Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ὅτι βλάβη τῇ παρθένῳ τὸ τετυφῶσθαι κατὰ τῶν γαμουμένων. Τί οὖν πρὸς ἐμὲ τοῦτο, φησί, τὴν πολλὰ χαίρειν εἰποῦσαν τῷ γάμῳ; Τοῦτο γὰρ σέ, ὦ ταλαίπωρε, τοῦτο ἀπολώλεκεν ὅτι μηδὲν οἴῃ σοι κοινὸν εἶναι πρὸς τοῦτο τὸ δόγμα. Διὰ τοῦτο ὑπεροψίᾳ ἀμέτρῳ κατὰ τοῦ πράγματος χρησαμένη εἰς τὴν τοῦ Θεοῦ σοφίαν ἐξύβρισας καὶ τὴν κτίσιν διέβαλες ἅπασαν. Εἰ γὰρ ἀκάθαρτον ὁ γάμος, ἀκάθαρτα μὲν ἅπαντα τὰ δι' αὐτοῦ τικτόμενα ζῷα, ἀκάθαρτοι δὲ καὶ ὑμεῖς, οὐ γὰρ ἂν εἴποιμι τὴν τῶν ἀνθρώπων φύσιν. Πῶς οὖν παρθένος ἡ ἀκάθαρτος; Οὗτος γὰρ δεύτερος, μᾶλλον δὲ καὶ τρίτος ὑμῖν μολυσμῶν καὶ ἀκαθαρσίας ἐπινενόηται τρόπος· καὶ αἱ τὸν γάμον ὡς ἐναγὲς φεύγουσαι αὐτῷ τούτῳ τῷ φεύγειν πάντων γεγόνατε ἐναγέστεραι, παρθενίαν εὑροῦσαι πορνείας μιαρωτέραν. Ποῦ τοίνυν ὑμᾶς τάξομεν; Μετὰ τῶν Ἰουδαίων; Ἀλλ' οὐκ ἀνέχονται ἐκεῖνοι· καὶ γὰρ τὸν γάμον τιμῶσι καὶ τοῦ Θεοῦ τὴν δημιουργίαν θαυμάζουσιν. Ἀλλὰ μεθ' ἡμῶν; Ἀλλ' οὐ θέλετε ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος διὰ τοῦ Παύλου· «Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος.» Λείπεται δὴ μετὰ τῶν Ἑλλήνων ὑμᾶς στῆναι λοιπόν. Ἀλλὰ κἀκεῖνοι παρώσονται πάλιν ὑμᾶς ὡς ἀσεβεστέρους. Πλάτων μὲν γάρ φησιν «ὅτι ἀγαθὸς ἦν ὁ τόδε τὸ πᾶν συστησάμενος», καὶ «ὅτι ἀγαθῷ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος.» Σὺ δὲ αὐτὸν πονηρὸν καλεῖς καὶ πονηρῶν ἔργων δημιουργόν. Ἀλλὰ μὴ δείσῃς· ἔχεις τοῦ δόγματος κοινωνοὺς τὸν διάβολον, τοὺς ἀγγέλους τοὺς ἐκείνου– μᾶλλον δὲ οὐδὲ ἐκείνους· μὴ γὰρ ἐπειδὴ σὲ τοιαῦτα ἀνέπεισαν μαίνεσθαι καὶ αὐτοὺς οὕτως διακεῖσθαι νόμιζε. Ὅτι γὰρ ἴσασι τὸν Θεὸν ἀγαθόν, ἄκουσον βοώντων αὐτῶν, νῦν μὲν «Οἴδαμεν ὅστις εἶ, ὁ ἅγιος τοῦ Θεοῦ», νῦν δὲ «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.» Ἔτ' οὖν παρθενίας μνησθήσεσθε καὶ ἐπὶ τῷ πράγματι φιλοτιμήσεσθε ἀλλ' οὐκ ἀπελθόντες κλαύσετε ἑαυτοὺς καὶ θρηνήσετε τῆς ἀνοίας δι' ἧς ὑμᾶς ὁ διάβολος ὥσπερ αἰχμαλώτους δήσας εἰς τὸ τῆς γεέννης εἵλκυσε πῦρ; Οὐχ ὡμιλήσας γάμοις; Ἀλλ' οὐδέπω τούτῳ παρθένος. Τὴν γὰρ κυρίαν τοῦ γαμηθῆναι γενομένην, εἶτα οὐχ ἑλομένην ταύτην ἂν εἴποιμι παρθένον ἐγώ. Ὅταν δὲ τῶν κεκωλυμένων τὸ πρᾶγμα εἶναι φῇς, οὐκέτι τῆς σῆς προαιρέσεως τὸ κατόρθωμα γίνεται ἀλλὰ τῆς ἀνάγκης τοῦ νόμου. Διὰ τοῦτο Πέρσας μὲν μὴ μητρογαμοῦντας θαυμάζομεν, Ῥωμαίους δὲ οὐκέτι. Ἐνταῦθα μὲν γὰρ ἅπασιν ἐφεξῆς τὸ πρᾶγμα βδελυρὸν εἶναι δοκεῖ, ἐκεῖ δὲ ἡ τῶν ταῦτα τολμώντων ἄδεια τοὺς τῶν τοιούτων ἀπεχομένους μίξεων ἐπαινεῖσθαι πεποίηκεν. Κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ ἐπὶ τοῦ γάμου τὴν ἐξέτασιν ποιήσασθαι χρή. Ἡμεῖς μὲν γὰρ ἐπειδὴ τὸ πρᾶγμα πᾶσιν ἐφεῖται παρ' ἡμῖν, εἰκότως τοὺς μὴ γαμοῦντας θαυμάζομεν. Ὑμεῖς δὲ εἰς τὴν τῶν χειρόνων αὐτὸ τάξιν ὤσαντες, οὐκέτ' ἂν δύναισθε τῶν ἀπὸ τοῦ πράγματος ἀντιποιεῖσθαι ἐπαίνων. Τὸ γὰρ τῶν ἀπηγορευμένων ἀπέχεσθαι οὔπω γενναίας καὶ νεανικῆς ψυχῆς. Τελείας γὰρ ἀρετῆς οὐ τὸ ταῦτα μὴ πράττειν ἃ πράξαντες παρὰ πᾶσιν εἶναι δόξομεν κακοί, ἀλλὰ τὸ ἐν τούτοις εἶναι λαμπρούς, ἃ μήτε τοὺς μὴ ἑλομένους ἀφίησι διὰ τοῦτο κακίζεσθαι, τούς τε ἑλομένους καὶ κατορθώσαντας οὐ μόνον τῆς τῶν φαύλων ἀπαλλάττει δόξης ἀλλὰ καὶ εἰς τὴν τῶν ἀγαθῶν ἐγκρίνει τάξιν. Ὥσπερ γὰρ τοὺς εὐνούχους οὐδεὶς ἂν ἐπαινέσειεν εἰς παρθενίας λόγον ὅτι μὴ γαμοῦσιν, οὕτως οὐδὲ ὑμᾶς. Ὃ γὰρ ἐκείνοις ἡ τῆς φύσεως ἀνάγκη, τοῦτο ὑμῖν ἡ τῆς πονηρᾶς συνειδήσεως πρόληψις γέγονε. Καὶ καθάπερ τοὺς εὐνούχους ἡ τοῦ σώματος πήρωσις τῆς ἐπὶ τῷ πράγματι φιλοτιμίας ἐξέβαλεν, οὕτως ὑμᾶς ὁ διάβολος, τῆς φύσεως ὑμῖν ἀκεραίου μενούσης, τοὺς ὀρθοὺς περικόψας λογισμοὺς καὶ οὕτως εἰς τὴν ἀνάγκην τοῦ μὴ γαμεῖν καταστήσας, κατατείνει μὲν τοῖς πόνοις, τιμᾶσθαι δὲ οὐκ ἀφίησιν. Κωλύεις γαμεῖν; Διὰ τοῦτο τοῦ μὴ γαμεῖν οὐ κείσεταί σοι μισθὸς ἀλλὰ καὶ τιμωρία καὶ κόλασις.

Intertext edge

Open linked passage

Note