Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 14 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἀντίθεσις τῶν τὴν παρθενίαν ἐκβαλλόντων καὶ λύσις. Ἀλλ' ἴσως εἴποι τις ἄν· καὶ εἰ καλὸν γυναικὸς μὴ ἅπτεσθαι, τίνος ἕνεκεν γάμος ἐπεισῆλθε τῷ βίῳ; Ποῦ δὲ λοιπὸν χρησόμεθα τῇ γυναικὶ μήτε εἰς γάμον μήτε εἰς παιδοποιΐαν ἡμῖν χρησιμευούσῃ; Τί δὲ κωλύσει τὸ τῶν ἀνθρώπων ἅπαν ἀφανισθῆναι γένος, τοῦ μὲν θανάτου καθ' ἑκάστην αὐτὸ τὴν ἡμέραν ἐπινεμομένου καὶ κόπτοντος, τοῦ δὲ λόγου τούτου οὐκ ἐῶντος ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι; Εἰ γὰρ τὸ καλὸν τοῦτο ζηλώσαιμεν ἅπαντες καὶ μὴ ἁψαίμεθα γυναικός, πάντα οἰχήσεται καὶ πόλεις καὶ οἰκίαι καὶ ἀγροὶ καὶ τέχναι καὶ ζῷα καὶ φυτά. Καθάπερ γὰρ τοῦ στρατηγοῦ πεσόντος πᾶσα ἀνάγκη τοῦ στρατεύματος διασπασθῆναι τὴν εὐταξίαν, οὕτω τοῦ πάντων τῶν ἐπὶ γῆς βασιλεύοντος ἀνθρώπου διὰ τοῦ μὴ γαμεῖν ἀφανισθέντος οὐδὲν τῶν λοιπῶν ἐπὶ τῆς αὐτῆς ἀσφαλείας καὶ εὐταξίας διαμενεῖ καὶ τὸ καλὸν τοῦτο παράγγελμα μυρίων ἐμπλήσει τὴν οἰκουμένην κακῶν. Ἐγὼ δέ, εἰ μὲν τῶν ἐχθρῶν καὶ ἀπίστων ἦν ταῦτα μόνον τὰ ῥήματα, βραχὺν ἂν αὐτῶν ἐποιησάμην λόγον. Ἐπειδὴ δὲ καὶ τῶν εἰς τὴν ἐκκλησίαν δοκούντων συντελεῖν πολλοὶ ταῦτα φθέγγονται, δι' ἀσθένειαν μὲν προαιρέσεως ἀπολειφθέντες τῶν ὑπὲρ τῆς παρθενίας ἱδρώτων, τῷ δὲ τὸ πρᾶγμα κακίζειν καὶ περιττὸν ἀποφαίνειν βουλόμενοι συσκιάζειν τὴν ἑαυτῶν ῥαθυμίαν, ἵνα μὴ δοκῶσι δι' ὀλιγωρίαν, ἀλλὰ διὰ κρίσιν ὀρθὴν λογισμῶν τῶν ἀγώνων ὑστερηκέναι τούτων, φέρε τοὺς ἐχθροὺς ἀφέντες– «Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι»– τοὺς προσποιουμένους εἶναι μεθ' ἡμῶν, διδάξωμεν ἀμφότερα, ὡς οὔτε τὸ πρᾶγμα περιττόν, ἀλλὰ καὶ σφόδρα χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν οὔτε αὐτοῖς ἀζήμιος ἡ τοιαύτη κατηγορία, ἀλλὰ τοσοῦτον αὐτοῖς οἴσει τὸν κίνδυνον ὅσον τοῖς κατορθοῦσι τὸν μισθὸν καὶ τὸν ἔπαινον. Ἐπειδὴ γὰρ ὁ σύμπας οὗτος κόσμος ἀπήρτιστο καὶ πάντα ηὐτρέπιστο τὰ πρὸς ἀνάπαυσιν καὶ χρῆσιν τὴν ἡμετέραν, ἔπλασε τὸν ἄνθρωπον ὁ Θεὸς δι' ὃν καὶ τὸν κόσμον ἐποίησε. Πλασθεὶς δὲ ἐκεῖνος ἔμεινεν ἐν παραδείσῳ καὶ γάμου λόγος οὐδεὶς ἦν. Ἐδέησεν αὐτῷ γενέσθαι καὶ βοηθόν, καὶ ἐγένετο, καὶ οὐδὲ οὕτως ὁ γάμος ἀναγκαῖος εἶναι ἐδόκει. Ἀλλ' οὐδὲ ἐφαίνετό που, ἀλλ' ἔμενον ἐκεῖνοι τούτου χωρὶς καθάπερ ἐν οὐρανῷ τῷ παραδείσῳ διαιτώμενοι καὶ ἐντρυφῶντες τῇ πρὸς Θεὸν ὁμιλίᾳ. Μίξεως δὲ ἐπιθυμία καὶ σύλληψις καὶ ὠδῖνες καὶ τόκοι καὶ πᾶν εἶδος φθορᾶς ἐξώριστο τῆς ἐκείνων ψυχῆς. Ὥσπερ δὲ ῥεῖθρον διειδὲς ἐκ καθαρᾶς πηγῆς προϊόν, οὕτως ἦσαν ἐν ἐκείνῳ τῷ χωρίῳ τῇ παρθενίᾳ κοσμούμενοι. Καὶ πᾶσα τότε ἡ γῆ ἔρημος ἦν ἀνθρώπων, τοῦτο ὃ νῦν δεδοίκασιν οὗτοι οἱ τῆς οἰκουμένης μεριμνηταί, οἱ τὰ μὲν ἑτέρων σπουδαίως μεριμνῶντες, τὰ δὲ ἑαυτῶν οὐδὲ ἐννοεῖν ἀνεχόμενοι καὶ ὑπὲρ μὲν τοῦ κοινοῦ τῶν ἀνθρώπων δεδοικότες γένους μή ποτε ἐπιλείπῃ, τῆς δὲ ἰδίας ἕκαστος ὡς ἀλλοτρίας οὕτως ἀμελοῦντες ψυχῆς καὶ ταῦτα μέλλοντες ὑπὲρ μὲν ταύτης καὶ τῶν μικροτάτων ἕνεκεν ἀκριβεῖς ἀπαιτεῖσθαι τὰς εὐθύνας, ὑπὲρ δὲ τῆς τῶν ἀνθρώπων ὀλιγότητος οὐδὲ τὸν τυχόντα λόγον ὑφέξειν. Οὐκ ἦσαν τότε πόλεις οὐδὲ τέχναι οὐδὲ οἰκίαι· καὶ γὰρ καὶ τούτων ὑμῖν οὐχ ὡς ἔτυχε μέλει, ἀλλ' οὐκ ἦν τότε ταῦτα καὶ ὅμως τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ πολλῷ ταύτης ἀμείνω οὐδὲν οὔτε ἐνεπόδιζεν οὔτε ἐνέκοπτεν. Ἐπειδὴ δὲ παρήκουσαν τοῦ Θεοῦ καὶ ἐγένοντο γῆ καὶ σποδός, ἀπώλεσαν μετὰ τῆς μακαρίας ἐκείνης διαγωγῆς καὶ τὸ τῆς παρθενίας κάλλος, καὶ μετὰ τοῦ Θεοῦ καὶ αὐτὴ καταλιποῦσα αὐτοὺς ἀνεχώρησεν. Ἕως μὲν γὰρ ἦσαν ἀνάλωτοι τῷ διαβόλῳ καὶ δεσπότην ᾐδοῦντο τὸν αὑτῶν, παρέμενε καὶ ἡ παρθενία κοσμοῦσα αὐτοὺς μᾶλλον ἢ τοὺς βασιλεῖς τὸ διάδημα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ. Ἐπειδὴ δὲ αἰχμάλωτοι γενόμενοι τὴν βασιλικὴν ταύτην ἀπεδύσαντο στολὴν καὶ τὸν οὐράνιον ἀπέθεντο κόσμον, ἐδέξαντο δὲ τὴν ἀπὸ τοῦ θανάτου φθορὰν καὶ τὴν ἀρὰν καὶ τὴν ὀδύνην καὶ τὸν ἐπίπονον βίον, τότε καὶ ὁ γάμος ἐπεισέρχεται μετὰ τούτων τὸ θνητὸν τοῦτο καὶ δουλικὸν ἱμάτιον. «Ὁ γὰρ γαμήσας, φησί, μεριμνᾷ τὰ τοῦ κόσμου.» Ὁρᾷς πόθεν ἔσχε τὴν ἀρχὴν ὁ γάμος; Πόθεν ἀναγκαῖος ἔδοξεν εἶναι; Ἀπὸ τῆς παρακοῆς, ἀπὸ τῆς ἀρᾶς, ἀπὸ τοῦ θανάτου. Ὅπου γὰρ θάνατος, ἐκεῖ γάμος· τούτου δὲ οὐκ ὄντος οὐδὲ αὐτὸς ἕπεται. Ἀλλ' οὐχ ἡ παρθενία ταύτην ἔχει τὴν ἀκολουθίαν ἀλλ' ἀεὶ χρήσιμον, ἀεὶ καλὸν καὶ μακάριον καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὸν θάνατον καὶ πρὸ τοῦ γάμου καὶ μετὰ τὸν γάμον. Ποῖος γάρ, εἰπέ μοι, γάμος ἀπέτεκε Ἀδάμ; Ποῖαι τὴν Εὔαν ὠδῖνες; Οὐκ ἂν ἔχοις εἰπεῖν. Τί οὖν δέδοικας εἰκῇ καὶ τρέμεις μὴ παυσαμένου τοῦ γάμου καὶ τὸ τῶν ἀνθρώπων παύσεται γένος; Μύριαι μυριάδες ἀγγέλων λειτουργοῦσι τῷ Θεῷ, χίλιαι χιλιάδες ἀρχαγγέλων παρεστᾶσιν αὐτῷ, καὶ οὐδεὶς τούτων γέγονεν ἐκ διαδοχῆς, οὐδεὶς ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεως. Οὔκουν πολλῷ μᾶλλον ἀνθρώπους ἐποίησεν ἂν γάμου χωρίς; Ὥσπερ οὖν καὶ ἐποίησε τοὺς πρώτους ὅθεν ἅπαντες ἄνθρωποι.

Intertext edge

Open linked passage

Note