De regressu
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Οὐχ οἷα τὰ ἰουδαϊκὰ τοιαῦτα καὶ τὰ ἡμέτερα· οὐ δουλεύω τόπῳ, οὐχ ὑπόκειμαι καιρῶν ἀνάγκῃ. «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε». Καταγγείλωμεν καὶ σήμερον τὸν θάνατον τοῦ Χριστοῦ. Ἀλλὰ τότε ἑορτὴ καὶ σήμερον ἑορτή. Ὅπου γὰρ ἀγάπη ἑορτή. Ὅπουἀπελάβετε πατέρα, τέκνα, ἑορτή. Καὶ γὰρ ἐκείνη ἡ ἑορτὴ ἀγάπης ἐστίν. «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν».