De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
Ὅτι εὔκολον ἡ παρθενία. Οὐκ ἀναγκάζεται πολυπραγμονεῖν τὸν νυμφίον οὐδὲ μή τινα ἀπάτην ὑπομείνῃ δέδοικεν. Θεὸς γάρ ἐστιν οὐκ ἄνθρωπος, δεσπότης οὐχ ὁμόδουλος. Καὶ τῶν μὲν νυμφίων τὸ μέσον τοσοῦτον· σκόπει δὲ καὶ ἐπὶ τίσιν ἁρμόζονται. Οὐ γὰρ ἀνδράποδα οὐδὲ γῆς πλέθρα οὐδὲ τόσα καὶ τόσα χρυσίου τάλαντα, ἀλλ' οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ τὰ ἕδνα ταύτης τῆς νύμφης ἐστί. Πρὸς τούτοις ἡ μὲν γεγαμηκυῖα φρίττει τὸν θάνατον τῶν τε ἄλλων ἕνεκεν καὶ ὅτι τοῦ συνοικοῦντος αὐτὴν διαζεύγνυσιν. Ἡ δὲ παρθένος καὶ ποθεῖ τὴν τελευτὴν καὶ βαρύνεται τῇ ζωῇ, σπεύδουσα τὸν νυμφίον ἰδεῖν πρόσωπον πρὸς πρόσωπον καὶ τῆς δόξης ἀπολαῦσαι ἐκείνης.