De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ὅτι τὴν παρθενίαν οὐκ ἀπὸ ἱματίων ἀλλ' ἀπὸ ψυχῆς δοκιμάζειν χρή. Εὐτελὴς ἡ στολή. Ἀλλ' οὐκ ἐν τοῖς ἱματίοις οὐδὲ ἐν τοῖς χρώμασιν ἡ παρθενία, ἀλλ' ἐν τῇ ψυχῇ καὶ τῷ σώματι. Πῶς γὰρ οὐκ ἄτοπον εἰ τὸν μὲν φιλόσοφον οὐκ ἀπὸ τῆς κόμης οὐδὲ ἀπὸ τῆς βακτηρίας οὐδὲ ἀπὸ τῆς ἐξωμίδος δοκιμάσομεν ἀλλ' ἀπὸ τῶν τρόπων καὶ τῆς ψυχῆς, καὶ τὸν στρατιώτην οὐκ ἀπὸ τῆς χλανίδος οὐδὲ ἀπὸ τῆς ζώνης ἀλλ' ἀπὸ τῆς ῥώμης καὶ τῆς ἀνδρείας, τὴν δὲ παρθένον πρᾶγμα οὕτω θαυμαστὸν καὶ πάντα ὑπερβαῖνον τὰ ἐν ἀνθρώποις διὰ τὸν τῶν τριχῶν αὐχμὸν καὶ τὴν τοῦ προσώπου κατήφειαν καὶ τὸ φαιὸν ἱμάτιον ἁπλῶς οὕτως καὶ παρέργως εἰς τὴν τοῦ πράγματος καταλέξομεν ἀρετήν, οὐκ ἀποδύσαντες αὐτῆς τὴν ψυχὴν καὶ τὴν ἕξιν αὐτῆς ἐντεῦθεν καταμαθόντες ἀκριβῶς; Ἀλλ' οὐκ ἀφίησιν ὁ τοὺς τῆς ἀθλήσεως ταύτης νόμους διαταξάμενος. Οὐ γὰρ ἀπὸ τῶν ἱματίων τοὺς εἰς τοῦτον καθέντας ἑαυτοὺς τὸν ἀγῶνα δοκιμάζειν κελεύει ἀλλ' ἀπὸ τῶν δογμάτων καὶ τῆς ψυχῆς. «Ὁ γὰρ ἀγωνιζόμενος, φησί, πάντα ἐγκρατεύεται», πάντα τὰ διενοχλοῦντα τὴν τῆς ψυχῆς ὑγίειαν, καὶ «Οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Τίνες οὖν οἱ τῆς ἀθλήσεως ταύτης νόμοι; Ἄκουε πάλιν αὐτοῦ λέγοντος, μᾶλλον δὲ αὐτοῦ τοῦ τὸν ἀγῶνα θέντος Χριστοῦ· «Ἡ δὲ παρθένος ἵνα ἁγία τῷ σώματι καὶ τῷ πνεύματι·» καὶ πάλιν· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος.»