De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ὅτι τὰ μέγιστα ἀδικεῖ ἑαυτὸν ὁ δυνάμενος παρθενεύειν καὶ γαμῶν. Τὸν γὰρ δυνάμενον γυμνὸν μάχεσθαι καὶ νικᾶν ὁ περιφράττων ὅπλοις οὐ μόνον οὐκ ὤνησεν ἀλλὰ καὶ τὴν ἐσχάτην ἀδικίαν ἠδίκησε τοῦ θαύματος ἀποστερήσας αὐτὸν καὶ τῶν λαμπρῶν στεφάνων. Οὐ γὰρ εἴασεν αὐτοῦ ἅπασαν φανῆναι τὴν ἰσχὺν οὐδὲ σφόδρα περιβόητον αὐτοῦ γενέσθαι τὸ τρόπαιον. Ἐπὶ δὲ τοῦ γάμου καὶ μείζων ἡ ζημία· οὐ γὰρ δόξης μόνον τῆς παρὰ τῶν πολλῶν ἀλλὰ καὶ μισθῶν ἀποστερεῖ τῶν τῇ παρθένῳ κειμένων. Διὰ ταῦτα «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Τί οὖν ἅπτεσθαι συγχωρεῖς; «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.» Φοβοῦμαί σε, φησίν, εἰς τὸ τῆς παρθενίας ὕψος ἀναγαγεῖν μὴ καταπέσῃς εἰς τὸ τῆς πορνείας βάραθρον. Οὔπω σοι κοῦφον γέγονε τὸ πτερὸν ἵνα πρὸς ἐκείνην ἐπάρω σε τὴν κορυφήν. Καίτοι γε αὐτοὶ τὰ τῶν ἄθλων εἵλοντο καὶ τῷ τῆς παρθενίας ἐπεπήδησαν καλῷ. Τί τοίνυν φοβῇ καὶ τρέμεις, ὦ μακάριε Παῦλε; Ὅτι οὗτοι μέν, ἴσως ἂν εἶπε, τὸ πρᾶγμα ἀγνοοῦντες ταύτην ἔχουσι τὴν προθυμίαν, ἐμὲ δὲ ἡ πεῖρα καὶ τὸ ἤδη ταύτης ἧφθαι τῆς μάχης καὶ πρὸς τὸ συμβουλεύειν ἑτέροις ὀκνηρότερον ποιεῖ.