De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Ὅτι τοῖς ἀσθενοῦσιν ἀναγκαῖον ὁ γάμος. Καλὸν ὁ γάμος ὅτι ἐν σωφροσύνῃ τὸν ἄνδρα διατηρεῖ καὶ οὐκ ἀφίησιν εἰς πορνείαν κατακυλισθέντα ἀποθανεῖν. Μὴ τοίνυν αὐτὸν διαβάλῃς. Πολὺ γὰρ ἔχει τὸ κέρδος οὐκ ἐῶν τὰ μέλη τοῦ Χριστοῦ μέλη γενέσθαι πόρνης, οὐ συγχωρῶν τὸν ἅγιον ναὸν γίνεσθαι βέβηλον καὶ ἀκάθαρτον. Διὰ τοῦτο καλὸν ὅτι βαστάζει καὶ ἀνορθοῖ τὸν καταπίπτειν μέλλοντα. Ἀλλὰ τί τοῦτο πρὸς τὸν ἑστῶτα, πρὸς τὸν οὐ δεόμενον τῆς ἀπ' αὐτοῦ βοηθείας; Ἐνταῦθα γὰρ οὐκέτι χρήσιμον τὸ πρᾶγμα οὐδὲ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ ἐμπόδιον ἀρετῆς οὐ μόνον τῷ πολλὰ τιθέναι κωλύματα ἀλλὰ καὶ τῷ τὸ πλέον τῶν ἐγκωμίων ὑποτέμνεσθαι μέρος.