Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 56 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
56.1
Ὅτι πολλὰς ἔχει λύπης ἀνάγκας ἡ γαμηθεῖσα. Ἐπὶ μὲν γὰρ τῆς παρθενίας δύσκολον ταῦτα γενέσθαι, μᾶλλον δὲ ἀδύνατον, ἐπὶ δὲ τῶν γάμων δύσκολον μὴ γενέσθαι. Εἰ δὲ ἐπὶ τοῖς δοκοῦσιν εἶναι χρηστοῖς τοσαῦται τίκτονται ἀηδίαι καὶ συμφοραί, τί ἄν τις ἐπὶ τοῖς ὡμολογημένοις εἴποι λυπηροῖς; Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἀποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμει δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων, καὶ ὅσῳπερ ἂν εἰς πλειόνας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ, καὶ καθ' ἕκαστον τούτων εἴτε ζημία χρημάτων εἴτε σώματος ἀρρωστία εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν. Κἂν μὲν προαπέλθωσιν ἅπαντες ἀφόρητον τὸ πένθος, ἂν δὲ οἱ μὲν μένωσιν, οἱ δὲ ἀώροις ἀπενεχθῶσι θανάτοις, οὐδὲ οὕτως καθαρὰν εὕροι τις ἂν παραμυθίαν. Ὁ γὰρ ὑπὲρ τῶν ζώντων ἀεὶ φόβος κατασείων τὴν ψυχὴν οὐκ ἐλάττων τῆς ἐπὶ τοῖς τετελευτηκόσι γίνεται λύπης ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, χαλεπώτερος. Τὴν μὲν γὰρ ἐπὶ τοῖς κειμένοις ἀθυμίαν ὁ χρόνος ἐμάλαξε, τὰς δὲ ὑπὲρ τῶν ζώντων φροντίδας ἢ μένειν ἀνάγκη διὰ παντὸς ἢ θανάτῳ παύσασθαι μόνῳ. Εἰ δὲ τοῖς οἰκείοις οὐκ ἀρκοῦμεν πάθεσι, ποῖον βιωσόμεθα βίον τὰς ἑτέρων πενθεῖν ἀναγκαζόμενοι συμφοράς; Πολλαὶ πολλάκις ἐγένοντο γονέων λαμπρῶν, ἀνετράφησαν μετὰ πολλῆς τῆς τρυφῆς, ἐξεδόθησάν τινι τῶν μεγάλα δυναμένων ἀνδρῶν, εἶτα ἐξαίφνης πρὶν ἐπὶ τούτοις μακαρισθῆναι, κινδύνου τινὸς καθάπερ καταιγίδος ἢ πνεύματος προσπεσόντος, κατέδυσαν καὶ αὗται καὶ τῶν τοῦ ναυαγίου συμμετέσχον δεινῶν καὶ μυρίων πρὸ τοῦ γάμου καλῶν ἀπολαύουσαι πρὸς τὴν ἐσχάτην ἀπὸ τοῦ γάμου κατέπεσον συμφοράν. Ἀλλ' οὐδὲ ταῦτα, φησί, πᾶσιν οὐδὲ ἀεὶ συμπίπτειν εἴωθεν. Ἀλλ' οὐδὲ πάντων κεχώρισται– καὶ γὰρ κἀγὼ τὸ αὐτὸ πάλιν ἐρῶ–, ὅτι τοῖς μὲν τοιαῦτα καὶ διὰ τῆς πείρας ἐπῆλθεν, ὅσοι δὲ τὴν πεῖραν διέφυγον, τούτους διὰ τῆς προσδοκίας ἠνίασε. Παρθένος δὲ πᾶσα καὶ τῆς πείρας καὶ τῆς προσδοκίας ἕστηκεν ἀνωτέρω.

Intertext edge

Open linked passage

Note