De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
Ὅτι πολλὴ ἡ τοῦ γάμου δουλεία καὶ ἀπαραίτητος. Τί οὖν ἐὰν μὲν ὁ ἀνὴρ ἐπιεικὴς ᾖ, ἡ δὲ γυνὴ μοχθηρά, λοίδορος, λάλος, πολυτελής, τὸ κοινὸν τοῦτο πασῶν αὐτῶν νόσημα, ἑτέρων πλειόνων γέμουσα κακῶν, πῶς οἴσει τὴν καθημερινὴν ταύτην ἀηδίαν ἐκεῖνος ὁ δείλαιος, τὸν τῦφον. τὴν ἀναισχυντίαν; Τί δαί, ἂν τοὐναντίον αὐτὴ μὲν ᾖ κοσμία καὶ ἥσυχος, ἐκεῖνος δὲ θρασύς, ὑπεροπτικός, ὀργίλος, πολὺν μὲν ἀπὸ τῶν χρημάτων, πολὺν δὲ ἀπὸ τῆς δυναστείας ὄγκον περιβεβλημένος, καὶ τὴν ἐλευθέραν ὡς δούλην ἔχει καὶ τῶν θεραπαινίδων μηδὲν ἄμεινον πρὸς αὐτὴν διάκειται, πῶς οἴσει τὴν τοσαύτην ἀνάγκην καὶ βίαν; Τί δαί, ἂν συνεχῶς αὐτὴν ἀποστρέφηται καὶ διὰ παντὸς μένῃ τοῦτο ποιῶν; Καρτέρει, φησίν, πᾶσαν ταύτην τὴν δουλείαν· ὅταν γὰρ ἀποθάνῃ, τότε ἐλευθέρα ἔσῃ μόνον, ζῶντος δὲ δυοῖν θάτερον ἀνάγκη, ἢ παιδαγωγεῖν αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς καὶ βελτίω ποιεῖν ἤ, εἰ τοῦτο ἀδύνατον, φέρειν γενναίως τὸν ἀκήρυκτον πόλεμον καὶ τὴν ἄσπονδον μάχην. Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» Ἐνταῦθα δὲ χωρισθεῖσαν αὐτὴν καὶ ἄκουσαν ἐγκρατεύεσθαι κελεύει λοιπόν· «Μενέτω», γάρ φησιν, «ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω.» Ὁρᾷς αὐτὴν ἐν μέσῳ δυοῖν ἀπειλημμένην πολέμων; Ἢ γὰρ τὴν ἀπὸ τῆς ἐπιθυμίας βίαν χρὴ καρτερεῖν ἢ τοῦτο μὴ βουλομένην κολακεύειν τὸν ὑβριστὴν καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντείνοι εἴτε λοιδορίαις πλύνοι, εἴτε οἰκετῶν ὑπεροψίᾳ παραδοῦναι εἴτε ἕτερόν τι τοιοῦτον. Πολλαὶ γὰρ ὁδοὶ τοῖς ἀνδράσιν ἐπινενόηνται ὅταν κολάζειν βούλωνται τὰς ἑαυτῶν γυναῖκας. Εἰ δὲ ταῦτα μὴ φέροι, τὴν ἐγκράτειαν ἀσκεῖν χρὴ τὴν ἄκαρπον· τὴν ἄκαρπον δὲ λέγω ἐπειδὴ μὴ τὴν αὐτῇ προσήκουσαν ὑπόθεσιν ἔχει· οὐ γὰρ δι' ἁγιωσύνης ἐπιθυμίαν ἀλλὰ διὰ τὴν πρὸς τὸν ἄνδρα ὀργὴν γίνεται. «Μενέτω», γάρ φησιν, «ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω.» Τί οὖν, ἂν μηδέποτε βούληται καταλλαγῆναι; φησίν. Ἔχεις δευτέραν λύσιν καὶ ἀπαλλαγήν. Τίνα ταύτην; Ἀνάμενε τὸν ἐκείνου θάνατον. Ὥσπερ γὰρ τῇ παρθένῳ γαμεῖν οὐδέποτε ἔξεστι, οὕτως οὐδὲ ταύταις εἶναι, ὅταν ὁ ἀνὴρ ἀποθάνῃ. Εἰ γὰρ ἐξῆν καὶ ζῶντος ἀπὸ τούτου πρὸς ἕτερον καὶ πάλιν, ἀπ' ἐκείνου πρὸς ἄλλον μεταπηδᾶν, τί γάμων ἔδει λοιπόν, ταῖς ἀλλήλων γυναιξὶν ἀδιακρίτως τῶν ἀνδρῶν κεχρημένων καὶ πάσαις ἁπλῶς ἀναμεμιγμένων ἁπάντων; Πῶς δὲ οὐκ ἂν καὶ πρὸς τοὺς συνοικοῦντας διεφθάρη ἡ διάθεσις, τήμερον μὲν τούτου, αὔριον δὲ ἐκείνου, καὶ πάλιν ἄλλων τῇ αὐτῇ συζώντων γυναικί; Δικαίως οὖν ὁ κύριος αὐτὸ μοιχείαν ἐκάλεσεν.