De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Ὅτι ἡ παρθενία τοὺς ὄντως αὐτὴν μετιόντας ἀγγέλους ἐξ ἀνθρώπων ποιεῖ. Τὸ δὲ τῶν ἀνθρώπων γένος τῶν μακαρίων ἐκείνων τῇ φύσει λειπόμενον βιάζεται τὴν οἰκείαν ἰσχὺν καὶ φιλονεικεῖ διὰ τῆς σπουδῆς κατὰ δύναμιν ἐξισωθῆναι ἐκείνοις. Πῶς οὖν; Οὐ γαμοῦσιν οὐδὲ γαμίζονται ἄγγελοι, ἀλλ' οὐδὲ ἡ παρθένος. Παρεστήκασιν διὰ παντὸς καὶ λειτουργοῦσιν τῷ Θεῷ· τοῦτο καὶ ἡ παρθένος. Διὸ καὶ Παῦλος αὐτὰς πάντων ἀπέστησε τῶν φροντίδων διὰ τὸ εὐπρόσεδρον καὶ ἀπερίσπαστον. Εἰ δὲ μὴ δύνανται εἰς τὸν οὐρανὸν ἀναβῆναι τέως καθάπερ ἐκεῖνοι, τῆς σαρκὸς καθελκούσης αὐτάς, ἀλλὰ καὶ ἐν τούτῳ πολλὴν ἔχουσι τὴν παραμυθίαν αὐτὸν τὸν τῶν οὐρανῶν ὑποδεχόμεναι δεσπότην ἂν ὦσιν ἅγιαι τῷ σώματι καὶ τῷ πνεύματι. Εἶδες τῆς παρθενίας τὸ ἀξίωμα; Πῶς τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας τοῖς ἐν οὐρανοῖς διαιτωμένοις ὁμοίως πολιτεύεσθαι ποιεῖ; Τοὺς σῶμα περικειμένους τῶν ἀσωμάτων οὐκ ἀφίησι λείπεσθαι δυνάμεων, ἀνθρώπους ὄντας εἰς τὸν αὐτὸν τῶν ἀγγέλων ἄγει ζῆλον. Ἀλλ' οὐδὲν τούτων πρὸς ὑμᾶς τοὺς τοσοῦτον πρᾶγμα λυμαινομένους καὶ τὸν δεσπότην διαβάλλοντας καὶ πονηρὸν ἀποκαλοῦντας. Ἡ γὰρ τοῦ πονηροῦ δούλου κόλασις ὑμᾶς ἐκδέξεται· ταῖς δὲ τῆς ἐκκλησίας παρθένοις ἀπαντήσεται τὰ πολλὰ καὶ μεγάλα ἀγαθά, καὶ ὀφθαλμὸν καὶ ἀκοὴν καὶ διάνοιαν ὑπερβαίνοντα τὴν ἀνθρωπίνην. Διόπερ ἐκείνους ἀφέντες– καὶ γὰρ τῶν πρὸς αὐτοὺς εἰρημένων ἅλις– τοῖς τέκνοις τῆς ἐκκλησίας διαλεξώμεθα λοιπόν.