Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 57 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1
Περὶ τῶν παντὶ γάμῳ προσόντων λυπηρῶν. Πλὴν ἀλλ' εἰ δοκεῖ ἐκεῖνα ἀφέντες, ἃ συγκεκλήρωται φύσει τῷ γάμῳ καὶ ἅπερ οὐδεὶς ἂν οὔτε ἑκὼν οὔτε ἄκων διαφύγοι, ταῦτα ἐπισκεψώμεθα νῦν. Τίνα οὖν ἐστι ταῦτα; Ὠδῖνες καὶ τόκοι καὶ παιδία. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν καὶ τὰ πρὸ τοῦ γάμου καταμάθωμεν ὡς δυνατόν. Μετὰ ἀκριβείας γὰρ οἱ παθόντες ἴσασι μόνοι. Ἐπέστη τῆς μνηστείας ὁ καιρός, καὶ φροντίδες εὐθέως ἐπάλληλοι καὶ ποικίλαι, τίνα ἄρα λήψεται ἄνδρα μὴ δυσγενῆ, μὴ τῶν ἀτίμων τινά, μὴ αὐθάδη, μὴ ἀπατεῶνα, μὴ ἀλαζόνα, μὴ θρασύν, μὴ ζηλότυπον, μὴ σμικρολόγον τινά, μὴ εὐήθη, μὴ πονηρόν, μὴ σκληρόν, μὴ ἄνανδρον. Ταῦτα γὰρ ἅπαντα συμβαίνειν μὲν οὐκ ἀνάγκη ταῖς γαμουμέναις ἁπάσαις, μεριμνᾶν δὲ ἀνάγκη καὶ φροντίζειν ἅπαντα. Οὔπω γὰρ ὄντος τοῦ κληρωθησομένου δήλου ἀλλ' ἔτι τῆς ἐλπίδος μετεώρου μενούσης πάντα ἡ ψυχὴ δέδοικε καὶ τρέμει καὶ οὐδέν ἐστιν ὅπερ οὐ λογίζεται τούτων. Εἰ δὲ λέγοι τις ὅτι καὶ τὰ ἐναντία προσδοκῶσα εὐφραίνεσθαι δύναιτ' ἄν, εὖ ἴστω ὅτι οὐχ οὕτως ἡμᾶς αἱ τῶν ἀγαθῶν ἐλπίδες παραμυθοῦνται, ὡς αἱ τῶν πονηρῶν προσδοκίαι λυποῦσι. Τὰ μὲν γὰρ ἀγαθὰ ὅταν ἐλπισθῇ βεβαίως, τότε μόνον τίκτει τὴν ἡδονήν, τὰ κακὰ δὲ κἂν ὑποπτευθῇ μόνον, εὐθέως συνέχεε καὶ συνετάραξε τὴν ψυχήν. Ὥσπερ δὲ ἐπὶ τῶν ἀνδραπόδων ἡ τῶν ἐσομένων ἀδηλία δεσποτῶν οὐκ ἀφίησιν ἠρεμῆσαι τὴν ἐκείνων ψυχήν, οὕτως καὶ ἐπὶ τῶν παρθένων πάντα τὸν ἀπὸ τῆς μνηστείας καιρὸν χειμαζομένῳ πλοίῳ προσέοικεν αὐτῶν ἡ ψυχή, καθ' ἑκάστην ἡμέραν τῶν γονέων τοὺς μὲν ἐγκρινόντων, τοὺς δὲ ἐκβαλλόντων. Τὸν γὰρ νικήσαντα χθὲς τῶν μνηστήρων σήμερον παρευδοκίμησεν ἕτερος καὶ τοῦτον πάλιν ἐξέβαλεν ἄλλος. Ἔστι δὲ ὅτε καὶ πρὸς αὐταῖς τοῦ γάμου ταῖς θύραις ὁ μὲν προσδοκηθεὶς νυμφίος κεναῖς ἀπήλλακται χερσί, τῷ δὲ μὴ ἐλπισθέντι τὴν κόρην παρέδωκαν οἱ γονεῖς. Οὐ γυναῖκες δὲ μόνον ἀλλὰ καὶ ἄνδρες χαλεπὰς ἔχουσι τὰς φροντίδας. Τούτους μὲν γὰρ καὶ πολυπραγμονεῖν ἔνεστι, τὴν δὲ ἔνδον συγκεκλεισμένην διὰ παντὸς πῶς ἄν τις περιεργάσαιτο ἢ τρόπων ἕνεκεν ἢ μορφῆς; Καὶ ταῦτα μὲν κατὰ τὸν τῆς μνηστείας καιρόν, ὅταν δὲ ὁ τοῦ γάμου παραγένηται, ἐπιδίδωσιν ἡ ἀγωνία καὶ τῆς ἡδονῆς πλείων ὁ φόβος, μήποτε ἀπ' αὐτῆς τῆς ἑσπέρας ἀηδής τις εἶναι δόξῃ καὶ τῆς προσδοκίας πολλῷ καταδεεστέρα. Τὸ μὲν γὰρ παρὰ τὴν ἀρχὴν εὐδοκιμήσασαν ὕστερον καταφρονηθῆναι φορητόν· ὅταν δὲ ἀπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς φαίνηται προσκορής, πότε δυνήσεται θαυμασθῆναι λοιπόν; Καὶ μή μοι τοῦτο εἴπῃς· τί δαὶ ἂν εὔμορφος οὖσα τύχῃ; Οὐδὲ γὰρ οὕτω ταύτης ἀπήλλακται τῆς φροντίδος. Πολλαὶ γοῦν διαλάμψασαι σφόδρα κατὰ τὴν τοῦ σώματος ὥραν οὐκ ἴσχυσαν ἄνδρας ἑλεῖν τοὺς αὑτῶν, ἀλλὰ ἀφέντες αὐτὰς ἐκεῖνοι ταῖς σφόδρα λειπομέναις αὐτῶν ἐξέδωκαν ἑαυτούς. Καὶ ταύτης δὲ τῆς φροντίδος λυθείσης ἑτέρα πάλιν ἐπεισέρχεται· τὰς γὰρ ἀηδίας τὰς ἐν τῇ τῆς προικὸς καταβολῇ ὅ τε κηδεστὴς οὐ μετὰ προθυμίας ἀποδιδούς, ἅτε προῖκα κατατιθείς, ὅ τε νυμφίος πάντα μὲν ἀπολαβεῖν σπεύδων, τὴν δὲ εἴσπραξιν μετὰ αἰδοῦς ποιεῖσθαι ἀναγκαζόμενος, ἥ τε γυνὴ ἐν τῇ τῆς ἐκτίσεως ἀναβολῇ αἰσχυνομένη καὶ ἐρυθριῶσα τὸν ἄνδρα παντὸς μᾶλλον ἀγνώμονος ὀφειλέτου τυχοῦσα πατρός– παρίημι νῦν. Ἀλλὰ γὰρ ἐκείνης τῆς φροντίδος λυθείσης ὁ τῆς ἀπαιδίας εὐθέως ἐπεισέρχεται φόβος καὶ πρὸς τούτῳ πάλιν ἡ τῆς πολυπαιδίας φροντὶς καὶ οὐδενὸς ὄντος τούτων οὐδέπω φανεροῦ ταῖς ἀμφοτέρων ἐξ ἀρχῆς ταράττονται φροντίσι. Κἂν μὲν εὐθέως κυήσῃ, μετὰ φόβου πάλιν ἡ χαρά· οὐδὲν γὰρ τῶν ἐν τῷ γάμῳ φόβου χωρίς. Ὁ δὲ φόβος, μήποτε γενομένης ἀμβλώσεως διαφθαρῇ μὲν τὸ συλληφθέν, κινδυνεύσει δὲ περὶ τῶν ἐσχάτων ἡ κύουσα. Ἂν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ἀπαρρησίαστος ἡ γυνὴ ὥσπερ αὐτὴ κυρία οὖσα τοῦ τεκεῖν. Ὅταν δὲ ὁ τοῦ τόκου καιρὸς ἐπιστῇ διακόπτουσι μὲν καὶ διασπῶσι τὴν ἐπὶ τοσούτῳ χρόνῳ πονηθεῖσαν νηδὺν ὠδῖνες, αἳ καὶ μόναι ἱκαναὶ πάντα συσκιάσαι τὰ τοῦ γάμου χρηστά. Θορυβοῦσι δὲ αὐτὴν καὶ ἄλλαι μετὰ τούτων φροντίδες. Ἡ γὰρ ἀθλία καὶ ταλαίπωρος κόρη καίτοι οὕτω σφοδρῶς ὑπὸ τῶν ἀλγηδόνων ἐκείνων κατατεινομένη, δέδοικε τούτων οὐχ ἧττον, μήποτε λελωβημένον καὶ ἀνάπηρον ἀντὶ ἀρτίου καὶ ὑγιοῦς προέλθῃ, μήποτε ἀντὶ ἄρρενος θῆλυ. Καὶ γὰρ καὶ αὕτη οὐχ ἧττον αὐτὰς τῶν ὠδίνων ἡ ἀγωνία θορυβεῖ τότε· οὐδὲ γὰρ ἐν οἷς εἰσιν ὑπεύθυνοι μόνον ἀλλὰ καὶ ὧν τῆς αἰτίας ἀφίενται κἀν τούτοις δεδοίκασι τοὺς ἄνδρας οὐκ ἔλαττον ἢ ἐν ἐκείνοις, καὶ τὴν ἰδίαν ἀσφάλειαν ἀφεῖσαι σκοπεῖν ἐν τοσούτῳ κινδύνῳ, μεριμνῶσι μή τι τἀνδρὶ τῶν ἀβουλήτων γένηται. Τοῦ δὲ παιδίου πεσόντος εἰς τὴν γῆν καὶ πρώτην ἀφέντος φωνὴν ἕτεραι πάλιν διαδέχονται φροντίδες, ὑπὲρ τῆς σωτηρίας καὶ τῆς ἀνατροφῆς. Κἂν μὲν εὐφυὲς ὂν τύχῃ καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, πάλιν ἐν φόβοις οἱ τεκόντες μή τι πάθῃ δεινὸν τὸ τεχθέν, μὴ θάνατον ἄωρον ὑποστῇ, μὴ μεταβάλῃ πρὸς κακίαν τινά. Οὐδὲ γὰρ ἐκ πονηρῶν χρηστοὶ γίνονται μόνον, ἀλλὰ καὶ ἀπὸ σπουδαίων φαῦλοι καὶ πονηροί. Κἂν μὲν τούτων τι γένηται τῶν ἀπευκτῶν, ἀφορητοτέραν ἔχει τὴν λύπην ἢ εἰ παρὰ τὴν ἀρχὴν ταῦτα συνέπεσεν. Ἐὰν δὲ ἅπαντα μένῃ τὰ χρηστὰ βέβαια, ὁ γοῦν ἀπὸ τῆς μεταβολῆς ἀεὶ πάρεστιν αὐτοῖς φόβος κατασείων τὴν ψυχὴν τῶν τεκόντων καὶ πολὺ τῆς ἡδονῆς ὑποτεμνόμενος μέρος. Ἀλλ' οὐ πᾶσι τοῖς γεγαμηκόσι παῖδας ἔχειν συμβαίνει. Οὔκουν ἑτέραν ὁμολογεῖς πάλιν ἀθυμίας ὑπόθεσιν; Ὅταν οὖν καὶ παίδων ὄντων καὶ οὐκ ὄντων καὶ χρηστῶν γενομένων καὶ πονηρῶν διαφόροις συνέχωνται λύπαις καὶ φροντίσι, πόθεν λοιπὸν ἡδίστην καλέσομεν τὴν ἐν τῷ γάμῳ ζωήν; Πάλιν ἂν μὲν ὁμονοοῦντες οἱ συνοικοῦντες διατελῶσι, φόβος μὴ θάνατος ἐμπεσὼν διακόψῃ τὴν ἡδονήν, μᾶλλον δὲ οὐκέτι φόβος τοῦτο μόνον, οὐδὲ μέχρι προσδοκίας τὸ δεινὸν ἀλλὰ καὶ εἰς ἔργον αὐτὸ προελθεῖν πάντως ἀνάγκη. Οὐδεὶς γὰρ ἔσχεν ἐπιδεῖξαί ποτε ἐν ἡμέρᾳ μιᾷ ἀμφοτέρους τελευτήσαντας· τούτου δὲ οὐκ ὄντος δυνάτου τὸ λειπόμενον ἀνάγκη πολὺ τοῦ θανάτου χαλεπωτέραν ὑπομένειν ζωήν, ἄν τε πολὺν τύχῃ συνῳκηκὼς χρόνον ἄν τε ὀλίγον. Ἐκεῖνος μὲν γὰρ ὅσῳ πλείονα τὴν πεῖραν ἔλαβε, τοσούτῳ μείζονα ἔχει τὴν ὁδύνην τῆς πολλῆς συνηθείας ἀφόρητον ποιούσης τὸν χωρισμόν. Ὁ δὲ πρὶν ἢ γεύσασθαι καὶ ἐμπλησθῆναι τῆς φιλίας, ἀκμαζούσης ἔτι τῆς ἐπιθυμίας, αὐτὴν ἀφαιρεθεὶς αὐτὸ τοῦτο μᾶλλον ἐκείνου πενθεῖ, καὶ ἐξ ὑποθέσεων ἐναντίων ἴσοις ἀμφότεροι συνέχονται τοῖς λυπηροῖς. Τί δὲ χρὴ λέγειν τοὺς ἐν τῷ μεταξὺ γινομένους χωρισμούς, τὰς μακρὰς ἀποδημίας, τὰς συνεζευγμένας αὐτοῖς ἀγωνίας, τὰς νόσους; Καὶ τί τοῦτο πρὸς τὸν γάμον; φησί. Μάλιστα μὲν καὶ ἀπὸ τῆς αἰτίας τῆς τούτου πολλαὶ πολλάκις ἠρρώστησαν. Καὶ γὰρ ὑβρισθεῖσαι καὶ ὀργισθεῖσαι τότε μὲν ὑπὸ τοῦ θυμοῦ, τότε δὲ ὑπὸ τῆς ἀθυμίας πολλοὺς ἔτεκον πυρετούς. Ἐὰν δὲ καὶ παρόντος μηδὲν πάθωσι τοιοῦτον ἀλλὰ προσηνοῦς ἀπολαύσωσι διὰ παντός, ὑπὸ τῆς ἀποδημίας εἰς ταῦτα πάλιν περιίστανται τὰ κακά. Πλὴν ἀλλὰ ταῦτα πάντα παρείσθω καὶ μηδὲν ἐγκαλῶμεν τῷ γάμῳ, ἀλλ' οὐχὶ μετὰ τούτων κἀκείνης αὐτὸν ἀπαλλάξαι δυνησόμεθα τῆς αἰτίας. Ποίας δὴ ταύτης; Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι ἀλλ' εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.

Intertext edge

Open linked passage

Note