De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1
Ὅτι τὸ χρυσοφορεῖν μείζονα τῆς ἡδονῆς ἔχει τὸν φόβον. Πλὴν ἀλλὰ θῶμεν πάλιν τῷ λόγῳ καὶ ταύτην συγχωρεῖσθαι τὴν τρυφὴν καὶ μήτε τὸν προφήτην μήτε Παῦλον ἀποφήνασθαι πρὸς τὰς χλιδώσας τῶν γυναικῶν. Τί τὸ ὄφελος τῶν πολλῶν χρυσίων; Ἕτερον μὲν οὐδέν, βασκανία δὲ καὶ φροντὶς καὶ φόβος οὐχ ὁ τυχών. Οὐ γὰρ μόνον ὅταν εἰς τὸ κιβώτιον αὐτὰ ἀποθῶνται οὐδὲ νυκτὸς καταλαβούσης μόνον ταράττονται ταῖς φροντίσιν, ἀλλὰ καὶ ὅταν αὐτὰ περικέωνται, καὶ ὅταν ἡμέρα ᾖ τὴν αὐτὴν ὑπομένουσι μέριμναν, μᾶλλον δὲ καὶ χαλεπωτέραν. Καὶ γὰρ ἐν βαλανείοις καὶ ἐκκλησίαις παραγίνονται αἱ τὰ τοιαῦτα κακουργοῦσαι γυναῖκες. Κἀκείνων δὲ πολλάκις χωρὶς ὑπὸ τοῦ πλήθους ὠθούμεναι καὶ πιεζόμεναι αἱ χρυσοφοροῦσαι οὐδὲ αἰσθάνονται ἐκπεσόντος αὐταῖς τῶν χρυσίων τινός. Οὕτω γοῦν πολλαὶ οὐ ταῦτα μόνον ἀλλὰ πολλῷ τούτων ἔτι τιμιώτερα περιδέραια ἀπὸ τιμίων συγκείμενα λίθων διασπασθέντα καὶ ἐκπεσόντα ἀπώλεσαν. Πλὴν ἀλλὰ μηδὲ οὗτος ἔστω ὁ φόβος ἀλλὰ καὶ αὕτη ἐξῃρήσθω ἡ φροντίς.