Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 75 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
75.1
Πῶς ἔστιν ἔχοντα γυναῖκα μὴ ἔχειν. Εἰ δὲ καὶ σαφέστερόν τις θέλοι μαθεῖν τί ποτέ ἐστιν ἔχοντα γυναῖκα μὴ ἔχειν, τοὺς οὐκ ἔχοντας ἐννοείτω τοὺς ἐσταυρωμένους πῶς διάκεινται. Πῶς οὖν ἐκεῖνοι διάκεινται; Οὐ θεραπαινίδων ἀναγκάζονται πλῆθος ὠνεῖσθαι, οὐ χρυσία καὶ περιδέραια, οὐκ οἰκίας λαμπρὰς καὶ μεγάλας, οὐ πλέθρα γῆς τόσα καὶ τόσα. Ἀλλὰ ταῦτα πάντα ἀφέντες ὑπὲρ ἱματίου φροντίζουσιν ἑνὸς καὶ τροφῆς τῆς αὐτῶν. Ἔξεστι καὶ τῷ γυναῖκα ἔχοντι εἰς ταύτην ἑαυτὸν ἀγαγεῖν τὴν φιλοσοφίαν. Τὸ γὰρ ἀνωτέρω λεχθέν· «Μὴ ἀποστερεῖτε ἀλλήλους», περὶ μίξεως εἴρηται μόνης. Ἐν τούτῳ γὰρ ἕπεσθαι ἀλλήλοις κελεύει καὶ οὐδένα ἀφίησιν ἑαυτοῦ κύριον εἶναι· ἔνθα δὲ ἂν δέῃ τὴν ἄλλην φιλοσοφίαν ἀσκεῖν, τὴν ἐν τοῖς ἱματίοις, τὴν ἐν τῇ διαίτῃ, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν, οὐκέτι θατέρῳ λοιπὸν ὁ ἕτερος ὑπεύθυνος γίνεται ἀλλ' ἔξεστι τοῖς ἀνδράσι, κἂν ἡ γυνὴ μὴ βούληται, περικόψαι τρυφὴν ἅπασαν καὶ τὸν περιρρέοντα τῶν φροντίδων ὄχλον. Καὶ γυναικὶ πάλιν ὁμοίως οὐδεμία ἀνάγκη μὴ βουλομένῃ καλλωπίζεσθαι καὶ κενοδοξεῖν καὶ περιττὰ μεριμνᾶν, εἰκότως. Ἐκείνη μὲν γὰρ ἡ ἐπιθυμία φυσική τίς ἐστι καὶ διὰ τοῦτο πολλῆς ἔτυχε τῆς συγγνώμης καὶ οὐκ ἔστι κύριος ὁ ἕτερος ἀποστερεῖν τὸν ἕτερον μὴ βουλόμενον· ἡ δὲ τῆς τρυφῆς καὶ τῆς θεραπείας τῆς περιττῆς καὶ τῆς φροντίδος τῆς ἀνονήτου οὐκ ἀπὸ τῆς φύσεως ὁρμᾶται ἀλλ' ἀπὸ τῆς ῥαθυμίας καὶ τῆς πολλῆς ὕβρεως τίκτεται. Διὰ τοῦτο οὐκ ἀναγκάζει καὶ ἐν τούτοις τοὺς γεγαμηκότας ὑποκεῖσθαι ἀλλήλοις καθάπερ καὶ ἐν ἐκείνοις. Τοῦτο τοίνυν ἐστὶν ἔχοντα γυναῖκα μὴ ἔχειν ὅταν τὰς περιττὰς φροντίδας τὰς διὰ τὸν ἀκκισμὸν καὶ τὴν διάθρυψιν γινομένας τῶν γυναικῶν μὴ δεχώμεθα, ἀλλὰ τοσαύτην λάβωμεν προσθήκην φροντίδος ὅσην εἰκὸς μιᾶς ψυχῆς προστεθείσης ἡμῖν καὶ ταύτης φιλοσόφως καὶ εὐτελῶς ζῆν προαιρουμένης. Ὅτι γὰρ τοῦτό φησι, διὰ τῆς ἐπαγωγῆς ἐδήλωσε. «Καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ἐν κτήσεσιν ὡς μὴ χαίροντες.» Οἱ γὰρ μὴ χαίροντες οὐδὲ τῆς κτήσεως ἐπιμελήσονται καὶ οἱ μὴ κλαίοντες οὔτε τὴν πενίαν δυνήσονται φέρειν οὔτε τὴν αὐτάρκειαν ἀποστρέφεσθαι. Τοῦτό ἐστιν ἔχειν γυναῖκα καὶ μὴ ἔχειν, τοῦτό ἐστι κεχρῆσθαι τῷ κόσμῳ καὶ μὴ κατακεχρῆσθαι. «Ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου.» Ὅταν οὖν καὶ ἐνταῦθα κἀκεῖ μέριμνα ᾖ, καὶ ἐνταῦθα μὲν εἰκῇ καὶ μάτην, μᾶλλον δὲ καὶ ἐπὶ λύπῃ– «Θλῖψιν γὰρ τῇ σαρκί», φησίν, «ἕξουσιν οἱ τοιοῦτοι»–, ἐκεῖ δὲ ἐπὶ τοῖς ἀπορρήτοις ἀγαθοῖς, τί μὴ ταύτην αἱρούμεθα μᾶλλον τὴν φροντίδα, οὐ τῷ τοιαύτας καὶ τοσαύτας ἔχειν τὰς ἀντιδόσεις ἀλλὰ καὶ τῇ φύσει κουφοτέραν οὖσαν ἐκείνης; Τί γὰρ ἡ μὴ γαμηθεῖσα μεριμνᾷ; Ἆρα ὑπὲρ χρημάτων, ὑπὲρ οἰκετῶν, ὑπὲρ οἰκονόμων, ὑπὲρ ἀγρῶν καὶ τῶν ἄλλων; Μαγείροις ἐφέστηκε καὶ ὑφάνταις καὶ τῇ λοιπῇ θεραπείᾳ; Ἄπαγε. Οὐδὲν τούτων εἰς νοῦν βάλλεται ἀλλ' ἓν φροντίζει μόνον τὴν αὑτῆς οἰκοδομεῖν ψυχήν, τὸν ναὸν κοσμεῖν ἐκεῖνον τὸν ἅγιον οὐκ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις, οὐκ ἐπιτρίμμασιν οὐδὲ ὑπογραφαῖς, οὐ ταῖς ἄλλαις δυσκολίαις καὶ μοχθηρίαις, ἀλλὰ τῇ ἁγιωσύνῃ τῇ κατὰ σῶμα καὶ κατὰ πνεῦμα. «Ἡ δὲ γαμηθεῖσα», φησί, «μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί.» Σφόδρα συνετῶς οὐκ ἦλθεν ἐπὶ τὴν τῶν πραγμάτων αὐτῶν ἐξέτασιν οὐδὲ εἶπεν ὅσα πάσχουσι γυναῖκες ὑπὲρ τῆς εἰς τοὺς ἄνδρας ἀρεσκείας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸ μὲν βασανίζουσαι καὶ κονιῶσαι καὶ ἑτέραις κολάσεσι κατατείνουσαι, τὴν δὲ ἀνελευθερίας, κολακείας, ὑποκρίσεως, μικροψυχίας, φροντίδων περιττῶν καὶ ἀνονήτων πληροῦσαι. Ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τῷ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι, καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχὴν καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανόν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μή τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίσῃ. Διόπερ οὐδὲ ἠρκέσθη ταῖς προτέραις παραινέσεσιν ἀλλ' εἰπών· «Ἐπιταγὴν κυρίου οὐκ ἔχω», καὶ «Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», πάλιν ἐνταῦθά φησιν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω.»

Intertext edge

Open linked passage

Note