Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 83 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
83.1
Ὅτι οὐ τὸ αὐτὸ τῆς ἀρετῆς μέτρον ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ πρόκειται. Καὶ χωρὶς τούτων δέ, ὅπερ καὶ ἀρχόμενος ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ ὅτι οὐ τὸ αὐτὸ τῆς ἀρετῆς ἀπαιτούμεθα μέτρον ἡμεῖς τε κἀκεῖνοι. Νῦν μὲν γὰρ οὐκ ἔστι τέλειον εἶναι μὴ πάντα πωλήσαντα, μὴ πᾶσιν ἀποταξάμενον, οὐ χρήμασι λέγω μόνον καὶ οἰκίᾳ, ἀλλὰ καὶ τῇ ψυχῇ τῇ ἑαυτοῦ. Τότε δὲ οὔπω τοσαύτης ἀκριβείας ἐπίδειξις ἦν. Τί οὖν; Ἀκριβέστερον ἡμεῖς, φησί, τοῦ πατριάρχου βιοῦμεν νῦν; Ὠφείλομεν μὲν καὶ τοῦτο ἐπιτετάγμεθα, οὐ βιοῦμεν δέ, καὶ διὰ τοῦτο πολὺ τοῦ δικαίου ἀπολειπόμεθα. Ἐπεὶ ὅτι γε μείζονα ἡμῖν τὰ σκάμματα πρόκειται, παντί που δῆλόν ἐστι. Διὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζουσα ἡ γραφὴ οὐχ ἁπλῶς τοῦτο ποιεῖ ἀλλὰ μετὰ προσθήκης τινός. «Νῶε», γάρ φησι, «δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν.» Οὐχ ἁπλῶς τέλειος ἀλλ' ἐν τῷ τότε καιρῷ· πολλοὶ γὰρ τελειότητος τρόποι κατὰ διαφόρους ὡρισμένοι καιρούς, καὶ τοῦ χρόνου προκόπτοντος τὸ τότε τέλειον ἀτελὲς ὕστερον γίνεται. Οἷόν τι λέγω· τέλειον ἦν ποτε τὸ κατὰ τὸν νόμον βιοῦν. «Ὁ ποιήσας γὰρ αὐτά», φησί, «ζήσεται ἐν αὐτοῖς», ἀλλ' ἐλθὼν ὁ Χριστὸς τοῦτο τὸ τέλειον ἔδειξεν ἀτελές. «Ἐὰν» γὰρ «μὴ περισσεύσῃ», φησίν, «ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τότε φόνος ἐδόκει μόνον εἶναι δεινόν, νῦν δὲ καὶ ὀργὴ καὶ λοιδορία μόνη τῇ γεέννῃ παραπέμψαι δύναιτ' ἄν. Τότε μοιχεία ἐκολάζετο μόνον, νῦν δὲ καὶ τὸ ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα ἰδεῖν οὐκ ἀπήλλακται τιμωρίας. Τότε ἡ ἐπιορκία μόνη ἦν ἐκ τοῦ πονηροῦ, νῦν δὲ καὶ τὸ ὀμόσαι. «Τὸ» γὰρ «περισσόν», φησί, «τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.» Οὐδὲν πλέον ἀπῃτοῦντο οἱ τότε ἢ τὸ τοὺς φιλοῦντας ἀγαπᾶν· νῦν δὲ τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὕτως ἐστὶν ἀτελές, ὡς καὶ μετὰ τὴν κατόρθωσιν αὐτοῦ μηδὲν πλέον ἡμᾶς ἔχειν τῶν τελωνῶν.

Intertext edge

Open linked passage

Note