Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 73 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
73.1
Ὅτι οὐ γάμου ὁ καιρὸς ὁ παρών. Καὶ τί τοῦτο πρὸς τὸν γάμον; ἴσως ἂν εἴποι τις. Καὶ σφόδρα μὲν οὖν πρὸς αὐτόν. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ συγκέκλεισται, ἐν δὲ τῷ μέλλοντι οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ὁ δὲ παρὼν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται καὶ ἐπὶ θύραις τὰ τῆς ἀναστάσεως ἕστηκεν, οὐ γάμων καιρὸς οὐδὲ κτημάτων ἀλλ' ἐνδείας καὶ τῆς ἄλλης φιλοσοφίας ἁπάσης τῆς ἐκεῖ χρησιμευούσης ἡμῖν. Ὥσπερ γὰρ ἡ παρθένος ἕως μὲν ἂν οἴκοι μένῃ μετὰ τῆς μητρὸς πολλὴν τῶν παιδικῶν ἁπάντων ποιεῖται φροντίδα καὶ κιβώτιον ἐν τῷ ταμιείῳ καταθεμένη τῶν ἀποκειμένων ἐκεῖ καὶ τὴν κλεῖν αὐτὴ κέκτηται καὶ τὴν ἐξουσίαν ἅπασαν ἔχει, καὶ τοσαύτην ὑπὲρ τῆς τῶν μικρῶν ἐκείνων καὶ φαύλων φυλακῆς ἀναδέχεται μέριμναν ὅσην οἱ τὰς μεγάλας ἐπιτροπεύοντες οἰκίας. Ἐπειδὰν δὲ μνηστεύεσθαι δέῃ καὶ ὁ τοῦ γάμου καιρὸς ἀναγκάζῃ τὴν πατρῴαν οἰκίαν ἀφεῖναι, τότε τῆς εὐτελείας ἐκείνης ἀπαλλαγεῖσα καὶ τῆς ταπεινότητος, οἰκίας προστασίαν καὶ κτημάτων καὶ ἀνδραπόδων πλῆθος καὶ ἀνδρὸς θεραπείαν καὶ τὰ ἄλλα τὰ τούτων πολλῶν μείζονα μεριμνᾶν ἀναγκάζεται. Οὕτω καὶ ἡμᾶς χρὴ ποιεῖν, ἐπειδὴ πρὸς τὸν τέλειον ἀγόμεθα βίον καὶ τὸν ἀνδράσι προσήκοντα τὰ ἐπὶ τῆς γῆς πάντα ἀφέντας τὰ ὄντως παιδικὰ ἀθύρματα φαντάζεσθαι τὸν οὐρανὸν καὶ τῆς ἐκεῖ διατριβῆς τὴν λαμπρότητα καὶ τὴν δόξαν ἅπασαν. Ἡρμόσθημεν γὰρ καὶ ἡμεῖς νυμφίῳ οὕτως ζητοῦντι παρ' ἡμῶν ἀγαπᾶσθαι ὡς μὴ τῶν ἐν τῇ γῇ μόνον μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτελῶν ἀλλὰ καὶ τῆς ψυχῆς αὐτῆς ἀφίστασθαι δι' αὐτὸν ὅταν δέῃ. Ἐπεὶ οὖν ἐκεῖ λοιπὸν ἀπιέναι χρὴ ἀπαλλάξωμεν ἑαυτοὺς τῆς φροντίδος τῆς εὐτελοῦς. Οὐδὲ γὰρ εἰς βασιλείαν μεθίστασθαι μέλλοντες ἀπὸ πενιχρᾶς οἰκίας, κεραμίδων καὶ ξύλων καὶ ἐπίπλων καὶ τῆς ἄλλης τῆς κατὰ τὴν οἰκίαν ἐφροντίσαμεν ἂν πενίας. Μὴ τοίνυν μηδὲ νῦν τὰ ἐν τῇ γῇ μεριμνῶμεν· ὁ γὰρ καιρὸς ἡμᾶς ἤδη καλεῖ πρὸς τὸν οὐρανόν, καθάπερ καὶ Ῥωμαίοις ἐπιστέλλων ὁ μακάριος Παῦλος ἔλεγε· «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε.» Καὶ πάλιν· «Ἐνταῦθα ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι.» Τί οὖν δεῖ γάμου τοῖς οὐ μέλλουσιν ἀπολαύεσθαι γάμου ἀλλ' ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι διακείσεσθαι; Τί δαὶ χρημάτων, τί δαὶ κτημάτων, τί δαὶ τῶν βιωτικῶν, τῆς χρήσεως αὐτῶν ἀώρου λοιπὸν οὔσης καὶ παρὰ καιρόν; Εἰ γὰρ οἱ μέλλοντες δικαστηρίῳ παραστήσεσθαι τῷ παρ' ἡμῖν καὶ λόγον ὑφέξειν τῶν πεπλημμελημένων, τῆς κυρίας γενομένης ἐγγύς, οὐ γυναικὸς μόνον ἀλλὰ καὶ σίτων καὶ ποτῶν καὶ πάσης ἑαυτοὺς ἀποστήσαντες φροντίδος τῆς ἀπολογίας γίνονται μόνης– πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐκ ἐπιγείῳ τινὶ δικαστηρίῳ ἀλλ' οὐρανίῳ βήματι παραστήσεσθαι μέλλοντας καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν εὐθύνας ὑφέξειν, πάντων ἀφίστασθαι χρὴ καὶ χαρᾶς καὶ λύπης τῆς ἐπὶ τοῖς παροῦσι πράγμασι καὶ τὴν φοβερὰν μόνον ἐκείνην ἡμέραν μεριμνᾶν. «Εἴ τις», γάρ φησιν, «ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι. Καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναταί μου εἶναι μαθητής.» Σὺ δὲ παρακάθῃ σχολάζων ἐπιθυμίαις γυναικὸς καὶ γέλωτι καὶ διαχύσει καὶ τρυφῇ; «Ὁ κύριος ἐγγύς.» Σὺ δὲ ὑπὲρ χρημάτων φροντίζεις καὶ μεριμνᾷς; «Ἡ βασιλεία τῶν οὐρανῶν ἐφέστηκε.» Σὺ δὲ περὶ οἰκίας καὶ τρυφῆς καὶ τῆς ἄλλης σκοπεῖς ἡδονῆς; «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τί οὖν κόπτεις σαυτὸν ἐν τοῖς τοῦ κόσμου πράγμασι τοῖς οὐ μένουσιν ἀλλὰ δαπανωμένοις, τῶν μενόντων καὶ βεβαίων ἀμελῶν; Οὐκέτι γάμος, οὐδὲ ὠδῖνες, οὐχ ἡδονὴ καὶ μίξις, οὐ χρημάτων εὐπορία οὐδὲ κτημάτων ἐπιμέλεια, οὐ τροφὴ οὐδὲ ἐνδύματα, οὐ γεωργίαι καὶ ναυτιλίαι, οὐ τέχναι οὔτε οἰκοδομαί, οὐ πόλεις οὐδὲ οἰκίαι ἀλλ' ἑτέρα τις κατάστασις καὶ διαγωγή. Ταῦτα δὲ πάντα μικρὸν ὕστερον ἀπολεῖται. Τοῦτο γάρ ἐστι τὸ εἰρημένον· «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τί τοίνυν ὡς εἰς τοὺς αἰῶνας ἅπαντας ἐνθάδε μενοῦντες, οὕτως πᾶσαν σπουδὴν ἐπιδεικνύμεθα, ὑπὲρ πραγμάτων μεριμνῶντες ὧν πρὸ τῆς ἑσπέρας πολλάκις ἀποστησόμεθα; Τί τὸν μοχθηρὸν αἱρούμεθα βίον ἐπὶ τὸν ἀπράγμονα καλοῦντος ἡμᾶς τοῦ Χριστοῦ; «Θέλω,» γὰρ «ὑμᾶς,» φησίν, «ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου.»

Intertext edge

Open linked passage

Note