Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 70 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.1
Ὅτι χρησιμώτερον καὶ ἥδιον τὸ μὴ τρυφᾶν τοῦ τρυφᾶν. Ἀλλ' οὐχ ἡ εὐτέλεια τοιαύτη, ἀλλὰ πόρρω τούτων ἀφέστηκε τῶν δυσχερῶν ὑγιείας καὶ εὐεξίας ποιητική, ἣν μείζονα οὖσαν εὑρήσεις τῆς τρυφῆς. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐρρῶσθαι καὶ μηδενὶ τῶν κακῶν ἐνοχλεῖσθαι ἐκείνων ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ πᾶσαν ἱκανὸν σβέσαι καὶ ἀνατρέψαι ἐκ βάθρων ἡδονήν. Δεύτερον δὲ καὶ ἀπὸ τῶν σιτίων αὐτῶν. Πῶς; Ὅτι ἡδονῆς ποιητικὸν ἐπιθυμία, ἐπιθυμίαν δὲ οὐχ ὁ κόρος οὐδὲ ἡ πλησμονὴ ἀλλ' ἡ ἔνδεια καὶ ἡ σπάνις ποιεῖ. Αὕτη δὲ οὐκ ἐν ἐκείνοις τοῖς συμποσίοις τοῖς τῶν πλουτούντων ἀλλ' ἐν τοῖς τῶν πενομένων ἀεὶ πάρεστι, παντὸς τραπεζοποιοῦ καὶ μαγείρου μᾶλλον ἐπιστάζουσα πολὺ τοῖς προκειμένοις τὸ μέλι. Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν αὐτοῖς σφοδρῶς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν. Οὗτοι δὲ ἐν χρείᾳ τούτων ἁπάντων καθιστάμενοι πρότερον οὕτως αὐτῶν μετέχουσιν, ὃ μάλιστα πάντων αὔξει τὰ τῆς ἡδονῆς. Διὰ τί γάρ, εἰπέ μοι, καὶ ὁ Σολομὼν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδὺν οὑτωσὶ λέγων· «Ἡδὺς ὕπνος τῷ δούλῳ ἄν τε πολὺ ἄν τε ὀλίγον φάγῃ;» Ἆρα διὰ τὴν στρωμνὴν τὴν ἁπαλήν; Καὶ μὴν ἐπὶ ἐδάφους ἢ ἐπὶ στιβάδος οἱ πλείους καθεύδουσιν. Ἀλλὰ διὰ τὴν ἄδειαν; Ἀλλ' οὐδὲ μικρᾶς καιροῦ ῥοπῆς εἰσι κύριοι. Ἀλλὰ διὰ τὴν ῥᾳστώνην; Ἀλλ' οὐ διαλιμπάνουσι μόχθοις κοπτόμενοι καὶ ταλαιπωρίαις. Τί ποτ' οὖν ἐστι τὸ ποιοῦν τὸν ὕπνον ἡδύν; Οἱ πόνοι, καὶ τὸ πρότερον εἰς χρείαν καταστάντας οὕτως αὐτοῦ μεταλαμβάνειν. Τοὺς δὲ πλουτοῦντας ἂν μὴ μέθῃ βαπτισθέντας ἡ νὺξ καταλάβῃ, ἀνάγκη διὰ παντὸς ἀγρυπνεῖν καὶ ἐπιστρέφεσθαι καὶ ἀλύειν ἐπὶ τῶν μαλακῶν κειμένους στρωμάτων.

Intertext edge

Open linked passage

Note