De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ὅτι σατανικῆς ἀπανθρωπίας τὸ βδελύττεσθαι γάμον. Ἀλλ' οὐδὲ Μαρκίων οὐδὲ Οὐαλεντῖνος οὐδὲ Μάνης ταύτης ἠνέσχοντο τῆς συμμετρίας. Οὐ γὰρ εἶχον ἐν ἑαυτοῖς λαλοῦντα τὸν Χριστὸν τὸν τῶν ἰδίων προβάτων φειδόμενον καὶ τὴν ψυχὴν αὐτοῦ τιθέντα ὑπὲρ αὐτῶν ἀλλὰ τὸν ἀνθρωποκτόνον τὸν τοῦ ψεύδους πατέρα. Διά τοι τοῦτο καὶ τοὺς πειθομένους αὐτοῖς πάντας ἀπώλεσαν ἐνταῦθα μὲν αὐτοὺς ἀνονήτοις καὶ ἀφορήτοις βαρύνοντες πόνοις, ἐκεῖ δὲ εἰς τὸ ἡτοιμασμένον ἐκείνοις πῦρ συγκατασπάσαντες ἑαυτοῖς.