De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Διὰ τί τοῖς μὲν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν, τὴν δὲ παρθένον οὐκ ἀναπαύει τῶν πόνων. Πῶς οὖν; Τοῖς μὲν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν ὡς μηδὲ ἄκοντος θατέρου ἀποστερεῖν αὐτοὺς ἀλλήλων μήτε τὴν ἐκ συμφωνίας γινομένην στέρησιν ἐπὶ πολὺ προάγειν. Καὶ δεύτερον πάλιν ἐπέτρεψε γάμον, ἐὰν βούλωνται, ὑπὲρ τοῦ μὴ πυροῦσθαι. Τοῖς δὲ παρθενεύουσιν οὐδεμίαν τοιαύτην δέδωκε παραμυθίαν, ἀλλὰ τοὺς μὲν ἐπὶ τοσοῦτον ἀναπαύσας πάλιν ἀνίησι, τὴν δὲ οὐδὲ μικρὸν ἀναπνέουσαν ἀλλὰ δι' ὅλου μαχομένην ἀφίησιν ἑστάναι διηνεκῶς καὶ βάλλεσθαι ὑπὸ τῶν ἐπιθυμιῶν καὶ οὐδὲ μικρᾶς αὐτὴν λαβέσθαι δίδωσιν ἀνακωχῆς. Διὰ τί γὰρ οὐκ εἶπε καὶ πρὸς αὐτήν· «Εἰ δὲ οὐκ ἐγκρατεύεται, γαμησάτω»; Ὅτι οὐδὲ πρὸς τὸν ἀθλητὴν εἴποι τις ἂν μετὰ τὸ ῥῖψαι τὸ ἱμάτιον καὶ ἀλείψασθαι καὶ εἰς τὸ στάδιον εἰσελθεῖν καὶ καταπάσασθαι τὴν κόνιν· ἀπόστηθι καὶ φύγε τὸν ἀνταγωνιστήν· ἀλλ' ἀνάγκη λοιπὸν δυοῖν θάτερον ἢ στεφανωθέντα ἢ πεσόντα καὶ καταισχυνθέντα ἀπελθεῖν. Ἐν παιδοτρίβῳ μὲν γὰρ καὶ παλαίστρᾳ ὅπου πρὸς τοὺς οἰκείους ἡ γυμνασία καὶ τοῖς φίλοις ὡς ἐναντίοις συμπλέκεται καὶ τοῦ πονεῖν καὶ τοῦ μὴ πονεῖν αὐτός ἐστι κύριος. Ὅταν δὲ ἀπογράψηται καὶ συλλέγηται θέατρον καὶ ὁ ἀγωνοθέτης παρῇ καὶ οἱ θεαταὶ καθέζωνται καὶ εἰσάγηται ὁ ἀνταγωνιστὴς καὶ ἀντιπαρατάττηται, τὴν ἐξουσίαν αὐτῶν ὁ τῶν ἀγώνων παρῄρηται νόμος. Καὶ τῇ παρθένῳ τοίνυν, ἕως ἂν μὲν βουλεύοιτο πρότερον δέοι γαμεῖν ἢ μὴ γαμεῖν, ἀκίνδυνος ὁ γάμος. Ἐπειδὰν δὲ ἕληται καὶ ἀπογράψηται, εἰσήγαγεν ἑαυτὴν εἰς τὸ στάδιον. Τίς οὖν τολμήσει, τοῦ θεάτρου συγκροτουμένου καὶ θεωρούντων μὲν ἄνωθεν ἀγγέλων, ἀγωνοθετοῦντος δὲ τοῦ Χριστοῦ, μαινομένου δὲ τοῦ διαβόλου καὶ τρίζοντος καὶ συμπλεκομένου πρὸς τὴν πάλην καὶ μέσου κατεχομένου παρελθὼν εἰς μέσον εἰπεῖν· φύγε τὸν ἐχθρόν, ἔνδος τοῖς πόνοις, ἀπόστηθι τῆς λαβῆς, μὴ καταβάλῃς, μηδὲ ὑποσκελίσῃς τὸν ἀνταγωνιστὴν ἀλλὰ παραχώρει τῆς νίκης αὐτῷ; Καὶ τί λέγω πρὸς τὰς παρθένους; Πρὸς τὰς χήρας οὐκ ἄν τις τολμήσειε ταύτην ῥῆξαι τὴν φωνὴν ἀλλ' ἀντὶ ταύτης ἐκείνην τὴν φοβερὰν ὅτι «Ἐὰν καταστρηνιάσωσι τοῦ Χριστοῦ καὶ γαμῆσαι θελήσωσι, κρίμα ἕξουσιν ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.» Καὶ μὴν αὐτός φησιν ὅτι «Λέγω τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν.» Καὶ πάλιν· «Ἐὰν κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ.»