De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ὅτι πάλαι μὲν τῷ γάμῳ δύο προφάσεις, νῦν δὲ μία. Ἐδόθη μὲν οὖν καὶ παιδοποιΐας ἕνεκεν ὁ γάμος· πολλῷ δὲ πλέον ὑπὲρ τοῦ σβέσαι τὴν τῆς φύσεως πύρωσιν. Καὶ μάρτυς ὁ Παῦλος λέγων· «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», οὐ διὰ τὰς παιδοποιΐας. Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι κελεύει οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν, ἀλλὰ τί; «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς», φησί. Καὶ προελθὼν δὲ οὐκ εἶπεν· εἰ δὲ ἐπιθυμοῦσι παίδων, ἀλλὰ τί; «Εἰ δὲ μὴ ἐγκρατεύονται, γαμησάτωσαν.» Παρὰ μὲν γὰρ τὴν ἀρχήν, ὅπερ ἔφην, δύο ταύτας εἶχε τὰς ὑποθέσεις· ὕστερον δὲ πληρωθείσης καὶ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τῆς οἰκουμένης πάσης μία λείπεται πρόφασις αὐτοῦ μόνη, ἡ τῆς ἀκολασίας καὶ ἡ τῆς ἀσελγείας ἀναίρεσις. Τοὺς γὰρ ἔτι καὶ νῦν ἐν τούτοις κυλινδουμένους τοῖς πάθεσι καὶ χοίρων βίον ἐπιθυμοῦντας ζῆν καὶ ἐν χαμαιτυπείοις φθείρεσθαι οὐ μικρὸν ὀνίνησι τῆς ἀκαθαρσίας καὶ τῆς ἀνάγκης ἀπαλλάττων ἐκείνης καὶ ἐν ἁγιασμῷ καὶ σεμνότητι διατηρῶν. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ παύσομαι σκιαμαχῶν; Καὶ γὰρ ὑμεῖς οἱ ταῦτα λέγοντες ἡμῶν οὐχ ἧττον ἴστε τὴν τῆς παρθενίας ὑπεροχὴν καὶ πάντα ἅπερ ὑμῖν εἴρηται σκήψεις καὶ προφάσεις εἰσὶ καὶ ἀκρασίας προκαλύμματα.