De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
Διὰ τί τοῖς Ἰουδαίοις συνεχώρησε ἀπόστασιν διδόναι ὁ Θεός. Πῶς οὖν Ἰουδαίοις τοῦτο συνεχώρησεν; Δηλονότι διὰ τὴν σκληροκαρδίαν, ἵνα μὴ συγγενικῶν αἱμάτων τὰς ἑαυτῶν πληρῶσιν οἰκίας. Τί γὰρ ἦν ἄμεινον, εἰπέ μοι, τὴν μισηθεῖσαν ἐκβληθῆναι ἔξω ἢ σφαγῆναι ἔνδον; Τοῦτο γὰρ ἂν ἐποίησαν, εἴ γε μὴ ἐξῆν αὐτοῖς ἐκβάλλειν. Διὰ τοῦτό φησιν· «Εἰ μισεῖς, ἐξαπόστειλον.» Ὅταν δὲ τοῖς ἐπιεικέσι διαλέγηται καὶ οἷς μηδὲ ὁργίζεσθαι συγχωρεῖ, τί λέγει; «Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος.» Ὁρᾷς τὴν ἀνάγκην καὶ τὴν ἀπαραίτητον δουλείαν, τὸν ἑκατέρους περιβάλλοντα δεσμόν; Δεσμὸς γὰρ ὄντως ὁ γάμος, οὐ διὰ τὸν τῶν φροντίδων ὄχλον μόνον οὐδὲ διὰ τὰς λύπας τὰς καθημερινὰς ἀλλ' ὅτι παντὸς οἰκέτου χαλεπώτερον ἀλλήλοις ὑποκεῖσθαι τοὺς γεγαμηκότας καταναγκάζει. «Κρατείτω», φησίν, «ὁ ἀνὴρ τῆς γυναικός.» Καὶ τί τῆς δεσποτείας ταύτης τὸ κέρδος; Πάλιν γὰρ αὐτὸν δοῦλον τῆς κρατουμένης ποιεῖ, καινήν τινα καὶ παράδοξον δουλείας ἐπινοήσας ἀντίδοσιν· καὶ καθάπερ ὑπὸ δεσποτῶν φυγάδες οἰκέται καθ' ἑαυτοὺς δεδεμένοι καὶ πάλιν ἀλλήλοις συνδεδεμένοι, διά τινος ἀλύσεως μικρᾶς ἐξ ἑκατέρας ἀρχῆς ταῖς πέδαις προσηλωμένοι, οὐκ ἂν δύναιντο μετ' ἐξουσίας βαδίζειν τῷ τὸν ἕτερον ἀναγκάζεσθαι ἕπεσθαι θατέρῳ. Οὕτω καὶ αἱ τῶν γεγαμηκότων ψυχαὶ ἔχουσι μὲν καὶ ἰδίας φροντίδας, ἔχουσι δὲ καὶ ἑτέραν ἀνάγκην τὴν ἐκ τοῦ πρὸς ἀλλήλους συνδέσμου, πάσης ἀλύσεως χαλεπώτερον ἄγχουσαν καὶ τὴν ἀμφοτέρων ἐλευθερίαν ἀφαιρουμένην τῷ μὴ καθάπαξ ἑνὶ παραδοῦναι τὴν ἀρχὴν ἀλλ' εἰς ἑκατέρους αὐτῆς διανεῖμαι τὴν ἐξουσίαν. Ποῦ τοίνυν εἰσὶν οἱ διὰ τὴν ἐκ τῆς ἡδονῆς παραμυθίαν πᾶσαν ἕτοιμοι κατάγνωσιν ἐνεγκεῖν; Οὐδὲ γὰρ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς μέρος ἐν ταῖς πρὸς ἀλλήλους ὀργαῖς καὶ ἀπεχθείαις πολλάκις ἀναλισκομένου χρόνου μακροῦ. Καὶ ἡ δουλεία δὲ αὕτη τῷ τὴν ἑτέρου μοχθηρίαν ἀναγκάζεσθαι καὶ ἄκοντα θάτερον φέρειν ἅπασαν ἱκανὴ συσκιάσαι τρυφήν. Διὰ τοῦτο ὁ μακάριος ἐκεῖνος πρῶτον μὲν δι' ἐντρεπτικῶν ῥημάτων ἀνέστελλε τὴν πρὸς τὴν ἐπιθυμίαν φοράν, διὰ τὰς πορνείας λέγων καὶ ἀκρασίας καὶ πυρώσεις. Ἐπειδὴ δὲ συνεῖδε βραχὺν ὄντα τοῖς πολλοῖς τὸν τῆς καταγνώσεως λόγον, τὸ τούτου πάλιν ἰσχυρότερον πρὸς ἀποτροπὴν τίθησι, διὸ καὶ οἱ μαθηταὶ εἰπεῖν ἠναγκάσθησαν· «Οὐ συμφέρει γαμῆσαι.» Τοῦτο δέ ἐστι τὸ μηδένα ἑαυτοῦ κύριον εἶναι τῶν γεγαμηκότων. Καὶ οὐκέτι τοῦτο ἐν παραινέσεως τάξει καὶ συμβουλῆς εἰσηγεῖται ἀλλ' ἐν ἐπιτάγματος καὶ ἐντολῆς ἀνάγκῃ. Τὸ μὲν γαμεῖν ἢ μὴ γαμεῖν ἐφ' ἡμῖν· τὸ δὲ μὴ ἑκόντας ἀλλ' ἄκοντας φέρειν τὴν δουλείαν, οὐκ ἐφ' ἡμῖν. Τί δήποτε; Ὅτι οὐκ ἀγνοοῦντες ταύτην εἱλόμεθα τὴν ἀρχὴν ἀλλὰ καὶ σφόδρα αὐτῆς ἐπιστάμενοι τὰ δικαιώματα καὶ τοὺς νόμους, ἑκόντες ἑαυτοὺς ὑποβάλλομεν τῷ ζυγῷ. Μετὰ δὲ ταῦτα περὶ τῶν ταῖς ἀπίστοις συνοικούντων διαλεχθεὶς καὶ πᾶσιν ἀκριβῶς τοῖς περὶ τοῦ γάμου νόμοις ὑπεξελθὼν καὶ τὸν περὶ τῶν οἰκετῶν λόγον παρεμβαλὼν καὶ παραμυθησάμενος αὐτοὺς ἱκανῶς μὴ ἐλαττοῦσθαι τῇ δουλείᾳ ταύτῃ τὴν εὐγένειαν αὐτοῖς τὴν πνευματικήν, μέτεισι λοιπὸν ἐπὶ τὸν τῆς παρθενίας λόγον ὃν πάλαι μὲν ὤδινε καὶ κατασπεῖραι ἔσπευδεν, ἀπέτεκε δὲ νῦν, οὐδὲ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις ἀποσιωπῆσαι καρτερήσας αὐτόν. Ἐν βραχεῖ μὲν γὰρ καὶ διεσπαρμένως, ἐνύφηνε δὲ αὐτὸν ὅμως κἀκείνῃ τῇ παραινέσει· καὶ τῇ καλλίστῃ ταύτῃ μεθόδῳ προγυμνάσας αὐτῶν τὰς ἀκοάς, καὶ τὴν διάνοιαν προλεάνας, εἴσοδον ἀρίστην τῷ λόγῳ παρασκευάζει. Μετὰ γοῦν τὴν πρὸς τοὺς οἰκέτας παραίνεσιν–» Τιμῆς», γάρ φησιν, «ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων»–, τῆς δεσποτικῆς ἡμᾶς ἀναμνήσας εὐεργεσίας καὶ τούτῳ πάντων τὰς διανοίας ἀναστήσας καὶ πρὸς τὸν οὐρανὸν ἄρας, οὕτω τοὺς περὶ τῆς παρθενίας ἐμβάλλει λόγους, ταῦτα λέγων τὰ ῥήματα· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.» Καίτοι γε καὶ ἐπὶ τῶν πιστῶν τῶν ταῖς ἀπίστοις συνεζευγμένων οὐκ ἔχων ἐπιταγήν, μετὰ πολλῆς τῆς ἐξουσίας ἐνομοθέτεις, οὑτωσὶ γράφων· «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.» Τί οὖν οὐχὶ καὶ ἐπὶ τῶν παρθένων τὸ αὐτὸ ποιεῖς ἀποφαινόμενος; Ὅτι περὶ τούτου φανερῶς ὁ Χριστὸς διετάξατο, κωλύων εἰς ἐπιτάγματος ἀνάγκην τὸ πρᾶγμα ἐλθεῖν. Τὸ γὰρ «Ὁ δυνάμενος χωρεῖν χωρείτω», κύριον τὸν ἀκροάτην τῆς αἱρέσεως ποιοῦντός ἐστι. Περὶ μὲν οὖν τῆς ἐγκρατείας διαλεγόμενος, «Θέλω», φησί, «πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ. Καὶ πάλιν· «Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, ὅτι καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ.» Ἐν δὲ τοῖς περὶ τῆς παρθενίας λόγοις οὐδαμοῦ παρήγαγεν ἑαυτόν. Διὰ τοῦτο καὶ σφόδρα ὑφειμένως καὶ μετὰ πολλῆς ὑποστολῆς διαλέγεται· οὐ γὰρ αὐτῷ τὸ πρᾶγμα κατώρθωτο· «Ἐπιταγὴν οὐκ ἔχω», φησίν. Πρῶτον τὴν αἵρεσιν θεὶς καὶ τὸν ἀκροάτην εὐγνώμονα καταστήσας, οὕτως ἐπάγει τὴν συμβουλήν. Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθέν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν ἀλλὰ θεραπεύσας πρότερον τῇ τῆς ἐπιταγῆς αἱρέσει τὸν μαθητὴν εὐήνιόν τε καὶ τιθασὸν αὐτοῦ κατασκευάσας τὴν ψυχήν, οὕτω ποιεῖται τὴν εἰσήγησιν. Ἤκουσας παρθενίαν, ὄνομα πολλῶν πόνων καὶ ἱδρώτων. Μὴ δείσῃς· οὐκ ἔστι τὸ πρᾶγμα ἐπίταγμα, οὐδὲ ἐντολῆς ἀνάγκην ἐπάγεται ἀλλὰ τοὺς μὲν ἑκόντας καὶ μετὰ προαιρέσεως δεχομένους αὐτὴν τοῖς οἰκείοις ἀμείβεται καλοῖς, τὸν φαιδρὸν καὶ εὐανθῆ στέφανον περιτιθεῖσα αὐτῶν τῇ κεφαλῇ, τοὺς δὲ παραιτουμένους αὐτὴν καὶ οὐκ ἐθέλοντας προσίεσθαι οὔτε κολάζει οὔτε ἄκοντας ἀναγκάζει τοῦτο ποιεῖν. Οὐ ταύτῃ δὲ μόνον ἀνεπαχθῆ τὸν λόγον εἰργάσατο καὶ ἡδὺν ἀλλὰ καὶ τῷ τὴν χάριν τοῦ πράγματος οὐκ αὐτοῦ φάναι εἶναι ἀλλὰ τοῦ Χριστοῦ. Οὐ γὰρ εἶπε· περὶ δὲ τῶν παρθένων οὐκ ἐπιτάσσω, ἀλλ' «Ἐπιταγὴν οὐκ ἔχω», ὡς ἂν εἰ ἔλεγεν, εἰ μὲν ἐξ ἀνθρωπίνων λογισμῶν ἐγὼ κινούμενος ταῦτα παρῄνουν, οὐκ ἔδει θαρρεῖν· ἐπειδὴ δὲ τῷ Θεῷ τοῦτο ἔδοξεν, ἀσφαλὲς τὸ τῆς ἀδείας ἐνέχυρον. Τὴν μὲν ἐξουσίαν τοῦ τὰ τοιαῦτα ἐπιτάττειν παρῄρημαι, εἰ δὲ βούλεσθε ἀκούειν ὡς ὁμοδούλου, «Γνώμην δίδωμι», φησίν, «ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι». Ἄξιον δὲ ἐνταῦθα θαυμάσαι τοῦ μακαρίου τὴν πολλὴν εὐμηχανίαν καὶ τὴν σύνεσιν καὶ πῶς δύο ἀναγκαίων καὶ ἐναντίων ἀπειλημμένος, τοῦ τε συστῆσαι τὸ ἑαυτοῦ πρόσωπον ὥστε εὐπαράδεκτον γενέσθαι τὴν συμβουλὴν καὶ τοῦ μηδὲν μέγα φθέγξασθαι περὶ ἑαυτοῦ διὰ τὸ τῆς ἀρετῆς ταύτης γεγονέναι ἐκτὸς ἀμφότερα ἐν βραχεῖ κατεσκεύασεν. Τῷ μὲν γὰρ εἰπεῖν «Ὡς ἠλεημένος», συνίστησί πως ἑαυτόν, τῷ δὲ μὴ ἀπὸ τοῦ λαμπροτέρου τοῦτο ποιῆσαι μέρους ταπεινοῖ καὶ συστέλλει πάλιν.