De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ὅτι καὶ Ἑλλήνων ἀθλιώτεροι κατὰ τὴν παρθενίαν οἱ αἱρετικοί. Ὦ καὶ Ἑλλήνων ὑμεῖς ἀθλιώτεροι. Ἕλληνας μὲν γὰρ εἰ καὶ τὰ τῆς γεέννης ἐκδέχεται δεινά, ἀλλ' ὅμως τὸ γοῦν ἐνταῦθα καρποῦνται ἡδὺ γάμοις ὁμιλοῦντες καὶ χρημάτων ἀπολαύοντες καὶ τῆς ἄλλης ἀνέσεως τῆς βιωτικῆς. Ὑμῖν δὲ τὸ βασανίζεσθαι καὶ ταλαιπωρεῖσθαι ἑκατέρωθεν, ἐνταῦθα μὲν ἑκοῦσιν, ἐκεῖ δὲ μὴ βουλομένοις. Καὶ Ἕλλησι μὲν ὑπὲρ νηστείας καὶ παρθενίας οὔτε μισθὸν δώσει τις οὔτε κόλασις ἀποκείσεται· ὑμεῖς δὲ ὑπὲρ ὧν μυρίους προσεδοκήσατε ἐπαίνους, ὑπὲρ τούτων τὴν ἐσχάτην δώσετε δικήν, καὶ μετὰ τῶν ἄλλων ἀκούσεσθε· «Ἀπέλθετε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ» ὅτι ἐνηστεύσατε, ὅτι ἐπαρθενεύσατε. Ἡ γὰρ νηστεία καὶ ἡ παρθενία οὔτε καλὸν καθ' ἑαυτὸ οὔτε κακόν, ἀλλ' ἀπὸ τῆς τῶν μετιόντων προαιρέσεως ἑκάτερον γίνεται. Καὶ Ἕλλησι μὲν ἄκαρπος ἡ τοιαύτη ἀρετή· ἀπέχουσι γὰρ αὑτῶν τὸν μισθὸν ὅτι μὴ διὰ τὸν τοῦ Θεοῦ φόβον μετῆλθον αὐτήν. Ὑμεῖς δὲ ὅτι τῷ Θεῷ μαχόμενοι καὶ διαβάλλοντες αὐτοῦ τὰ κτίσματα οὐ μόνον ἀπέχετε τὸν μισθὸν ὑμῶν ἀλλὰ καὶ κολασθήσεσθε. Καὶ δογμάτων μὲν ἕνεκεν μετ' ἐκείνων τετάξεσθε ὅτι ὁμοίως αὐτοῖς τὸν ὄντα Θεὸν ἀθετήσαντες πολυθεΐαν εἰσηγάγετε. Τῆς δὲ πολιτείας ἕνεκεν ἄμεινον ὑμῶν ἐκεῖνοι πράξουσιν. Τοῖς μὲν γὰρ ἡ ζημία μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν, ὑμῖν δὲ καὶ τοῦ κακὰ προσλαβεῖν. Καὶ τοῖς μὲν κατὰ τὸν παρόντα βίον ἀπολαῦσαι πάντων ὑπῆρξεν, ὑμεῖς δὲ ἀμφοτέρων στερήσεσθε. Ἆρά τίς ἐστι ταύτης κόλασις χαλεπωτέρα πόνων καὶ ἱδρώτων τιμωρίας ἀπολαμβάνειν τὰς ἀμοιβάς; Ὁ μοιχὸς καὶ πλεονέκτης καὶ ὁ τοῖς ἀλλοτρίοις ἐντρυφῶν καὶ τὰ τοῦ πλησίον ἁρπάζων ἔχουσί τινα παραμυθίαν, βραχεῖαν μέν, ἔχουσι δὲ ὅμως τὸ ὑπὲρ τούτων κολάζεσθαι ὑπὲρ ὧν ἐνταῦθα ἀπέλαυσαν. Ὁ δὲ πενίαν μὲν ἑκούσιον ὑποστὰς ἵνα ἐκεῖ πλουτῇ, καὶ τοὺς τῆς παρθενίας πόνους ἵνα ἐκεῖ μετ' ἀγγέλων χορεύῃ, εἶτα ἐξαίφνης καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὲρ τούτων κολαζόμενος ὑπὲρ ὧν μυρίων ἤλπισεν ἀπολαύσεσθαι καλῶν, οὐδὲ ἔστιν εἰπεῖν ὅσην ὑφίσταται τὴν ἀλγηδόνα τῷ παρ' ἐλπίδας ταῦτα παθεῖν. Ἐγὼ γὰρ ἐξ ἴσης τοῦ πυρὸς ὑπὸ τοῦ συνείδοτος οἶμαι μαστίζεσθαι αὐτόν, ὅταν ἐννοήσῃ τοὺς μὲν τὰ αὐτὰ αὐτῷ πεπονηκότας τῷ Χριστῷ συνόντας, αὐτὸν δὲ ὑπὲρ ὧν ἐκεῖνοι τῶν ἀπορρήτων ἀπολαύουσιν ἀγαθῶν, ὑπὲρ τούτων τὴν ἐσχάτην τίνοντα δίκην καὶ τῶν ἀκολάστων καὶ λάγνων τὸν ἐν σεμνότητι διάγοντα χαλεπώτερα πάσχοντα.