De regressu
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἀλλ' εἰ καὶ ἀπελείφθην ὑμῶν, οὐ διὰ ὑπεροψίαν, ἀλλὰ διὰ τὸν ὑμέτερον πλοῦτον. Τὰ γὰρ δι' ἐμοῦ, μᾶλλον δὲ διὰ τῆς χάριτος κατορθωθέντα ὑμέτερος στέφανος γίνεται. Καὶ διὰ τοῦτο χαίρω καὶ σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς. Χαίρω μέν, ἑρμηνεῦσαι δὲ τὸ μέγεθος τῆς χαρᾶς οὐ δύναμαι. Τί οὖν ἵνα γένηται, πῶς ἵνα μάθητε τὸ μέγεθος τῆς χαρᾶς; Τὸ συνειδὸς ὑμῶν εἰς μαρτυρίαν καλῶ· ἀφ' ὧν γὰρ ὑμεῖς πάσχετε ἐμὲ θεώμενοι, οἴδατε τὰ ἡμέτερα οἷά ἐστιν, ἀπὸ τῆς θεωρίας τῆς ὄψεως πειθόμενοι.