De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ὅτι Παῦλος εἰπὼν Τοῖς δὲ λοιποῖς λέγω οὐχ ὁ κύριος, οὐκ ἀνθρωπίνην ἔδειξεν τὴν συμβουλήν. Πόθεν οὖν ἄρξασθαι τοῦ λόγου καλόν; ἀπ' αὐτῶν τοῦ κυρίου ῥημάτων, ὧν διὰ τοῦ μακαρίου φθέγγεται Παύλου. Τὴν γὰρ τούτου παραίνεσιν τοῦ κυρίου παραίνεσιν εἶναι πιστεύειν χρή. Καὶ γὰρ ὅταν λέγῃ· «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ' ὁ κύριος·» καὶ πάλιν· «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω οὐχ ὁ κύριος,» οὐχ ὡς ἑτέρων μὲν ὄντων τῶν αὐτοῦ, ἑτέρων δὲ τῶν τοῦ κυρίου ταῦτά φησιν. Ὁ γὰρ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ὁ μηδὲ ζῆν σπουδάζων ὥστε τὸν Χριστὸν ἐν ἑαυτῷ ζῆν, ὁ καὶ βασιλείαν καὶ ζωὴν καὶ ἀγγέλους καὶ δυνάμεις καὶ κτίσιν ἑτέραν καὶ πάντα ἁπλῶς δεύτερα τῆς ἀγάπης αὐτοῦ τιθέμενος, πῶς ἂν ἢ φθέγξασθαι ἢ καὶ ἐννοῆσαί τι τῶν οὐ δοκούντων ἠνέσχετο τῷ Χριστῷ καὶ ταῦτα νομοθετῶν; Τί ποτ' οὖν ἐστιν ὃ λέγει, «Ἐγὼ» καὶ «Οὐκ ἐγώ»; Τῶν νόμων καὶ τῶν δογμάτων τοὺς μὲν δι' ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν ἀποστόλων ἔδωκεν ἡμῖν ὁ Χριστός. Ὅτι γὰρ οὐ πάντας αὐτὸς δι' ἑαυτοῦ τέθεικεν, ἄκουσον τί φησι· «Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι.» Περὶ μὲν οὖν τοῦ «γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι,» προλαβὼν αὐτὸς ἐνομοθέτησεν ἡνίκα ἐν σαρκὶ ἐπὶ τῆς γῆς ἦν. Καὶ διὰ τοῦτο Παῦλός φησι· «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ' ὁ κύριος.» Τῶν δὲ ἀπίστων ἕνεκεν αὐτὸς μὲν ἡμῖν οὐδὲν εἶπε δι' ἑαυτοῦ, τὴν δὲ τοῦ Παύλου πρὸς τοῦτο κινήσας ψυχὴν ἐνομοθέτει λέγων· «Εἴ τις ἔχει γυναῖκα ἄπιστον καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν, καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν.» Διὰ τοῦτο οὖν ἔλεγεν· «Οὐχ ὁ κύριος, ἀλλ' ἐγώ», οὐ τοῦτο δεῖξαι βουλόμενος ὅτι ἀνθρώπινον ἦν τὸ λεγόμενον– πῶς γάρ;– ἀλλ' ὅτι τὴν ἐντολὴν ταύτην οὐχ ἡνίκα παρῆν τοῖς μαθηταῖς αὐτὴν δέδωκεν, ἀλλὰ νῦν δι' αὐτοῦ. Ὥσπερ οὖν τὸ «Ὁ κύριος, οὐκ ἐγώ» οὐκ ἔστιν ἐναντιουμένου τῷ προστάγματι τοῦ Χριστοῦ, οὕτως τὸ «Ἐγώ, οὐχ ὁ κύριος» οὐκ ἴδιόν τι παρὰ τὸ τῷ Θεῷ δοκοῦν λέγοντος ἀλλὰ τοῦτο μόνον δεικνύντος δι' αὐτοῦ νῦν διδομένην τὴν ἐντολήν. Καὶ γὰρ περὶ τῆς ἐν χηρείᾳ διαλεγόμενος, «Μακαριωτέρα δέ ἐστι, φησίν, ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην.» Εἶτα ἵνα μὴ «τὴν ἐμὴν γνώμην» ἀκούσας ἀνθρώπινον εἶναι νομίσῃς τὸν λογισμόν, τῇ προσθήκῃ τὴν ὑποψίαν ἐξέκοψεν εἰπών· «Δοκῶ δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.» Ὥσπερ οὖν τὰ τοῦ πνεύματος φθεγγόμενος ἑαυτοῦ λέγει γνώμην εἶναι καὶ οὐ διὰ τοῦτο φήσομεν ἀνθρωπίνην εἶναι τὴν ἀπόφασιν, οὕτω καὶ νῦν ὅταν εἴπῃ· «Ἐγὼ λέγω, οὐχ ὁ κύριος», μὴ διὰ τοῦτο Παύλου νομίσῃς εἶναι τὸν λόγον. Τὸν γὰρ Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα καὶ οὐκ ἂν ἐτόλμησεν ἐν ἀποφάσει δόγμα θεῖναι τοσοῦτον, εἰ μὴ τὸν νόμον ἡμῖν ἐκεῖθεν ἔφερεν. Εἶπε γὰρ ἄν τις πρὸς αὐτόν· οὐκ ἀνέχομαι εἶναι μετὰ τῆς ἀπίστου πιστὸς ὢν αὐτός, μετὰ τῆς ἐναγοῦς ὁ καθαρός. Αὐτὸς προλαβὼν εἶπες ὅτι σὺ ταῦτα λέγεις, οὐχ ὁ κύριος. Πόθεν οὖν μοι τὸ ἀσφαλὲς καὶ τὸ βέβαιον; Ἀλλ' εἶπεν ἂν πρὸς αὐτὸν ὁ Παῦλος· μὴ δείσῃς· διὰ γὰρ τοῦτο εἶπον ὅτι τὸν Χριστὸν ἔχω λαλοῦντα ἐν ἐμαυτῷ καὶ ὅτι «Δοκῶ πνεῦμα ἔχειν Θεοῦ» ἵνα μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς εἶναι τῶν λεγομένων. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν τοσαύτην ἔδωκα τοῖς ἐμοῖς λογισμοῖς τὴν ἐξουσίαν. Λογισμοὶ γὰρ θνητῶν δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Δείκνυσι δὲ καὶ ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκκλησία τοῦ νόμου τὴν ἰσχὺν μετὰ τῆς ἀκριβείας αὐτὸν φυλάττουσα, οὐκ ἂν φυλάξασα, εἰ μὴ πέπειστο ἀκριβῶς εἶναι Χριστοῦ πρόσταγμα τὸ λεχθέν. Τί οὖν ὁ Παῦλος ἐνηχούμενος ὑπὸ τοῦ κυρίου φησί; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Ἀποδέξαιτο ἄν τις ἐνταῦθα τοὺς Κορινθίους ὅτι μηδεμίαν ποτὲ παρὰ τοῦ διδασκάλου δεξάμενοι συμβουλὴν περὶ παρθενίας, αὐτοὶ φθάσαντες ἐρωτῶσιν αὐτόν, ἐντεῦθεν ἤδη δεικνύντες τὴν ἀπὸ τῆς χάριτος ἐπίδοσιν γενομένην αὐτοῖς. Ἀπὸ γὰρ τῆς παλαιᾶς διαθήκης οὐκ ἦν ὁ γάμος ἀμφίβολος· οὐ γὰρ μόνον οἱ λοιποὶ πάντες ἀλλὰ καὶ Λευῗται καὶ ἀρχιερεῖς καὶ αὐτὸς ὁ μέγας ἀρχιερεὺς πολλὴν ἐποιεῖτο τοῦ γάμου σπουδήν.