De regressu
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ὥσπερ ἐὰν πράξῃς δέησιν καὶ λάβῃς αὐτὴν ὑπογεγραμμένην, οὐ περιεργάζῃ εἰς ποῖον κάλαμον ἔγραψεν ὁ βασιλεύς, οὐδὲ εἰς ποῖον χάρτην οὐδὲ εἰς ποῖον μέλανα (̣ f. 390v) ἀλλ' ἓν μόνον ζητεῖς εἰ ὁ βασιλεὺς ὑπέγραψεν, οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος χάρτης τὸ συνειδός, κάλαμος ἡ γλῶσσα τοῦ ἱερέως, χείρ ἐστιν τοῦ Πνεύματος ἡ χάρις. Εἴτε οὖν δι' ἐμοῦ, εἴτε οὖν δι' ἐκείνου, ἡ αὐτὴ χεὶρ γράφει.