Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 32 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1
Ὅτι ῥαθύμως εὐχόμενοι οὐ μόνον οὐκ ἐξιλεούμεθα ἀλλὰ καὶ παροξύνομεν τὸν Θεόν. Εἰ γὰρ οἱ τοῖς βασιλεῦσι προσιόντες– τί λέγω βασιλεῦσιν;– ἐσχάτοις μὲν οὖν ἄρχουσι καὶ δεσπόταις δοῦλοι ἐντυγχάνοντες, ἄν τε ὑφ' ἑτέρων ἠδικημένοι τοῦτο ποιῶσιν ἄν τε αὐτοὶ δεόμενοι παθεῖν εὖ ἄν τε ὀργήν τινα καθ' ἑαυτῶν ἐγηγερμένην κοιμίσαι σπεύδοντες καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἅπασαν ἐπιστρέψαντες πρὸς ἐκείνους, οὕτω ποιοῦνται τὴν ἐντυχίαν, κἂν μικρὸν ἀπορραθυμήσωσιν, οὐ μόνον οὐ κατώρθωσαν ὑπὲρ ὧν ἐδέοντο ἀλλὰ καὶ κακόν τι προσλαβόντες ἀπώσθησαν. Εἰ οἱ θυμὸν ἀνθρώπων παῦσαι βουλόμενοι, τοσαύτῃ κέχρηνται τῇ σπουδῇ, τί πεισόμεθα ἡμεῖς οἱ δείλαιοι, μετὰ τοσαύτης ῥαθυμίας τῷ πάντων δεσπότῃ προσιόντες Θεῷ καὶ ταῦτα πολλῷ μείζονος ὀργῆς ὄντες ὑπεύθυνοι; Οὔτε γὰρ οἰκέτης δεσπότην οὔτε ἀρχόμενος βασιλέα παροξύνειεν ἂν οὕτως ὡς τὸν Θεὸν καθ' ἑκάστην ἡμέραν ἡμεῖς. Καὶ τοῦτο ἐμφαίνων ὁ Χριστὸς τὰ μὲν εἰς τὸν πλησίον ἁμαρτήματα ἑκατὸν ἐκάλει δηνάρια, τὰ δὲ εἰς τὸν Θεὸν μύρια τάλαντα. Ἐπεὶ οὖν τοσαύτην ἐν ταῖς εὐχαῖς πρόσιμεν σβέσοντες ὀργὴν καὶ ὃν οὕτω καθ' ἑκάστην ἐκπολεμοῦμεν τὴν ἡμέραν καταλλάξοντες, εἰκότως ἡμᾶς ἀπάγει τῆς ἡδονῆς ἐκείνης μονονουχὶ λέγων· περὶ ψυχῆς ἡμῖν ὁ λόγος, ἀγαπητοί, ὑπὲρ τῶν ἐσχάτων ὁ κίνδυνος· τρέμειν δεῖ καὶ δεδοικέναι καὶ συνεστάλθαι· δεσπότῃ πρόσιμεν φοβερῷ πολλὰ παρ' ὑμῶν ὑβρισμένῳ μεγάλα ἡμῖν ἔχοντι καὶ ὑπὲρ μεγάλων ἐγκαλεῖν. Οὐ περιπλοκῶν οὗτος ὁ καιρὸς οὔτε ἡδονῶν ἀλλὰ δακρύων καὶ στεναγμῶν πικρῶν, προσπτώσεως, ἐξομολογήσεως ἀκριβοῦς, λιτανείας συντεταμένης, ἱκετηρίας πολλῆς. Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσελθόντα σπουδῆς δυνηθῆναι μειλίξασθαι τὴν ὀργὴν ἐκείνην, οὐχ ὅτι ἀπηνὴς οὐδ' ὅτι ὠμὸς ὁ δεσπότης ἡμῶν– καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος– ἀλλ' ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως. Διό φησιν· «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ προσευχῇ.» Τί οὖν ἂν εἴη τῆς δουλείας ταύτης πικρότερον; Βούλει, φησίν, ἐπιδοῦναι πρὸς ἀρετήν, ἀναπτῆναι πρὸς οὐρανόν, νηστείαις καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμῆξαι τὸν ῥύπον τῆς ψυχῆς; Εἶτα ἂν μὴ βούληται ἐκείνη ταύτῃ ἐπινεῦσαι τῇ γνώμῃ, ἀνάγκη δουλεύειν αὐτῆς τῇ λαγνείᾳ. Διὰ τοῦτο γὰρ ἀρχόμενος ἔλεγε· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Διὰ τοῦτο καὶ οἱ μαθηταὶ πρὸς τὸν κύριον εἶπον· «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» Λογισάμενοι γὰρ ὅτι πολλὴ ἀνάγκη θατέρῳ τῷ μέρει γενέσθαι τὴν ἐπήρειαν καὶ στενοχωρηθέντες ὑπὸ τῶν λογισμῶν ταύτην ἀφῆκαν τὴν φωνήν.

Intertext edge

Open linked passage

Note