De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ὅτι ὁ τὸν γάμον κακίζων τὴν παρθενίαν ἀδικεῖ. Ὁ μὲν γὰρ τὸν γάμον κακίζων καὶ τὴν τῆς παρθενίας ὑποτέμνεται δόξαν· ὁ δὲ τοῦτον ἐπαινῶν μᾶλλον ἐκείνης ἐπαίρει τὸ θαῦμα καὶ λαμπρότερον ποιεῖ. Τὸ μὲν γὰρ τῇ πρὸς τὸ χεῖρον παραθέσει φαινόμενον καλὸν οὐκ ἂν εἴη σφόδρα καλόν· τὸ δὲ τῶν ὁμολογουμένων ἀγαθῶν ἄμεινον, τοῦτό ἐστι τὸ μεθ' ὑπερβολῆς καλόν, ὅπερ τὴν παρθενίαν ἀποδείκνυμεν οὖσαν ἡμεῖς. Ὥσπερ οὖν οἱ τὸν γάμον κακίζοντες τοῖς ταύτης ἐγκωμίοις λυμαίνονται, οὕτως ὁ διαβολῆς ἀπαλλάττων αὐτὸν οὐ τοῦτον μᾶλλον ἢ τὴν παρθενίαν ἐπῄνεσε. Καὶ γὰρ ἐπὶ τῶν σωμάτων οὐχ ὅσα τῶν πεπηρωμένων ἀλλ' ὅσα τῶν ἀρτίων καὶ μηδεμίαν λώβην ἐχόντων ἐστὶν ἀμείνω, ταῦτα ὡραῖά φαμεν εἶναι. Καλὸν ὁ γάμος; Οὐκοῦν διὰ τοῦτο ἡ παρθενία θαυμαστὸν ὅτι καλοῦ κρείττων ἐστὶ καὶ τοσούτῳ κρείττων ὅσῳ τῶν ναυτῶν ὁ κυβερνήτης καὶ τῶν στρατιωτῶν ὁ στρατηγός. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ τοῦ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν, οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προύδωκας καὶ εἰς ἔσχατον ἤγαγες κακόν. Καλὸν ἡ παρθενία; Σύμφημι κἀγώ. Ἀλλὰ τοῦ γάμου κρείττων; Καὶ τοῦτο συνομολογῶ· εἰ βούλει, καὶ τὸ ὅσον κρείττων προτίθημι ὅσον γῆς ὁ οὐρανός, ὅσον τῶν ἀνθρώπων οἱ ἄγγελοι, εἰ δὲ χρή τι καὶ βιασάμενον εἰπεῖν, καὶ πλέον. Ἄγγελοι μὲν γὰρ εἰ καὶ μὴ γαμοῦσιν μηδὲ γαμίζονται, ἀλλ' οὐκ εἰσὶ συμπεπλεγμένοι σαρκὶ καὶ αἵματι οὐδὲ ἐπὶ τῆς γῆς ἔχουσι τὰς διατριβὰς οὐδὲ ὄχλον ἐπιθυμιῶν ἀνέχονται, οὐδὲ σίτου δέονται καὶ ποτοῦ οὐδὲ μέλος αὐτοὺς ἡδὺ μαλάξαι δύναται οὐδὲ ὄψις ἐπικάμψαι λαμπρὰ οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπερ τὸν οὐρανὸν ἐν μεσημβρίᾳ σταθερᾷ μηδενὸς ἐνοχλοῦντος νέφους ἔστιν ἰδεῖν καθαρόν, οὕτω καὶ τὰς ἐκείνων φύσεις οὐδεμιᾶς ἐνοχλούσης ἐπιθυμίας μένειν ἀνάγκη διαυγεῖς καὶ λαμπράς.