Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 45 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1
Ὅτι τοῖς δυσκολίας ἐπινοοῦσι περιττὰς οὐδεὶς ὑπὲρ τούτου κεῖται μισθός. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος πρὸς τοιαῦτα ἅπαντα ἅπερ αὐτοῖς διεξήλθομεν; Οὔκουν πλείονος ἄξιος ἔσται τιμῆς, φησίν, ὁ μετὰ τοσαύτης ἀνάγκης κατορθῶν; Τίνος ἕνεκεν, ὦ βέλτιστε, καὶ διὰ τί; Ὅτι πλείονα μόχθον ὑφίσταται, φησίν, ἀπὸ τοῦ γάμου. Καὶ τίς αὐτὸν φορτίον τοσοῦτον ἀναδέξασθαι ἠνάγκαζεν; Εἰ μὲν γὰρ ἐντολὴν ἐπλήρου γαμῶν καὶ νόμου παράβασις ἦν τὸ μὴ γαμεῖν, εὐπρόσωπος οὗτος ὁ λόγος ἦν. Εἰ δὲ κύριος ὢν τοῦ μὴ τὸν ζυγὸν ὑπελθεῖν τοῦ γάμου ἑκὼν ἀναγκάζοντος οὐδενὸς δυσκολίας ἑαυτῷ περιθεῖναι τοσαύτας ἠθέλησεν ὥστε ἐπαχθέστερον αὐτῷ γενέσθαι τῆς ἀρετῆς τὸν ἀγῶνα, οὐδὲν τοῦτο πρὸς τὸν ἀγωνοθέτην. Αὐτὸς γὰρ ἓν μόνον ἐπέταξεν ἀνύσαι τὸν κατὰ τοῦ διαβόλου πόλεμον καὶ τὴν κατὰ τῆς κακίας νίκην. Εἴτε γαμῶν καὶ τρυφῶν καὶ πολλὰ μεριμνῶν τις ἀνύοι τοῦτο εἴτε ἀσκούμενος καὶ ταλαιπωρῶν καὶ μετὰ τοῦ μηδὲν ἕτερον μεριμνᾶν οὐδὲν αὐτῷ τούτου μέλει λοιπόν. Τὸν μὲν γὰρ τρόπον τῆς νίκης καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν οὗτος ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν. Ἐπειδὴ δὲ σὺ μετὰ γυναικὸς καὶ παίδων καὶ τῶν τούτοις ἐπισυρομένων πραγμάτων στρατεύεσθαι βούλει καὶ πολεμεῖν ὡς τὰ αὐτὰ ἀνύσων ἐκείνοις τοῖς οὐδενὶ τούτων ἐμπεπλεγμένοις καὶ πλείονος ἀπολαύσων διὰ τοῦτο θαύματος, νῦν μὲν ἴσως καὶ τῦφον ἡμῖν ἐγκαλέσεις πολὺν ἂν εἴπωμεν ὅτι οὐ δυνατόν σε πρὸς τὴν αὐτὴν ἐκείνοις φθάσαι κορυφήν. Τὸ δὲ τέλος καὶ ὁ τῶν στεφάνων καιρὸς τότε σε πείσει καλῶς ὅτι πολλῷ βελτίων ἀσφάλεια φιλοτιμίας κενῆς καὶ κρεῖττον τῷ Χριστῷ πείθεσθαι ἢ τῇ τῶν οἰκείων ματαιότητι λογισμῶν. Ὁ μὲν γὰρ Χριστὸς οὐδὲ τὸ τοῖς οἰκείοις ἀποτάξασθαι πᾶσι πρὸς ἀρετὴν ἡμῖν ἀρκεῖν φησιν, ἂν μὴ καὶ ἡμᾶς αὐτοὺς μισήσωμεν. Σὺ δὲ τούτοις πᾶσι φυρόμενος ἔφης δύνασθαι περιγενέσθαι. Ἀλλά, ὅπερ ἔφην, τότε εἴσῃ καλῶς ὅσον πρὸς ἀρετὴν ἐμπόδιον γυνὴ καὶ γυναικὸς φροντίδες.

Intertext edge

Open linked passage

Note