ἐταράχθη; Ἐννοῶν ὅτι μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὰς τοσαύτας παραινέσεις, εἰς οἷον κρημνὸν ἑαυτὸν ὠθῶν οὐκ ᾐσθάνετο. Θεωρῶν τοίνυν ὁ Δεσπότης τοῦ μαθητοῦ τὴν μανίαν, καὶ ἐπελεῶν αὐτὸν ἐταράχθη καὶ ἐδάκρυσε. Τοῦτο γὰρ ἄνω καὶ κάτω τιθέασιν οἱ εὐαγγελισταὶ, ἵνα πιστώσωνται τῆς οἰκονομίας τὴν ἀλήθειαν. Ἐταράχθη τοίνυν ὁ Δεσπότης, ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσύνην, καὶ διδάσκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν, τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας· οἱ γὰρ κακῶς καὶ ἀδίκως πάσχοντες, οὗτοι μᾶλλον μακαρισμοῦ ἄξιοί εἰσι. Διὸ καὶ ἔλεγεν ὁ Χριστός· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Εἶδες πόσον τὸ κέρδοςἔδειξε τῶν κακῶς πασχόντων; Βλέπε πάλιν ἀλλαχοῦ τῶν κακῶς ποιούντων τὴν ἀπαραίτητον τιμωρίαν· ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Ὑμεῖς δὲ, ἀδελφοὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ κωλυόντων ἡμᾶς, φησὶ, τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας· ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τέλος. Εἶδες, ὅτι ἐκείνους μάλιστα δίκαιον θρηνεῖν καὶ κόπτεσθαι τοὺς κακοποιοῦντας; Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν τοῦ μαθητοῦ τὴν τόλμαν, ἐταράττετο καὶ ἐδάκρυε, τὴν περὶ τὸν μαθητὴν συμπάθειαν ἐπιδεικνύμενος, καὶ δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ὅτι καὶ μέχρις αὐτῆς τῆς προδοσίας οὐκ ἐπαύετο τῆς τοῦ μαθητοῦ διορθώσεως προνοούμενος. Διὰ τοῦτον οὖν δάκρυσον πικρὸν καὶ στέναξον μᾶλλον, ἐπεὶ καὶ ὁ Δεσπότης δι' ἐκεῖνον ἠθύμησεν· Ἐταράχθη γὰρ, φησὶν, ὁ Ἰησοῦς καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὢ πόση εὐσπλαγχνία, πόση ἀγαθότης Δεσπότου! ὁ προδοθεὶς ὑπὲρ τοῦ προδότου ἀλγεῖ. Ὁρῶν γὰρ αὐτὸν ἐπιμένοντα τῇ πονηρίᾳ, Ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Σκόπει, πόση μακροθυμία! πόση φιλανθρωπία! πῶς φείδεται τοῦ ἀγνώμονος, καὶ οὐ βούλεται αὐτὸν ἀναίσχυντον ἐργάσασθαι, ἀλλὰ πάντας εἰς δειλίαν ἐνάγει τοὺς μαθητὰς καὶ ἐναγωνίους ποιεῖ, πρὸς τὸ ἀφορμήν τινα ἐκείνῳ παρασχεῖν τοῦ μεταγνῶναι τῆς μανίας! Ἀλλ' ὅταν ἀναίσθητος γένηται ἡ ψυχὴ μὴ δεχομένη τὸν σπόρον τῆς εὐσεβείας, οὐ παραίνεσιν δέχεται, οὐ συμβουλὴν, ἀλλὰ σκοτωθεῖσα ὑπὸ τοῦ πάθους κατὰ κρημνῶν ἄπεισι· διόπερ οὔτε οὗτος ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης μακροθυμίας. Εἷς ἐξ ὑμῶν παραδώσει με, φησί. Τίνος ἕνεκεν ἐταράχθη καὶ ἠθύμησεν; Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ διδάσκων ἡμᾶς, ὅτι ἐκείνους μάλιστα δεῖ θρηνεῖν, τοὺς κακῶς τῷ πλησίον κατεργαζομένους. Καὶ γὰρ ἐκεῖνοι καθ' ἑαυτῶν τὴν ὀργὴν ἐπιφέρουσιν· οὐχὶ δὲ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακὰ, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον. Τὸ μὲν γὰρ κακῶς παθεῖν, τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν προξενεῖ· τὸ δὲ κακῶς ποιῆσαί τινι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται. Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Ὁρᾷς, πῶς τὸ κακῶς παθεῖν ἔχει μισθὸν καὶ ἔπαθλον, τὴν τῶν οὐρανῶν βασιλείαν; Ἄκουσον πῶς καὶ τὸ κακῶς ποιῆσαι κόλασιν φέρει καὶ τιμωρίαν. Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν· Ὧν τὸ τέλος ἐστὶ κατὰ τὰ ἔργα αὐτῶν. Εἶδες πῶς οἱ μὲν διωκόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνουσιν· οἱ δὲ διώκοντες, τὴν τοῦ Θεοῦ ὀργὴν κληρονομοῦσι; Ταῦτα δὲ οὐχ ἁπλῶς κινοῦμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ' ἵνα παιδευώμεθα πρὸς τοὺς ἐχθροὺς ἡμῶν μὴ ὀργίζεσθαι, ἀλλ' ἵνα μᾶλλον ἐλεῶμεν αὐτοὺς, καὶ δακρύωμεν καὶ ἀλγῶμεν ὑπὲρ αὐτῶν. Ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες, οἱ ἐχθραίνοντες ἡμῖν μάτην. Ἂν οὕτω παρασκευάσωμεν ἡμῶν τὴν ψυχὴν, ὡς μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἀλγεῖν ὑπὲρ αὐτῶν, δυνησόμεθα κατὰ τὴν τοῦ Κυρίου φωνὴν καὶ ὑπερεύχεσθαι αὐτῶν, καὶ πολλὴν διὰ τούτου τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν. Διὰ γὰρ τοῦτο τετάρτην ἡμέρανἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος τῇ συνεχείᾳ τῆς παραινέσεως, ἵνα ῥιζωθῇ ὑμῶν ταῖς διανοίαις. Διὰ τοῦτο συνεχῶς ἐπαντλοῦμεν ὑμῖν τοῖς ῥήμασιν, ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι, καὶ κατασταλῆναι τὴν φλεγμονὴν, καὶ καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα. Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παραινεῖ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα. Μείζονα γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ. Καὶ πῶς μείζονα λαμβάνω, φησί; Πρόσεχε ἀκριβῶς. Ἐὰν ἀφίῃς τοίνυν τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν Δεσπότην πλημμελήματα. Ἐκεῖνα ἀνίατά ἐστι καὶ ἀσύγγνωστα, ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην. Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς τοὺς υἱοὺς αὐτοῦ· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον, ὁ ἱερεὺς προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς τὸν Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ὥστε ἐκεῖνο μέγα τραῦμα, οὐδ' εὐχῇ ῥᾳδίως λύεται. Καὶ εὐχῇ μὲν οὐ λύεται τὸ τοιοῦτον παράπτωμα, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν ἐχθρὸν λύεται παραυτίκα. Διὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Θεὸς, τὰ εἰς τὸν Δεσπότην ἁμαρτήματα, ταῦτα δὲ ἑκατὸν δηνάρια· ἃ ἐὰν ἀφῇς, ἀφεθήσεταί σοι τὰ μύρια τάλαντα.
2.2.1
Ἀλλὰ περὶ μὲν τῆς εὐχῆς ἱκανῶς εἴρηται. Εἰ δὲ δοκεῖ, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγόντες, ἐπὶ τὸν τῆς προδοσίας ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ Δεσπότης. Ἵνα δὲ καὶ τοῦ προδότου τὴν μανίαν ἅπασαν καταμάθωμεν, καὶ τοῦ μαθητοῦ τὴν ἀγνωμοσύνην γνῶμεν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, ἀκούσωμεν τοῦ εὐαγγελιστοῦ, πῶς ἡμῖν αὐτοῦ διηγεῖται τὴν τόλμαν· Τότε, φησὶ, πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Δοκεῖ μὲν γὰρ σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲν πλέον αἰνίττεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων, πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον ὁ καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής· οὐ γὰρ εἶπε, πορευθεὶς, ἁπλῶς· ἀλλὰ προσέθηκε, Τότε πορευθείς. Τότε· πότε; Καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον; Οὐχ ἁπλῶς ἡμῖν ἐπισημαίνεται τὸν καιρὸν ὁ εὐαγγελιστὴς Πνεύματι ἁγίῳ φθεγγόμενος· ὁ γὰρ Πνεύματι φθεγγόμενος, οὐδὲν ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται. Τί οὖν ἐστι τὸ, τότε; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε κόρη ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν πίστιν ἡ γυνὴ, ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν· μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου, καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν Δεσπότην ἐπέγνω, τότε ὁ μαθητὴς τὸν διδάσκαλον παρέδωκε. Τότε· πότε; Ὅτε πόρνη προσελθοῦσα, τὸ ἀλάβαστρον τοῦ μύρου καταχέασα κατὰ τῶν ποδῶν τοῦ Ἰησοῦ, ταῖς οἰκείαις θριξὶν ἐξέμαξε, καὶ πολλὴν τὴν θεραπείαν ἐπεδείκνυτο, τὰ ἐν παντὶ τῷ χρόνῳ ἁμαρτήματα ἐξαλείφουσα διὰ τῆς ἐξομολογήσεως αὐτῆς. Τότε οὖν, ὅτε ἐκείνην ἐθεάσατο τοσαύτην θεραπείαν τῷ διδασκάλῳ ἐπιδειξαμένην, τότε αὐτὸς ἐπὶ τὴν παράνομον προδοσίανἔσπευσε. Κἀκείνη μὲν ἀπ' αὐτοῦ τοῦ πυθμένος τῆς κακίας εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν· οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε. Τοσοῦτόν ἐστι ῥᾳθυμία κακὸν καὶ προαίρεσις διεφθαρμένη. Διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ ὁ προφήτης πάλαι ἐβόα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα μήτε ὁ ἑστὼς θαῤῥῇ, ἀλλ' ἐναγώνιος ᾖ διηνεκῶς, μήτε ὁ καταπεσὼν ἀπογνῷ ἑαυτοῦ. Τοσαύτη γὰρ ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας καὶ τελώνας ἐπισπάσασθαι πρὸς τὴν οἰκείαν ὑποταγήν. Τί οὖν φησιν; Ὁ πόρνας ἐπισπασάμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι; Ναὶ, ἴσχυεν ἐπισπάσασθαι καὶ τὸν μαθητήν· ἀλλ' οὐκ ἐβούλετο αὐτὸν ἀνάγκῃ ποιῆσαι καλὸν, οὐδὲ βίᾳ ἑλκύσαι αὐτὸν πρὸς ἑαυτόν. Διὰ τοῦτο ὁ εὐαγγελιστὴς διηγούμενος ἡμῖν τὰ κατὰ τὸν μαθητὴν τὸν ἀγνώμονα ἔλεγε· Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ Δεσπότου ἑαυτὸν ὠθήσας· Τότε πορευθεὶς εἷς τῶν δώδεκα. Καὶ τοῦτο οὐ μικρὸν ἕγκλημα τὸ εἰπεῖν, Εἷς τῶν δώδεκα. Ἐπειδὴ γὰρ ἦσαν καὶ ἕτεροι ἑβδομήκοντα μαθηταὶ, διὰ τοῦτο εἶπεν, Εἷς τῶν δώδεκα, τουτέστι, τῶν ἐγκρίτων, τῶν καὶ καθ' ἑκάστην αὐτῷ συναναστρεφομένων, τῶν πολλῆς ἀπολαυόντων τῆς παῤῥησίας. Ἵνα οὖν μάθῃς ὅτι μαθητὴς ἦν τῶν δοκίμων, φησίν· Εἷς τῶν δώδεκα. Καὶ οὐ παρασιωπᾷ ταῦτα γράφων ὁ εὐαγγελιστὴς, ἵνα σὺ πεισθεὶς ὅτι ταῦτα τὰ δοκοῦντα ἐπονείδιστα εἶναι δείκνυσι τοῦ Δεσπότου τὴν πρὸς ἡμᾶς κηδεμονίαν, ὅτι τὸν προδότην, τὸν κλέπτην τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης ἑσπέρας παρῄνει. Εἶδες πῶς ἡ πόρνη μὲν ἐσώθη, ἐπειδὴ ἔνιψεν· ὁ μαθητὴς δὲ ῥᾳθυμήσας κατέπεσε; Μὴ τοίνυν ἀπογνῷς ἑαυτοῦ πρὸς τὴν πόρνην ἀφορῶν, μηδὲ θαρσήσῃς πάλιν πρὸς τὴν τοῦ μαθητοῦ τόλμαν ἀπιδών· ἀμφότερα γὰρ ὀλέθρια. Εὐόλισθος γὰρ ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτος ἡ προαίρεσις· διὸ πάντοθεν ἀσφαλίζεσθαι χρή. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ Ἰσκαριώτης. Ὁρᾷς ποίου χοροῦ ἐξέπεσεν; ὁρᾷς ποίας διδασκαλίας ἑαυτὸν ἐστέρησεν; ὁρᾷς πόσον κακὸν ἡ ῥᾳθυμία; Ἰούδας, φησὶν, ὁ Ἰσκαριώτης, ἐπειδὴ ἕτερος ἦν τούτῳ ὁμώνυμος ὁ λεγόμενος Ἰακώβου. Ὁρᾷς τοῦ εὐαγγελιστοῦ τὴν σοφίαν, ὅτι οὐκ ἀπὸ τοῦ τολμήματος, ἀλλ' ἀπὸ τοῦ τόπου, δῆλον ἡμῖν αὐτὸν ποιεῖ, ἐκεῖνον οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ' ἀπὸ τῆς πατρωνυμίας γνώριμον ποιῶν; Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν, Ἰούδαν τὸν προδότην· ἀλλ' ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προδότου φείδεται. Παιδευώμεθα τοίνυν μηδένα τῶν ἐχθρῶν κακῶς μεμνῆσθαι. Εἰ γὰρ ὁ μακάριος οὗτος τοῦ προδότου οὐκ ἠνέσχετο κατηγορῆσαι, τὸ παράνομον τοῦτο τόλμημα διηγούμενος, τοῦτο μὲν ἀπεσιώπησεν, ἀπὸ δὲ τοῦ τόπου, ὅθεν ὥρμητο, δῆλον αὐτὸν ποιεῖ· ποίας ἂν εἴημεν ἡμεῖς ἄξιοι συγγνώμης τοὺς πλησίον κακηγοροῦντες· Καὶ πολλάκις οὐ μόνοντῶν ἐχθρῶν μεμνήμεθα μεθ' ὕβρεως, ἀλλὰ καὶ τῶν δοκούντων πρὸς ἡμᾶς ἔχειν διάθεσιν. Μὴ, παρακαλῶ. Τοῦτο καὶ Παῦλος παραινεῖ λέγων· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Διὰ τοῦτο παντὸς τοιούτου πάθους καθαρεύων ὁ μακάριος Ματθαῖος ἔλεγε· Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας ὁ Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ μιαρᾶς φωνῆς! ὢ τόλμης ἄνοια! ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε, πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ, πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.
2.3.1
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι, Ἰούδα, ταῦτά σοι ἐπαίδευσεν ὁ διδάσκαλος ἐν τοσούτῳ χρόνῳ; οὕτω λήθην ἐποιήσω τῶν συνεχῶν παραινέσεων; οὐ διὰ τοῦτο ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, ἄνωθεν προαναστέλλων σου τῆς περὶ τὰ χρήματα μανίας τὴν ὑπερβολήν; οὐ παρῄνει λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; Τίνος ἕνεκεν, εἰπέ μοι, παραδίδως τὸν διδάσκαλον; ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν, ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν, καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι; ἀντὶ οὖν τῶν εὐεργεσιῶν τούτων ταύτας αὐτῷ ἀποδίδως τὰς ἀμοιβάς; Ὢ τῆς μανίας, μᾶλλον δὲ τῆς φιλαργυρίας! Πάντα γὰρ ταῦτα τὰ κακὰ ἡ φιλαργυρία πεποίηκεν, ἡ ῥίζα τῶν κακῶν, ἥτις τὰς ψυχὰς ἡμῶν σκοτοῖ καὶ αὐτοὺς τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἡμᾶς ἐκβάλλει τῶν φρενῶν, καὶ οὐκ ἀφίησιν οὔτε φιλίας οὔτε συγγενείας οὔτε ἄλλου τινὸς μεμνῆσθαι· ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βαδίζειν. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς. Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυμαστὴν διδασκαλίαν, πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία. Καλῶς ἔλεγε Παῦλος, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.– Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Παραδίδως, Ἰούδα, τὸν τὰ πάντα συνέχοντα λόγῳ; πωλεῖς τὸν ἀκατάληπτον, τὸν κτίστην οὐρανοῦ τε καὶ γῆς, τὸν δημιουργὸν τῆς ἡμετέρας φύσεως, τὸν λόγῳ καὶ νεύματι τὰ πάντα συστησάμενον; Ἵνα οὖν δείξῃ ὅτι ἑκὼν παρεδόθη, ἄκουσον τί ποιεῖ. Κατ' αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ μετὰ μαχαιρῶν καὶ ξύλων, λαμπάδας καὶ φανοὺς ἔχοντες, λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Καὶ ἠγνόησαν ὃν ἤμελλον συλλαμβάνειν. Τοσοῦτον ἀπεῖχεν ἐκεῖνος τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν, ὅτι οὐδὲ ὁρᾷν αὐτὸν ἠδύνατο παρόντα, ὃν ἤμελλε παραδιδόναι, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου. Ὅτι γὰρ τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι λαμπάδας καὶ φανοὺς εἶχον, καὶ οὐδὲ οὕτως αὐτὸν ηὕρισκον, φησὶ γὰρ, Καὶ Ἰούδας εἱστήκει μετ' αὐτῶν, ἐκεῖνος εἰπών· Ἐγὼ ὑμῖν παραδώσω αὐτόν. Ἐπήρωσε γὰρ αὐτῶν τὴν διάνοιαν, βουλόμενος δεῖξαι τὴν οἰκείαν δύναμιν, καὶ ἵνα μάθωσιν ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Εἶτα ἀκούσαντες τὴν φωνὴν αὐτοῦ ἀπῆλθον ὕπτιοι, καὶ ἔπεσον χαμαί. Εἶδες πῶς οὔτε τὴν φωνὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ διὰ τῆς καταπτώσεως τὴν ἑαυτῶν ἀσθένειαν ἐναργῶς ἀπέδειξαν; Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴοὐδὲ οὕτω καθίκετο τῆς ἀναισχυντίας τοῦ προδότου, οὕτε τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης, ἑαυτὸν ἐκδίδωσι, καί φησιν ὁ Κύριος· Ὅτε ἔδειξα ὡς ἀδυνάτοις ἐπιχειροῦσιν, ἠβουλήθην αὐτῶν ἀναστεῖλαι τὴν μανίαν· οὐ βούλονται, ἀλλ' ἔτι ἐπιμένουσι τῇ πονηρίᾳ· ἰδοὺ ἐμαυτὸν παραδίδωμι. Ταῦτα λέγω ὑμῖν, ἵνα μὴ κατηγορήσωσί τινες τοῦ Χριστοῦ, λέγοντες· Διὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν; διὰ τί οὐκ ἐποίησεν αὐτὸν βελτίονα; Καὶ πῶς ἔδει ποιῆσαι τὸν Ἰούδαν σώφρονα καὶ ἐπιεικῆ; ἀνάγκῃ, ἢ γνώμῃ; Εἰ μὲν γὰρ ἀνάγκῃ, οὐδὲ οὕτως ἔμελλεν ἔσεσθαι βελτίων· οὐδεὶς γὰρ ἀνάγκῃ γίνεται βελτίων· εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα εἰσήγαγε τὰ δυνάμενα αὐτὸν ἀναγαγεῖν. Εἰ δὲ μὴ ἠβουλήθη δέξασθαι ἐκεῖνος τὰ φάρμακα, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορία. Θέλεις μαθεῖν πόσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι; Ἐδωρήσατο αὐτῷ πολλὰ θαύματα, προεῖπεν αὐτῷ περὶ τῆς προδοσίας, οὐδὲν ἐνέλειπεν ὧν ἐχρῆν εἰς μαθητὴν ἐπιδείξασθαι. Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν, ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο· ἐπειδὴ παρέδωκεν αὐτὸν, καὶ τὴν μανίαν αὐτοῦ εἰς τέλος ἤγαγεν, Ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Πρὸ τούτου ἔλεγες· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ἐπειδὴ ἐτελέσθη ἡ ἁμαρτία, τότε ἔγνω τὴν ἁμαρτίαν. Ἐντεῦθεν μανθάνωμεν ὅτι, ὅταν ῥᾳθυμῶμεν, οὔτε παραίνεσις ἡμᾶς ὠφελεῖ, οὔτε νουθεσία· ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν δυνάμεθα διαναστῆναι. Ἐννόησον γάρ· Ὅτε παρῄνει αὐτὸν, καὶ ἀνέστελλεν αὐτὸν τῆς κακῆς ἐπιχειρήσεως, οὐκ ἤκουσεν οὔτε κατεδέξατο τὴν νουθεσίαν· ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ οὐδενὸς ὄντος τοῦ διδάσκοντος μετεβάλετο, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια. Ἔστησαν γὰρ, αὐτῷ, φησὶ, τριάκοντα ἀργύρια. Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος. Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα; Δωρεὰν ἦλθεν ὑπὲρ τῆς οἰκουμένης ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα, ὑπὲρ οὗ σύμφωνα νῦν ποιεῖς. Τί γὰρ ἂν ἀναισχυντότερον τοῦ συναλλάγματος τούτου; τίς εἶδες τίς ἤκουσέ ποτε;
2.4.1
Ἀλλ' ἵνα μάθωμεν τὴν διαφορὰν τοῦ προδότου καὶ τῶν μαθητῶν, ἀκούσωμεν· ἅπαντα γὰρ μετὰ ἀκριβείας ἡμῖν διηγεῖται ὁ εὐαγγελιστής. Ὅτε ταῦτα, φησὶν, ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας, ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο, καὶ ἐζήτει, φησὶν, εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ· Τότε προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Εἶδες μαθητὰς, εἶδες μαθητήν; Ἐκεῖνος περὶ τὴν προδοσίαν ἠσχολεῖτο, οὗτοι περὶ τὴν διακονίαν· ἐκεῖνος σύμφωνα ἐποίει, καὶ τοῦ αἵματος τοῦ Δεσποτικοῦ τὴν τιμὴν λαμβάνειν ἐπεχείρει, οὗτοι περὶ τὴν ὑπηρεσίαν παρασκευάζονται. Τῶν αὐτῶν θαυμάτων ἀπήλαυσαν καὶ οὗτος κἀκεῖνοι, τῶν αὐτῶν διδαγμάτων· πόθεν οὖν ἡ διαφορά; Ἀπὸ τῆς προαιρέσεως. Αὕτη αἰτία τῶν κακῶν καὶ τῶν ἀγαθῶν γίνεται. Ἡ ἑσπέρα αὕτη ἦν, καθ' ἣν οἱ μαθηταὶ ταῦτα ἔλεγον. Τί ἐστι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Διδασκόμεθα ἐντεῦθεν, ὅτι οὐκ εἶχεν οἰκίαν ἀφωρισμένην ὁ Χριστός. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομοῦντες καὶ τοὺς μακροὺς περιβόλους, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Διά τοιτοῦτο λέγουσιν αὐτῷ οἱ μαθηταί· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ποῖον Πάσχα; Τὸ Ἰουδαϊκὸν, τὸ ἀπ' Αἰγύπτου τὴν ἀρχὴν ἐσχηκός· ἐκεῖ γὰρ τὴν ἀρχὴν ἐπετέλεσαν. Καὶ τίνος ἕνεκεν ἐπιτελεῖ αὐτὸ ὁ Χριστός; Ὥσπερ πάντα τὰ ἄλλα νόμιμα ἐπλήρωσεν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην ἔλεγεν· Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Οὐ τοίνυν τὸ ἡμέτερον Πάσχα, ἀλλὰ τὸ Ἰουδαϊκὸν ἑτοιμάσαι ἐβούλοντο οἱ μαθηταί. Τοῦτο μὲν γὰρ αὐτοὶ ἡτοίμασαν, τὸ δὲ ἡμέτερον αὐτὸς παρεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο διὰ τοῦ τιμίου πάθους. Τίνος οὖν ἕκενεν ἐπὶ τὸ πάθος ἔρχεται; Ἵνα ἡμᾶς λυτρώσηται ἐκ τῆς κατάρας τοῦ νόμου. Διὸ καὶ Παῦλος ἐβόα· Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο ἔπαυσεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον, διὰ τοῦτο αὐτὸν πληρώσας ἅπαντα, τότε αὐτὸν ἔλυσε. Διὰ τοῦτο καὶ Πάσχα ἐποίησε· νόμου γὰρ ἐπίταγμα αὐτοῖς ἦν ἡ τοῦ Πάσχα ἑορτή. Ἄκουσον· Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παραυτὰ ἐπελανθάνοντο τοῦ εὐεργέτου. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἐξῆλθον ἐξ Αἰγύπτου, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, εἶδον αὐτὴν διαιρεθεῖσαν, καὶ πάλιν συναπτομένην· καὶ μετ' οὐ πολὺ λέγουσι τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. Τί λέγεις, ὦ ἀγνῶμον Ἰουδαῖε; εἶδες τοιαῦτα θαύματα, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε, καὶ οὔτε μνήμην ποιεῖς τοῦ εὐεργέτου; Ἐπεὶ οὖν ἐπελανθάνοντο τῶν εὐεργεσιῶν αὐτοῦ, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς, ἵνα καὶ ἑκόντες καὶ ἄκοντες ἔναυλον ἔχωσι τὴν μνήμην. Καὶ ἐκεῖνοι μὲν οὕτω· διὰ τί; Ἵν', ὅταν ἐπερωτήσῃ σε ὁ υἱός σου, Τί ἐστι τοῦτο, εἴπῃς, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν, καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι· καὶ διὰ τὸ αἷμα τοῦτο οὐκ ἴσχυσεν εἰσπηδῆσαι καὶ τὴν πληγὴν ἐπαγαγεῖν. Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός. Διὰ τί; Ἐπειδὴ τύπος ἦν ἐκεῖνο τοῦ πνευματικοῦ. Καὶ ἵνα μάθῃς, ὅρα ὅση ἡ συγγένεια· Ἀμνὸς καὶ ἀμνὸς, ἀλλ' ὁ μὲν ἄλογος, ὁ δὲ λογικός· πρόβατον καὶ πρόβατον, σκιὰ καὶ ἀλήθεια· ἀλλ' ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἡ σκιὰ πέπαυται· ἡλίου γὰρ ὄντος κρύπτεται ἡ σκιά. Διὰ τοῦτο ἀμνὸς καὶ ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ἵνα τῷ αἵματι αὐτοῦ ἁγιαζώμεθα. Διὰ τοῦ ἡλίου ἐλθόντος λύχνος μηκέτι φαινέτω· τύποι γὰρ ἦσαν τῶν μελλόντων τὰ γεγονότα.
2.5.1
Ταῦτα πρὸς Ἰουδαίους λέγω, ἵνα μὴ ἀπατῶντες ἑαυτοὺς, δοκῶσι Πάσχα ἐπιτελεῖν, ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προλαμβάνουσι, καὶ προβάλλονται ἑορτὴν, οἱ ἀεὶ ἀπερίτμητοι τῇ καρδίᾳ, καὶ τοῖς ὠσὶ βαρέως ἀκούοντες. Πῶς, εἰπέ μοι, Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε; Ὁ ναὸς κατέσκαπται· ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πᾶσα θυσία καταλέλυται· τίνος οὖν ἕνεκεν τολμᾷς παρανομεῖν; Ἀπῆλθές ποτε εἰς Βαβυλῶνα, ἤκουσας τῶν αἰχμαλωτευσάντων ὑμᾶς λεγόντων, Ἄσατε τὴν ᾠδὴν ἡμῖν τοῦ Κυρίου· καὶ οὐκ ἠνέσχου. Καὶ διὰ τί ἔξωθεν Ἱεροσολύμων ποιεῖς τὸ Πάσχα; Σὺ εἶπας· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Καὶ ταῦταδηλῶν ὁ μακάριος Δαυῒδ ἔλεγεν· Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, τὸ ψαλτήριον, τὴν κιθάραν, τὴν λύραν· τούτοις γὰρ τὸ παλαιὸν ἐκέχρηντο, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον. Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ εἴπαμεν· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Τί λέγεις, εἰπέ μοι; τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες ἀναισθησίαν Ἰουδαίων; Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες, οὔτε ψαλμὸν εἵλοντο εἰπεῖν ἐπὶ γῆς ἀλλοτρίας· καὶ νῦν ἀφ' ἑαυτῶν, οὐδενὸς ἀναγκάζοντος, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν. Διὸ καὶ ὁ μακάριος Στέφανος ἔλεγε πρὸς αὐτούς· Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα; πῶς παράνομος ἡ ἑορτὴ ἡ Ἰουδαϊκή; Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη. Τότε, φησὶν, Ὁ Ἰησοῦς, ἐσθιόντων αὐτῶν καὶ πινόντων, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων αὐτοῦ χειρῶν, εὐχαριστήσας καὶ κλάσας εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν. Καὶ τὸ ποτήριον πάλιν λαβὼν, ἐδίδου αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ παρῆν καὶ Ἰούδας τοῦτο λέγοντος τοῦ Κυρίου. Τοῦτό ἐστι τὸ αἷμα, ὦ Ἰούδα, ὅπερ ἐπώλησας τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὢ πόση ἡ τοῦ Χριστοῦ φιλανθρωπία! ὢ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης! ὁ Δεσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν· ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν τριάκοντα ἀργύρια, ὁ δὲ Χριστὸς λυτρὸν ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε. Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸ τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε, καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν. Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται. Ἐπέμενε γὰρ τῇ πονηρᾷ γνώμῃ, καὶ ἐξελθὼν ἀντὶ φιλήματος προδοσίαν εἰργάσατο, μὴ μνησθεὶς τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ μετὰ τὴν προδοσίαν ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Ὢ τύφλωσις! τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας; Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου· Οὐαὶ δὲ δι' οὗ τὸ σκάνδαλον ἦλθεν. ʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ τραπέζῃ προσιέναι. Πάντες τοίνυν μετὰ καθαροῦ συνειδότος προσέλθωμεν· μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα δολιευόμενος τοὺς πλησίον αὐτοῦ, μηδεὶς πονηρὸς, μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Πάρεστι καὶ νῦν ὁ Χριστὸς τὴν τράπεζαν κοσμῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα τοῦ Χριστοῦ. Σχῆμα πληρῶν μόνον ἕστηκεν ὁ ἱερεὺς, καὶ δέησιν προσφέρει· ἡ δὲ χάρις καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη. Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα τὰ προκείμενα μεταῤῥυθμίζει. Καὶ καθάπερ ἐκείνη ἡ φωνὴ, ἡ λέγουσα, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον, ἐνδυναμοῦσα τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιίαν· οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα, διαπαντὸς αὔξει τῇ χάριτι τοὺς ἀξίως μετέχοντας. Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρὸς, μηδεὶς ἅρπαξ, μηδεὶς λοίδορος, μηδεὶς μισάδελφος, μηδεὶς φιλάργυρος, μηδεὶς μέθυσος, μηδεὶς πλεονέκτης, μηδεὶς ἀρσενοκοίτης, μηδεὶς φθονερὸς, μηδεὶς πορνείᾳ δουλευέτω, μηδεὶς κλέπτης, μηδεὶς ἐπίβουλος, ἵνα μὴ κρῖμα ἑαυτῷ λήψηται. Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετέσχε τοῦ μυστικοῦ δείπνου, καὶ ἐξελθὼν παρέδωκε τὸν Κύριον, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν μυστηρίων, τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ διάβολος, καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλλουσι. Ταῦτα λέγω οὐχ ἵνα φοβήσω μόνον, ἀλλ' ἵνα καὶ ἀσφαλεστέρους ποιήσω. Καθάπερ γὰρ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον· οὕτω καὶ ἡ πνευματικὴ τροφὴ, ὅταν ἀναξίως μετέχηται, πλέον κρῖμα ἑαυτῷ σωρεύει. Μηδεὶς τοίνυν πονηροὺς ἔνδον ἐχέτω λογισμοὺς, παρακαλῶ, ἀλλ' ἐκκαθάρωμεν ἡμῖν τὴν καρδίαν· καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν καθαρεύωμεν. Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχήν· καὶ γὰρ δυνατόν ἐστι τοῦτο ποιῆσαι ἐν μιᾷ ἡμέρᾳ. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀφέσεως ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Ἀλλ' ἐννόησον τίνος ἕνεκεν ἐσφάγη. Ὢ ποίων μυστηρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον. Καὶ ὁ μὲν Χριστὸς τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ συνδούλῳ μένεις ἐχθραίνων; καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Ὁ Δεσπότης σου οὐ παρῃτήσατο πάντα ὑπομεῖναι διὰ σὲ, σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι ἀνέχῃ; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι, τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον. Καὶ τί τοῦτο; ἀλλ' οὐδέπω σε ἐσταύρωσε, καθάπερ τὸν Κύριον οἱ Ἰουδαῖοι. Ἐὰν μὴ ἀφῇς τῷ πλησίον σου τὸ ἀδίκημα, οὐδὲ ὁ Πατήρ σου ὁ οὐράνιος ἀφήσει σοι τὰ ἁμαρτήματά σου. Ποίῳ δὲ συνειδότι ἐρεῖς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς; Ὁμοίως ὁ Χριστὸς καὶ τὸ αἷμα, ὃ ἐξέχεαν ἐκεῖνοι, εἰς σωτηρίαν τῶν ἐκχεόντων δέδωκε. Τί τούτου ἴσον ἔχεις ποιῆσαι; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας, σαυτὸν δὲ ἀσύγγνωστον ἐποιήσω τὴν τιμωρίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδένα γὰρ οὕτω μισεῖ καὶ ἀποστρέφεται ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν ὁ Κύριος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε πρῶτον καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί λέγεις, Ἀφήσω ἐκεῖ τὸ δῶρον, ἤγουν τὴν θυσίαν; Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν πρὸς τὸν ἀδελφόν σου καὶ αὐτὴ ἡ θυσία ἐγένετο. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν πλησίον ἡ θυσία ἐστὶ, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰ καὶ μετέχεις τῆς θυσίας, ἀνωφελής σοι ἡ μετάληψις γέγονεν ἅνευ τοῦ κατορθώματος τῆςεἰρήνης. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, λέγω δὴ τὴν εἰρήνην, δι' ὅπερ καὶ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. Διὰ γὰρ τοῦτο ἦλθεν εἰς τὸν κόσμον ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Πατρὶ, ὥς που καὶ Παῦλός φησι· Νυνὶ δὲ ἀποκατήλλαξεν ἑαυτῷ τὰ πάντα, διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Διὰ τοῦτο οὐχὶ αὐτὸς μόνον ἦλθε ποιῶν εἰρήνην, ἀλλὰ καὶ ἡμᾶς μακαρίζει τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ ποιεῖ τῆς αὑτοῦ προσηγορίας κοινωνούς. Μακάριοι γὰρ οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὅπερ οὖν ἐποίησεν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην, εἰρήνης γενόμενος πρόξενος καὶ σαυτῷ καὶ τῷ πλησίον σου. Διὰ τοῦτο καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν· διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν. Ἐβουλόμην μὲν οὖν, ἀγαπητοὶ, ἐπὶ πλεῖστον παρατεῖναι τὸν λόγον· ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας, καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις. Μνημονεύωμεν τοίνυν, παρακαλῶ, διαπαντὸς τούτων τῶν ῥημάτων, καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους. Οὗτος γὰρ ὁ ἀσπασμὸς συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ γενέσθαι σῶμα ἓν ἅπαντας, καὶ μέλη Χριστοῦ, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν ἅπαντες. Γενώμεθα οὖν κατ' ἀλήθειαν σῶμα ἓν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες. Οὕτω γὰρ ποιοῦντες, δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης, καὶ τῆς ὑπὸ τοῦ Χριστοῦ πρὸς τῷ τέλει βραβευθείσης εἰρήνης δοχεῖα γενέσθαι. Κἂν γὰρ μυρία ἔχωμεν κατορθώματα, σίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην εἰργασάμεθα, καὶ οὐδὲν ἐκ τούτων εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Μέλλων γὰρ ὁ Σωτὴρ ἀνελθεῖν πρὸς τὸν Πατέρα, ἀντὶ δόξης προσκαίρου καὶ πλούτου μεγάλου ταύτην τοῖς μαθηταῖς κληρονομίαν ἀφίησιν, εἰπών· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ποῖος γὰρ πλοῦτος, ἢ πόση χρημάτων περιουσία γένοιτ' ἂν τιμιωτέρα τῆς εἰρήνης τοῦ Χριστοῦ, τῆς πάντα λόγον καὶ νοῦν ὑπερεχούσης; Τοῦτο οὖν καὶ ὁ προφήτης Μαλαχίας εἰδὼς χαλεπὸν εἶναι καὶ ὑπέρογκον τὸ παράπτωμα, ἔλεγεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Λαός μου, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ ἕκαστος κακίαν ἐν τῇ καρδίᾳ τῷ πλησίον αὐτοῦ μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· καὶ οὐ μὴ ἀποθανεῖτε, οἶκος τοῦ Ἰσραὴλ, λέγει Κύριος. Ὡς ἂν εἰ μέλλοιτε εἶναι ψεῦσται, μνησίκακοι, ἐπίορκοι, ἐπιλαθόμενοι τῶν ἐντολῶν μου, θανάτῳ ἀποθανεῖσθε. Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note