Eclogae ex diversis homiliis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Περὶ θανάτου. Πολλὰ μὲν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ἀγαπητοί· μάλιστα δὲ τὸν περὶ συντελείας καιρόν. Διὰ τοῦτο τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλων ὁ Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα ἔτη, μετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστί; τί πολυπραγμονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέλους; Ἀλλ' ὥσπερ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες, τὰ κοινὰ μεριμνῶμεν, καὶ πάντων φροντίζομεν μᾶλλον ἢ τῶν οἰκείων, οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν κατάλυσιν διδαχθῆναι βουλόμεθα. Εἰ δὲ μαθεῖν βούλεσθε διὰ τί ἡμῖν ἡ τελευτὴ ἀποκέκρυπται, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκεῖ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς ἂν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον, εἰ τὸ τέλος ᾔδει, ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, μυρία ἐργασάμενος πρότερον δεινὰ, καὶ τῇ μετανοίᾳ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν. 30 βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες, εἰς ἐσχάτας ἀναπνοὰς τῇ μετανοίᾳ διδόασιν ἑαυτοὺς, εἰ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Ἄλλως τε, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν τοὺς ἐχθροὺς ἀμύνων, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν τελευτήν. Πρὸς τούτῳ, οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἂν ἔσχον κατατολμῶντες τῶν δεινῶν, τὸ θαῤῥεῖν ἐκ τοῦ μήπω παρεῖναι τὴν τελευτὴν ἔχοντες· καὶ ὁ νωθρότατος εἰς πῦρ ἐνέβη, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν εὗρε τῆς ἀσφαλείας. Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβουλευσάμενος, τεθνήξεται δὲ τοιαῦτα κατατολμῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ὁ γὰρ τῷ ὄντι φιλοσοφῶν, καὶ ταῖς τῶν μελλόντων ἐλπίσιν ὀρθούμενος, οὐδὲ τὸν θάνατον ἡγήσεται θάνατον, ἀλλ' ὁρῶν πρὸ τῶν ὀφθαλμῶν κείμενον τεθνηκότα, οὐ πείσεται τὰ τῶν πολλῶν, τοὺς στεφάνους ἀναλογιζόμενος. Καὶ ὥσπερ ὁ γηπόνος τὸν σῖτον διαλυόμενον ὁρῶν, οὐ καταπίπτει οὐδὲ κατηφὴς γίνεται· οὕτω καὶ ὁ δίκαιος κατορθώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ' ἑκάστην προσδοκῶν τὴν ἡμέραν, ὅταν ἴδῃ τὸν θάνατον πρὸ τῶν ὀφθαλμῶν κείμενον, οὐκ ἀλύει καθάπερ οἱπολλοὶ, οὐ θορυβεῖται καὶ ταράττεται· οἶδε γὰρ, ὅτι θάνατος τοῖς ὀρθῶς βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ ἀμείνω, καὶ δρόμος πρὸς τοὺς στεφάνους. Διὰ τοῦτο τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν, καὶ πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, ἵνα συνεχῶς τῆς ἑαυτῶν ὑπομιμνησκώμεθα ἀσθενείας. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείαις καὶ τοῖς ἄλλοις ἀξιώμασι, καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται· καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾷν τὰ ἔσω φαντάσματα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀνὴρ πολλάκις ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νόμῳ, γράφει τὰ προικῷα, καὶ οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω εἶδε τὴν γυναῖκα, καὶ θανάτου ψῆφος καθ' ἑαυτοῦ καὶ κατ' ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός· ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς, τὸ καὶ τὸ διατυποῦται. Καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων. Τί γάρ φησι; Ἐὰν δὲ τὸ τεχθὲν παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπὸς, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· εἰ δέ τι τῶν κατὰ ἄνθρωπον πάθῃ, ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγῳδίας προφέρει ῥήματα. Καὶ ταῦτα, φησὶν, ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν, καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τί λέγεις, ἄνθρωπε; ἔξω ἦς τῶν πραγμάτων, καὶ ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως· ὅτε περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, πρὸς ἑαυτὸν ἐπάνελθε, καὶ τὸ συνειδὸς ἐξέτασον· σκόπησον ὅτι μικρὸν ὕστερον καὶ σὲ μένει τοῦτο τὸ τέλος. Ἀλλ' ὁ τελευτήσας σήπεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. Διὰ τοῦτο μὲν οὖν μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν καὶ ἀνοικοδομεῖ λαμπροτέραν. Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ βλεπομένῃ ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖ· μέλλων καταλύειν ἡμῶν τὸ σῶμα, τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινὸς, ἵνα λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος ταύτην δόξης εἰσαγάγῃ πάλιν. Καὶ γὰρ ὁ Ἀδὰμ ὅτε ἐπλάττετο, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· οὐ γὰρ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος ὁ Θεὸς, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν· διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, οἶδεν, ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. Εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρὸς, ἀλλὰ τὸν πρὸ αὐτοῦ ὁρᾷ εἰς χοῦν ἀναλυθέντα, καὶ δι' ὧν ὁρᾷ παιδεύεται. Οὐκ εἶδες θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; ἀπαγγέλλεται θάνατος, καὶ πάντων ἡ καρδία πτήσσει. Καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, τί γινόμεθα, καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὸν πλησίον ἕκαστος ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας, ὢ τῆςοἰκτρᾶς ἡμῶν ζωῆς· ἄρα τί γινόμεθα; καὶ ὅλως φθεγγόμεθα, καὶ ἁρπάζομεν καὶ μνησικακοῦμεν; Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντῃ τῇ κακίᾳ εὐθὺς ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τίνος ἕνεκεν, εἰπέ μοι, οὕτω δακρύεις τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς ἦν καὶ ἐπιεικής; καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ κακία ἀλλάξῃ τὴν σύνεσιν. Ἀλλὰ νέος ἦν; καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Καθάπερ γὰρ τοὺς ἐπὶ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι μετ' εὐφημίας, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς δεῖ προπέμπειν τῆς εὐφημίας. Οὐ γὰρ λέγω μὴ λυπεῖσθαι ἐπὶ τοῖς ἀπελθοῦσιν ὑμᾶς, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἂν γὰρ ἐννοήσωμεν ὅτι θνητὸς ὁ ἀπελθὼν ἦν, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀφείλετο, οὐ τὴν τυχοῦσαν παραμυθίαν ληψόμεθα. Τὸ γὰρ ἐν τούτοις ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; μὴ ἀλγεῖς, ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τροφῆς ζῇν; Οὕτω καὶ ἐπὶ τοῦ θανάτου· μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γεγονώς· ἅπαξ γὰρ τοῦτο ὡρίσθη καὶ νενομοθέτηται. Ἀλλ' ὅταν ὁ Θεὸς καλῇ καὶ βούληταί τι λαβεῖν παρ' ἡμῶν, μὴ κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν τὰ δεσποτικὰ νοσφιζώμεθα. Κἂν γὰρ χρήματα λάβῃ, κἂν τὴν τιμὴν καὶ δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχὴν, τὰ ἑαυτοῦ ἔλαβε· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Εἰ τοίνυν ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς τὰ ἐκείνου ἡμῶν; Εἰ γὰρ ἡ ψυχή σου οὐκ ἔστι σὴ, πῶς τὰ χρήματα σά; εἰ δὲ οὐκ ἔστι σὰ, πῶς εἰς οὐδὲν δέον ἀναλίσκεις τὰ μὴ σά; Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ· οὐ γὰρ ἀπὸ τῶν σαυτοῦ, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται ὁ Θεὸς εἶναι τὰ ὑπὲρ τῶν πενήτων ἐγχειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἐὰν εἰς αὐτοὺς ἀναλώσῃς· ἂν δὲ εἰς ἑαυτὸν ἀναλώσῃς, ἀλλότρια γέγονε τὰ σά. Οὐχ ὁρᾷς ὅτι ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων χεῖρες διακονοῦσι, καὶ στόμα λεαίνει, καὶ γαστὴρ δέχεται; μὴ λέγει ἡ γαστήρ· Ἐπειδὴ ἐδεξάμην, ὀφείλω τὸ πᾶν κατέχειν; καὶ ὀφθαλμὸς δὲ πάλιν ἐπειδὴ τὸ πᾶν δέχεται φῶς, μὴ διὰ τοῦτο αὐτὸ κατέχει μόνος, ἀλλ' οὐχὶ καὶ ὁλόκληρον φωτίζει τὸ σῶμα; καὶ οἱ πόδες ἐπειδὴ μόνοι βαδίζουσιν, ἆρα ἑαυτοὺς μετατιθέασι μόνον, ἀλλ' οὐχὶ καὶ ὅλον μετατιθέασι τὸ σῶμα; Καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τὴν ἀπὸ τῆς τέχνης ὠφέλειαν, οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπόλλυσι. Καὶ γὰρ οἱ πένητες εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἐβουλήθησαν. Ἀλλὰ παιδίον ἀπώλεσα, φησὶ, μονογενὲς, ἐν πλούτῳ πολλῷ τρεφόμενον, ἐλπίδας ὑποφαῖνονχρηστὰς, αὐτό μοι μέλλον διαδέχεσθαι τὴν κληρονομίαν. Καὶ τί τοῦτο; μὴ στενάξῃς, ἀλλ' εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξασον τὸν εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος ἔδωκε τῷ Θεῷ κελεύσαντι, οὕτω καὶ σὺ λαβόντος αὐτοῦ οὐκ ἐστέναξας. Εἰ γὰρ τελευτῶντα ἰδὼν τὸν υἱὸν εὐχαριστήσῃς τῷ φιλανθρώπῳ Θεῷ, οὐκ ἔλαττον λήψῃ μισθὸν τούτου τοῦ τὸν υἱὸν ἀγαγόντος καὶ καταθύσαντος· κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν ἅπαντας διεγείρῃς, μυρία ἄνωθεν καὶ κάτωθεν δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ στεφανοῦντος. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἐκεῖνον, φησὶ, παρ' οὗ πατὴρ οὐκέτι καλοῦμαι λοιπόν; Τί λέγεις; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω καὶ ἀσφαλέστερον ἔσχες. Οὐ γὰρ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου, ἀλλ' ἀθανάτου λοιπὸν κληθήσῃ πατήρ. Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόμιζε· οὐδὲ γὰρ, ἂν ἀποδημῶν ἐτύγχανεν, ἀπέστη ἄν σου καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς τὸν οὐρανόν. Ὅταν οὖν ἴδῃς τοὺς ὀφθαλμοὺς καθῃρημένους, καὶ τὸ στόμα συνῃρημένον, καὶ τὸ σῶμα ἀκίνητον, μὴ τοῦτο ἐννόει, ὅτι Τοῦτο μὲν τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν· ἀλλ' ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλμοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψομαι. Ἀναμνήσθητι τοῦ πατριάρχου Ἀβραὰμ, ὃς οὐκ εἶδε μὲν τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ' ὃ πολλῷ πικρότερον ἦν καὶ ὀδυνηρότερον, αὐτὸς αὐτὸν κατασφάξαι ἐπετάττετο· καὶ οὐκ ἀντεῖπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον· Διὰ τοῦτό με πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἐργάσῃ; βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα, τοιούτῳ τρόπῳ πάλιν αὐτὸν ἀφελέσθαι. Βούλει λαβεῖν; τίνος ἕνεκεν ἐμὲ κατασφάττειν κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ; οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου; πῶς οὖν τοὺς καρποὺς δίδως, τὴν ῥίζαν ἀναιρῶν; τίς ταῦτα εἶδε, τίς ταῦτα ἤκουσεν; ἠπάτημαι καὶ παρελογίσθην. Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἀντεῖπε τῷ κελεύοντι, οὐκ ἀπῄτησεν εὐθύνας· ἀλλ' ἀκούσας, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι. Καὶ γὰρ καὶ τὸ γύναιον ἀπέκρυψε, καὶ τοὺς παῖδας ἔλαθε, κάτω μένειν ἀφείς. Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διεθερμαίνετο, καὶ σφοδρότερον τὸ φίλτρον ἐγίνετο· ποῖος λόγος παραστῆσαι δυνήσεται; Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ τίνι τρόπῳ οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τῶν νευρῶν ὁ τόνος; πῶς οὐ συνέχεεναὐτὸν ἡ τοῦ ποθουμένου παιδίου ὄψις; Καὶ ἦν ὁμοῦ πατέρα ὁρᾷν καὶ ἱερέα γινόμενον τοῦτον, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρός. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαξε τῇ χειρὶ, ἀλλ' ἔσφαξε τῇ προθυμίᾳ· ὥστε παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παιδίων καὶ φύσεως καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τὰ προστάγματα τοῦ Θεοῦ προτιμᾷν χρή. Ἐννόει γάρ μοι τοῦ ἀνδρὸς τὸ γενναῖον, ὅτε τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι τὸν μονογενῆ, τὸν ἀγαπητὸν, τὸν παρ' ἐλπίδα πᾶσαν δεδομένον αὐτῷ, πόσους ἐπανισταμένους αὐτῷ εἶχε τοὺς λογισμούς· ἀλλ' ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι· καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' οὕτως εὐτάκτως εἱστήκεισαν, ὡς καὶ κοσμεῖν αὐτὸν μᾶλλον ἤπερ φοβεῖν. Καὶ θέα τὴν καρτερίαν· ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων αὐτῆς, καὶ αὐτὸς εἱστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν· καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἄρα τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸν ὁ βασιλεὺς ἀνηγόρευσε τὸν ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τοιούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν· ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ γὰρ φαύλων παίδων οὐκ ἂν εὐκόλως καταφρονήσειαν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ καὶ γνήσιος καὶ μονογενὴς καὶ ἀγαπητὸς, καὶ ὑπ' αὐτοῦ μέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴποι τὴν ὑπερβολὴν τῆς φιλοσοφίας; Ὢ δεξιᾶς μακαρίας, οἵας κατηξιώθη μαχαίρας! ὢ μαχαίρας θαυμαστῆς, οἵας κατηξιώθη δεξιᾶς! ὢ μαχαίρας θαυμαστῆς! εἰς ποίαν κατεσκευάσθη χρείαν, καὶ εἰς ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρετήσατο τύπῳ, πῶς ᾑμάχθη, πῶς οὐχ ᾑμάχθη; οὐ γὰρ οἶδα τί εἴπω, οὕτω φρικτὸν τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέρης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολογῶν. Καὶ γὰρ ἐξέστηκα τὸ θαῦμα ἐννοῶν τοῦ δικαίου, ἀλλ' οὐκ ἐναντιολογῶ. Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν αὐτὴν τῇ φάρυγγι τοῦ παιδὸς, ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν κατεῖχε μόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ ἀνέστελλε διὰ τῆς φωνῆς. Σκόπει δέ· εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· εἵλετο γὰρ μὴ κληθῆναι πατὴρ, ὥστε δοῦλος εὐγνώμων φανῆναι· καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς μετὰ τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὐτοῦ· καὶ μέχρι τῆς προθυμίας ἵστησι τὸ ἐπίταγμα. Καὶ μή μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ ξύλα ἐπέθηκεν, ἀλλ' ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦπαιδίου, καὶ λόγισαι ὅσαι νιφάδες ἐπῆλθον αὐτῷ λογισμῶν, φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος· Πάτερ, ποῦ τὸ πρόβατον; Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ, καὶ μὴ πατέρες ὄντες, τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα αὐτὸν ἀναιρεῖν; Ἀλλ' οὐδὲν τούτων τὸν ἀδάμαντα ἐκεῖνον περιέτρεψεν, οὐδὲ διέσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενόν σου πατέρα; τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιμήν; ἀλλὰ τί; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος, πατέρα, καὶ τέκνον, οὗτος, καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διηγείρετο, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Ἆρα οὐ διεθερμάνθητε πάντες; οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν; Καὶ γὰρ συμποδιζόμενος καὶ τοῖς ξύλοις ἐπιτιθέμενος οὐκ ἐξεπλήττετο, οὐκ ἀπεσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ καθάπερ τις ἀρνειός· μᾶλλον δὲ καθάπερ ὁ κοινὸς πάντων Δεσπότης, οὗ καὶ τὴν ἐπιείκειαν ἐμιμεῖτο, καὶ τὸν τύπον ἐφύλαττεν. Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ μή μοι λεγέτω τις, ὅτι οὐκ ἤλγει ὁ Ἀβραὰμ, οὐδὲ τὰ τῶν πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα, τὸ κεφάλαιον ἀποστερείτω τῶν ἐγκωμίων αὐτόν. Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους, συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν τὸν αὑτοῦ, τὸν γνήσιον, τὸν μονογενῆ, τὸν παρ' ἐλπίδα τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ τῷ γήρᾳ, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος· πῶς οὐ πάσης τιμωρίας χαλεπωτέραν θλῖψιν καὶ ἀλγηδόνα ὑπέμεινεν; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς, πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυχῆς; Καὶ γὰρ ἤκουσεν ὅτι Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ὦ τέκνον, καὶ οὐδὲν περιειργάσατο πλέον· ἑώρα τὸν πατέρα δεσμεύοντα αὐτὸν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν· εἶδε τὴν μάχαιραν κατ' αὐτοῦ φερομένην, καὶ οὐκ ἐταράχθη. Τί ταύτης εὐλαβέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν, ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ; Εἰ γὰρ ἐχθρὸν καὶ πολέμιον καταθύειν ἔμελλεν, εἰ γὰρ θηρίον ἦν, ἆρα ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Διὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ, ὅταν υἱὸν ἢ θυγατέρα ἀποβάλῃς, ἄνθρωπε, μὴ οὕτως ἀσχημόνως θρήνει καὶ κόπτε σεαυτὸν, ἀλλ' ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὔτε ἐδάκρυσεν, οὔτε πικρὸν ῥῆμα ἐξέβαλε. Καὶ ὁ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πολεμίων ἐστίν. Οὐδὲ γὰρ εἴ τινος εἰς βασίλεια ἀπενεχθέντος καὶ στεφανωθέντος ἔκοπτες σαυτὸν καὶ ἐθρήνεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν καὶ πολέμιον. Ἀλλ' οὐκ οἶδα ποῦ κεχώρηκε, φησί. Διὰ τί γὰρ οὐκ οἶδας, εἰπέ μοι; εἴτε γὰρ ὀρθῶς ἐβίου, εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. Διὰ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Δι' αὐτὸ μὲν οὖν τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν ὡς ἂν οἷόν τε ᾖ, οὐ δάκρυσιν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς τοῦτο ἐπινενόηται, οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν τελουμένων μυστηρίων βοᾷ, Ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας αὐτῶν ἐπιτελούντων, ἀλλὰ Πνεύματος ἁγίου διατάξει ταῦτα γίνεται. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων, γίνεταί τις αὐτοῖς παραμυθία; Μὴ τοίνυν τοὺς ἀποθνήσκοντας κλαίωμεν ἁπλῶς, ἀλλὰ τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας· τοὺς λαβόντας ἐξουσίαν ἀπολούσασθαι αὐτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας· τούτους κλαίωμεν, καὶ ἰδίᾳ καὶ κοινῇ πάντες, μὴ μίαν ἡμέραν μηδὲ δευτέραν, ἀλλὰ τὸν ἅπαντα βίον ἡμῶν, καὶ βοηθῶμεν αὐτοῖς κατὰ δύναμιν· ἐπινοήσωμεν αὐτοῖς τινα βοήθειαν, μικρὰν μὲν, βοηθῶμεν δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Εὐχόμενοι καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος, Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου. Εἰ δὲ μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐτοῦ, πόσον οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων· ἴσασιν αὐτοῖς κέρδος πολὺ γινόμενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ ὁλόκληρος ἑστήκῃ λαὸς, χεῖρας ἀνατείνοντες, πλήρωμα ἱερατικὸν, καὶ προκέηται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσομεν τὸν Θεὸν, ὑπὲρ τούτων παρακαλοῦντες; Ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν πίστει παρελθόντων· οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλ' ἀπεστέρηνται πάσης τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος. Ποίας δὴ ταύτης; Ἔνεστι πένησιν ὑπὲρ αὐτῶν διδόναι συνεχῶς, καὶ ποιεῖ τινα αὐτοῖς τὸ πρᾶγμα παραψυχήν. Ὥστε οὐ τὸ ἀποθανεῖν κακὸν, ἀλλὰ τὸ ἀποθανεῖν κακῶς. Βούλεσθε δὲ εἴπω πρὸς τὴν ὑμετέραν ἀγάπην, πόθεν δεδοίκαμεν θάνατον; Οὐκ ἔτρωσεν ἡμᾶς ὁ τῆς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πόθος· ἐπεὶ πάντων ἂν ὑπερείδομεν τῶν παρόντων. Ὁ γὰρ διαπαντὸς γέενναν δεδοικὼς, οὐδέποτε θάνατον φοβηθήσεται. Δότε μοι πρὸς ὑμᾶς εὐκαίρως εἰπεῖν νῦν, ἀδελφοὶ, Μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ προσωπεῖα μὲν δέδοικε, πῦρ δὲ οὐ δέδοικεν, ἀλλ' ἐὰν βασταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερισκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ καὶ τῇ φλογί· καὶ τὸ μὲν εὐκαταφρόνητον προσωπεῖον φρίττει, τὸ δὲ ἀληθῶς οὐ δέδοικε φοβερὸν πῦρ. Βούλει εἴπω καὶ ἑτέραν αἰτίαν δι' ἣν τὸν θάνατον δεδοίκαμεν; Οὐ ζῶμεν μετὰ ἀκριβείας, οὐδὲ ἔχομεν συνειδὸς ἀγαθόν· ὡς, εἰ τοῦτο ἦν, οὐδὲν ἡμᾶς ἂν ἐφόβησεν, οὐ θάνατος, οὐ ζημία χρημάτων, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Δός μοι τοίνυν θαῤῥῆσαι περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ, εἰ βούλει, σήμερόν με κατάσφαξον, καὶ χάριν εἴσομαί σοι τῆς σφαγῆς, ὅτι με ταχέως πρὸς ἐκεῖνα πέμπεις τὰ ἀγαθά. Ἀλλὰ τὸ ἀδίκως ἀποθανεῖν δέδοικα, φησί. Τί λέγεις, εἰπέ μοι; τὸ ἀδίκως ἀποθανεῖν δέδοικας; ἀλλὰ δικαίως ἐβούλου; καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς παρὸν ἀδίκως ἀποθανεῖν, δικαίως ἂν μᾶλλον ἕλοιτο; Εἰ γὰρ δεδοικέναι χρὴ θάνατον, τὸν δικαίως ἡμῖν ἐπιόντα δεδοικέναι χρή· ὡς ὅ γε ἀδίκως ἀποθανὼν, κατ' αὐτὸ τοῦτο κοινωνεῖ τοῖς ἁγίοις ἅπασιν. Οἱ γὰρ πλείους τῶν εὐαρεστησάντων τῷ Θεῷ, ἄδικον ὑπέστησαν τελευτήν· καὶ πρῶτος Ἄβελ. Οὐ γὰρ δὴ πλημμελήσας εἰς τὸν ἀδελφὸν, οὐδὲ λυπήσας τὸν Κάϊν, ἀλλ' ἐπειδὴ τὸν Θεὸν ἐτίμησε, διὰ τοῦτο ἐσφάγη. Ὁ δὲ Θεὸς συνεχώρησεν· ἆρα φιλῶν αὐτὸν ἢ μισῶν; εὔδηλον ὅτι φιλῶν, καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ ἀδικωτάτης ταύτης σφαγῆς. Ὁρᾷς ὅτι οὐ τὸ ἀδίκως ἀποθανεῖν χρὴ δεδοικέναι, ἀλλὰ τὸ ἐν ταῖς ἁμαρτίαις ἀποθανεῖν; Ὁ Ἄβελ ἀπέθανεν ἀδίκως· ὁ Κάϊν ἔζη στένων καὶ τρέμων. Τίς οὖν, εἰπέ μοι, μακαριώτερος ἦν; ὁ μετὰ δικαιοσύνης παυσάμενος, ἢ ὁ ἐν ἁμαρτίαις ζῶν; ὁ ἀδίκως ἀποθανὼν, ἢ ὁ δικαίως κολαζόμενος; Τί δὲ φόνου χαλεπώτερον, εἰπέ μοι; ἀλλ' ἐδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν τῷ τοῦτον ποιήσαντι· καὶ ὅπως ἄκουε. Οἱ Μαδιηναῖοί ποτε βουλόμενοι τὸν Θεὸν ἐκπολεμῶσαι τοῖς Ἰουδαίοις, καὶ ταύτῃ προσδοκῶντες αὐτῶν περιέσεσθαι, εἰ τῆς εὐνοίας αὐτοὺς ἀποστερήσειαν τοῦ Δεσπότου, κόρας καλλωπίσαντες, καὶ τῷ στρατοπέδῳ προστήσαντες, ἐδελέασαν αὐτοὺς, καὶ εἰς τὴν πορνείαν ἤγαγον. Τοῦτο ἰδὼν ὁ Φινεὲς, μεταχειρισάμενος ξίφος καὶ πορνεύοντας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησεν, οὐ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος. Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων ἐγίνετο· ἀπέκτεινε δύο καὶ ἔσωσε μυριάδας ἀπείρους. Καὶ καθάπερ ἰατροὶ τὰ σεσηπότα τῶν μελῶν ἐκτέμνοντες, ὁλόκληρον σώζουσι τὸ σῶμα· οὕτω κἀκεῖνος ἐποίησεν, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Μὴ τοίνυν τοὺς ἀποθνήσκοντας ἁπλῶς κλαίωμεν, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις ἀποθνήσκοντας· οὗτοι θρήνων ἄξιοι, οὗτοι κοπετῶν καὶ δακρύων. Ποία γὰρ ἐλπὶς, εἰπέ μοι, μετὰ ἁμαρτημάτων ἀπελθεῖν, ἔνθα οὐκ ἔστιν ἁμαρτήματα ἀποδύσασθαι; Ἕως μὲν γὰρ ἦσαν ἐνταῦθα, ἴσως ἦν προσδοκία πολλὴ, ὅτι μεταμελοῦνται, ὅτι βελτίους ἔσονται· ἂν δὲ ἀπέλθωσιν εἰς τὸν ᾅδην, ἔνθα οὐκ ἔστιν ἀπὸ μετανοίας κερδᾶναί τι, (Ἐν τῷ γὰρ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι;) πῶς οὖν οὐ θρήνων ἄξιοι; Κλαίωμεν οὖν τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω· κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττοντες, ἀλλὰ μᾶλλον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφέντες μικρόν· τοῦτο δὲ ἡμᾶς ὠφελεῖ. Ὁ γὰρ ἐκεῖνον πενθῶν οὕτω, πολλῷ μᾶλλον αὐτὸς σπουδάσει μηδέποτε τοῖς αὐτοῖς περιπεσεῖν. Πάλιν δὲ ὅταν ἴδῃς νεκρὸν ἐπ' ἀγορᾶς φερόμενον, παῖδας ὀρφανοὺς ἀκολουθοῦντας, χήραν γυναῖκα κατακοπτομένην, οἰκέτας ὀδυρομένους, φίλους κατηφιῶντας, λόγισαι τὸ οὐδαμινὸν τῶν παρόντων πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Σκόπει μοι τὰς τῶν μεγάλων καὶ περιφανῶν οἰκίας, καὶ νῦν εἰς ἔδαφος κατενεχθείσας· ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλειπται. Πολλοὶ γὰρ τύραννοι ἐκάθισαν ἐπ' ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Ἀλλ' οὐκ ἀρκεῖ ταῦτα; ἐννόησον καὶ πρὸ θανάτου ὅταν καθεύδῃς, τίνος ἄξιος εἶ· οὐχὶ καὶ τὸ μικρόν σε θηρίον ἀνελεῖν δυνήσεται; Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον, ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου παραίτιον γέγονε. Ταῦτα ἐννόει· καὶ μὴ τὸ τῆς ἀνθρωπίνης ὄψεως ἄνθος θαύμαζε, μηδὲ τὸν ἀνατεταμένον αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους· ἀλλὰ ποῦ τελευτᾷ ταῦτα πάντα, λογίζου. Ἐὰν δὲ τὰ φαινόμενα θαυμάζῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ τὰ πολλῷ τούτων λαμπρότερα. Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες, ὅτι πηλός ἐστι τὸ πᾶν, οὕτω δὴ μηδὲ ταῦτα· καὶ γὰρ καὶ ταῦτα πηλὸς, μᾶλλον δὲ καὶ πρὶν διαλυθῆναι καὶ γενέσθαι κόνιν. Δεῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον, πυρέττοντα, ψυχοῤῥαγοῦντα, καὶ τότε σοι διαλέξομαι καὶ ἐρήσομαι· Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ τῶν ἀκολουθούντων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς; οἱ τὰ σηρικὰ ἐνδεδυμένοι, καὶ μύρων πνέοντες, καὶ παρασίτους τρέφοντες, καὶ τῇ σκηνῇ προσηλωμένοι διαπαντός; ποῦ ἡ τῶν δείπνων ἐκείνων πολυτέλεια, τὸ τῶν μουσικῶν πλῆθος, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολὺς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός; Πάντα οἴχεται καὶ ἀπέπτη. Τί γέγονε τὸ τοσαύτης ἀπολαῦον θεραπείας καὶ καθαρότητος σῶμα; ἄπιθι πρὸς τὴν σορὸν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ τόπου τὸ εἰδεχθές· θέασαι καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκωλήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, καὶ τὰς κολάσεις τὰς πικρὰς καὶ ἀφορήτους ἐκείνας, τὰς εἰς ἀτελευτήτους αἰῶνας. Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσι· καὶ τῇ ποιότητι δὲ τοσοῦτον τῶν νῦν διενήνοχεν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν. Τί τοίνυν γέγονε ὁ πολὺς κόσμος ἐκεῖνος; ποῦ δὲ οἴχεται ἡ πολλὴ κολακεία καὶ ἡ θεραπεία τῶν δούλων, καὶ ἡ περιουσία τῶν χρημάτων καὶ τῶν κτημάτων; ποῖος ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάντα; Τί δὲ βούλεται ἡ περιττὴ αὕτη καὶ ἀνόνητος περὶ τὴν κηδείαν δαπάνη, πολλὴν μὲν φέρουσα τοῖς κηδεύουσι ζημίαν, τῷ δὲ ἀπελθόντι κέρδος οὐδέν; Ὅταν ἀκούσῃς, ὅτι γυμνὸς ὁ Δεσπότης ἀνέστη, παῦσαι τῆς περὶ τὴν κηδείαν μανίας. Οὐδὲ γὰρ εἰπὼν ὁ Χριστὸς ὅτι Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν, καὶ περιεβάλετε, προσέθετο ὅτι καὶ Τεθνεῶτα, καὶ ἐθάψατε· εἰ γὰρ ζῶντας κελεύει μηδὲν πλέον ἔχειν, ἀλλ' ἢ σκέπασμα, πολλῷ μᾶλλον τελευτήσαντας. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, ὅταν τὸ μὲνσῶμα εἰς ἰχῶρας καὶ σκώληκας δαπανώμενον καλλωπίζωμεν· τὸν δὲ Χριστὸν πεινῶντα, διψῶντα, γυμνὸν περιιόντα καὶ ξένον περιορῶμεν; Ἀλλὰ καὶ ἐπὶ τῆς κλίνης κείμενος, φησὶν, ὁ τεθνηκὼς, φέρει τοῦ τύφου καὶ τοῦ πλούτου τὰ σύμβολα· ἐσθῆτος λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων. Μάλιστα μὲν καὶ ταῦτα κατάγελως· πλὴν ἀλλὰ καὶ ταῦτα εὐθέως ὥσπερ ἄνθος διαῤῥέον ἐλέγχεται. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶμεν τῶν τῆς πόλεως πυλῶν, καὶ τοῖς σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, Ποῦ πορεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες, ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; Τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ στόματα τὰ πολλὰ ἐκεῖνα; τὰ κραυγάζοντα καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς ἀθάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ μὴ ἀκούοντι, ἀλλ' ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε μικρὸν παραλλάξαντας ἔδει λέγειν· Οὐ δεῖ θαῤῥεῖν· οὐδεὶς ἀθάνατος. Εἰ μέν τίς σοι κατεσκεύασεν οἰκίας, ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας πολλάκις μέλλεις ἀποδημεῖν. Ἐπίσχες τῆς μανίας, σβέσον τὴν ἐπιθυμίαν. Τὸ δὲ, Θάρσει, τῷ ἀδικουμένῳ. Ἀλλ' εἰ καὶ ἐκείνῳ ταῦτα ἀνόνητα λοιπὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ ἐκείνῳ νοσοῦντες, καὶ ἐπὶ τὸ σῆμα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονιζέσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἄξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἐνταῦθα κακῶς ἐπλημμέλησαν. Ἵνα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ ἐκείνοις πεισώμεθα, μεταβαλέσθαι καὶ γενέσθαι βελτίους σπουδάσωμεν, ὅση δύναμις, ὅπως καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΛΒ. Περὶ ἀνδρείας καὶ ἰσχύος. Δειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἀμαθία ποιεῖ, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖόν ποτε νῦν δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γενομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι· ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ, πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς, ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος, κορασίου μὴ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρεμᾶτο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα. Οὔτε τοίνυν παραιτεῖσθαι δεῖ τοὺς ἀγῶνας, οὔτε πρὸς τούτους ἐπιπηδᾷν· οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμπροτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως ἑστάναι, μὴ καλουμένους δὲ ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Τὸ μὲν γὰρ ἁπλῶς παῤῥησιάζεσθαι καὶ τῶν τυχόντων πολλάκις ἐστί· τὸ δὲ εἰς τὸ δέον καὶ ἐν καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοττούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἀνδρεῖος γὰρ ἐκεῖνος μόνος ἐστὶ, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲ αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Βούλει τοίνυν μαθεῖν, ὡς οὐδὲν ἰσχυρότερον τοῦ πεφραγμένου τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ; Ὁ Δαυῒδ νέος ὢν κομιδῇ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ὑπὸ τοῦ πατρὸς ἀποστέλλεται ἐπισκέψασθαι τοὺς ἀδελφούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα, τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτηχότα μετὰ τοῦ βασιλέως, τέως θεατὴς ἐβούλετο γενέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο, καί φησι, Τίς ἐστιν ὁ ἀλλόφυλος οὗτος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; καὶ τί ἔσται τῷ ἀνθρώπῳ τῷ τὴν τούτου κεφαλὴν ἐκτεμόντι; Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον, τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν, ἐξευτέλισεν. Εἶτα μαθὼν παρ' αὐτοῦ ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις, τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος, οὐδὲ ταῦτα ἐνεγκεῖν ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα δειχθῇ γυμνὴ ἡ τοῦ Θεοῦ δύναμις ἡ δι' αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ τὴν κάδον τὴν ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σαρκικὸν πύργον ἐξῄει. Ἀλλ' ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν ἐξευτελίζοντα τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντικῆς πρὸς αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπιφερόμενον, μονονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλαι προβάτοις ἐφιστάναι καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο, καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων αὐτῶν ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος, ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ' ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων πεποιθὼς, ἥπτετο τῆς μάχης· ὁ δὲ τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτὸν, πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατήνεγκεν, εἰπὼν πρὸς αὐτόν· Σὺ ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ δυνάμει νομίζεις περιγενέσθαι, ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμαντικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ. οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, καὶ παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας, τὸν ἀλλόφυλον κατέβαλε, καὶ σπεύσας καὶ ἀφελόμενος αὐτοῦ τὸ ξίφος, δι' ἐκείνου τὴν κεφαλὴν αὐτοῦ τεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι' ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρετο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα· τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμαντικῆς πλέον εἰδότος οὐδέν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν συμμαχίαν εἶχε συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ὑψηλὸν μὲν οὖν ἐστι καὶ παράδοξον τὸ μηδὲ δέχεσθαι τὴν ἐπιθυμίαν ἐγγινομένην ἡμῖν, ἀλλ' ἀποσοβοῦντας σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν, καὶ διαπαντὸς κατέχομεν· ἂν γὰρ παλαίοντες ἐξέλθωμεν, νενικήκαμεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐκ ἐνίκησας· ἐνταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενίκηκας καὶ κατέβαλες· καὶ εἰκότως. Ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης σπουδάζει· ὅταν οὖν αὐτὸν ἀφέλωμαι τοῦτο, ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα. Οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν ἐπείγεται· καὶ ἡ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ συναπολέσθαι ἐστίν. Εἰ δὲ καὶ βληθείης πολλάκις, μηδὲ οὕτως ἀποστῇς· τῶν γὰρ μὴ μαχομένων ἐστὶ τὸ μὴ τιτρώσκεσθαι· τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας, ἔστι καὶ βληθῆναί ποτε. Καὶ οὐκ ἄν τις στρατιώτην ἰδὼν ἐπανήκοντα μετὰ τραύματος ἀπὸ πολέμου ὀνειδίσειεν· ὄνειδος γὰρ ὅπλα ῥῖψαι καὶ τῶν πολεμίων ἔξω γενέσθαι. Ἕως ἂν ἑστήκῃ τις μαχόμενος, κἂν βάλληται, κἂν ὑποχωρῇ πρὸς βραχὺ, οὐδεὶς οὕτως ἀγνώμων, οὐδὲ τῶν πολεμικῶν ἄπειρος, ὡς ἐγκαλέσαι τούτῳ ποτέ. Ὅταν γάρ τις ἑαυτὸν ἀδικῆσαι μὴ βουληθῇ, ἕτερος τοῦτον οὐκ ἰσχύσει ποτέ. Καὶ γὰρ τὰς ἰσχυρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων ἀπονητὶ παρέδωκε τοῖς ἐχθροῖς. Ἂν τοίνυν μηδείς σε τῶν ἔνδον προδοίη λογισμῶν, κἂν μυρία προσάγῃ μηχανήματα ὁ πονηρὸς, προσάξει μάτην. Τί γὰρ ἂν περὶ τῆς τῶν Μακκαβαίων μητρὸς εἴποιμεν τῆς γενναίας ἐκείνης; οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκε παῖδας τῷ χορῷ τῶν ἁγίων; οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα; βασανιζομένων γὰρ ἐκείνων, αὕτη τὴν πληγὴν ἐδέχετο· μήτηρ γὰρ ἦν. Ἐννόησον πῶς αὐτοὺς ἤλειψε, πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν. Εἰστήκει ὁ τύραννος, καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει, καὶ αὕτη τῇ προθυμίᾳ περιεγένετο· ἐκεῖνος κάμινον ἀνῆψε, καὶ αὕτη τὴν τοῦ πνεύματος ἐπὶ πλεῖον ἐξέκαιεν· ἐκεῖνος στρατόπεδον ἐκίνει, καὶ αὕτη πρὸς ἀγγέλους μεθωρμίζετο. Ἑώρα κάτω τὸν τύραννον, καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους, καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα· ἑώρα τὴν παροῦσαν κόλασιν, καὶ τὴν μέλλουσαν ἐνενόει ἀθανασίαν. Τί δὲ ὁ Ἡσαῦ; οὐχὶ μείζων ἦν τοῦ Ἰακώβ; οὐχὶ πρωτότοκος; οὐχὶ ἀγαπητὸς τῷ πατρί; ἀλλὰ προδοὺς ἑαυτὸν διὰ τῆς ἁμαρτίας, καὶ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τῷ ἐλάσσονι δουλεύεινκαταδικάζεται. Εἶπε γὰρ, φησὶ, Κύριος τῇ Ῥεβέκκα διὰ τοῦ ἱερέως· Δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαὸν ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενέσθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προεφώνουν ἅπαντα μετὰ ἀκριβείας. Καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ οὐχ ὅτι μόνον δύο τέξεται παῖδας, ἀλλ' ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε λοιπὸν ἤγγισεν ὁ καιρὸς τοῦ τόκου, ἐξῆλθε, φησὶν, ὁ πρωτότοκος πυῤῥάκης, ὡσεὶ δορὰ δασύς· καὶ μετὰ ταῦτα ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης αὐτοῦ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ προοιμίων δεικνύντος τοῦ Θεοῦ, ὅτι περιέσται κατὰ τὰ ῥηθέντα ὁ ἐλάττων τοῦ μείζονος. Κατεῖχε γὰρ, φησὶ, τῇ χειρὶ τὴν πτέρναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζομένου τὸν ἰσχυρὸν εἶναι δοκοῦντα. Ἀλλὰ καιροῦ καλοῦντος, ἐπὶ τὸν μακαριώτατον Παῦλον ἤδη τρέψω τὸν λόγον. Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι. Μηδεὶς οὖν ἀποκνήσῃ πρὸς τὴν ἐγχείρησιν. Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο· οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν; Ἐπεὶ δὲ καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων καὶ ταραττόντων ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων· ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον ἤγαγεν· οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον ἐσκίρτων, οὐκ ἐπειδὴ δεδεμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον ἐθεάσαντο, ἀλλ' ἐπειδὴ ἐλογίζοντο, ὅσους ἔμελλεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος· οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξάγειν. Διὰ τοῦτο κἀγὼ πάντας ἀφεὶς τοὺς ἄλλους, εἰς Παῦλον ἅλλεσθαι σπεύδω· Παῦλος γὰρ καὶ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Τί γὰρ τῶν σπλάγχνων τούτου θερμότερον, ὃς πανταχοῦ τῆς οἰκουμένης περιέτρεχε συρόμενος, λιθαζόμενος, δεσμούμενος, ἵνα τοὺς δεδεμένους λύσῃ, καὶ πρὸς ἑαυτὸν μεταστήσῃ; Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων πρὸς ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων εἰς ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος, καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλονδὲ καθ' ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις· καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐμπίπτουσαι τοὺς μὲν δαίμονας ἤλαυνον, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγον. Ὅτε γὰρ τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ, πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος, οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγίνετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον. Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζόμενος. Θαυμάζεται Δαυῒδ τὸν Γολιὰθ καταφέρων ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματά τις ἐξετάσειε, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον τούτου κἀκείνου τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων, τὸν νοητὸν Γολιὰθ κατέφερεν, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν κατέλυε τοῦ διαβόλου τὴν φάλαγγα. Καὶ καθάπερ λέων βρυχώμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιὼν, καὶ πανταχοῦ μετεπήδα συνεχῶς· ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ' ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους· ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν τὴν οἰκουμένην ἅπασαν κυβερνῶν· καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν, ἑνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ πάντας τροπούμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη. Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Καὶ καθάπερ στρατιώτης εἰς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάττης φαινόμενος, ἀχείρωτος ἔμενε· καὶ ὥσπερ σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτοςἅπασιν ἐπιὼν, πάντας μεθιστᾷ πρὸς τὴν ἀλήθειαν. Τί γὰρ τοῦ Νέρωνος ἐνδοξότερον, εἰπέ μοι, κατὰ τὴν τοῦ κόσμου δόξαν, ἢ τί ὑψηλότερον; τί δὲ Παύλου εὐτελέστερον, ἢ ἀτιμότερον; Ὁ μὲν γὰρ τύραννος ἦν πολλὰ κατωρθωκὼς, πλεῖστα τρόπαια στήσας, πλοῦτον ἔχων ἐπιῤῥέοντα πανταχόθεν, στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουμένης μέρος ὑποτεταγμένον ἔχων, τὴν βασιλίδα πόλιν ὑποκειμένην ἔχων, τὴν σύγκλητον ἅπασαν ὑποκύπτουσαν, ὃς καὶ ἐν τοῖς βασιλείοις αὐτοῖς μετὰ λαμπροῦ προῄει τοῦ σχήματος· καὶ, εἴτε ὁπλίζεσθαι ἔδει, ἐν χρυσοῖς καὶ λίθοις τιμίοις ὁπλιζόμενος ἐξῄει, εἴτε ἐν εἰρήνῃ προϊέναι, ἁλουργίδα περικείμενος· καὶ πολλοὺς ἀεὶ τοὺς δορυφόρους, πολλοὺς τοὺς ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ οὐδὲν ἐνέλιπεν ὅλως τῶν εἰς δόξαν, ἀλλὰ καὶ σοφοὶ καὶ δυνάσται καὶ βασιλεῖς αὐτὸν ἔτρεμον καὶ ἐδεδοίκεσαν. Καὶ ἄλλως γὰρ ὠμός τις καὶ ἰταμὸς εἶναι ἐλέγετο οὗτος, καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Ἀλλ' ἀντεξετάσωμεν αὐτῷ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄνθρωπος ἦν, σκυτοτόμος, πένης, τῆς ἔξωθεν παιδείας ἄπειρος, Ἑβραϊστὶ μόνον εἰδὼς, γλῶσσαν διασυρομένην παρὰ πολλῶν· ἄνθρωπος πολλάκις ἐν λιμῷ ζήσας καὶ κοιμηθεὶς πεινῶν· ἄνθρωπος γυμνὸς οὐδὲν ἔχων περιβαλέσθαι· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἐν δεσμοῖς μετὰ λῃστῶν, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων βαλλόμενος, αὐτοῦ ἐκείνου κελεύσει τοῦ Νέρωνος, καὶ ὡς κακοῦργος μαστιζόμενος. Τίς οὖν ἀρτίως λαμπρότερος; οὐχὶ ἐκείνου μὲν οὐδ' ὄνομα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ' ἑκάστην ᾄδουσι τὴν ἡμέραν; τίς δὲ καὶ σεμνότερος, ὁ ἐν δεσμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος, ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήμενος καὶ βαλλόμενος; ὁ ἐπιτάττων καὶ καταφρονούμενος, ἢ ὁ ἐπιταττόμενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγενόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, πάντως ὁ Παῦλός ἐστιν ἐνδοξότερος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλ' ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν; ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. Διὰ τοῦτο φαιδροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, ἐπειδὴ φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτός. Καὶ οὗτος μὲν ὁ ἥλιος παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστηνἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι· καὶὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτουνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ' ἑκάστην ᾄδουσι τὴν ἡμέραν; τίς δὲ καὶ σεμνότερος, ὁ ἐν δεσμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος, ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήμενος καὶ βαλλόμενος; ὁ ἐπιτάττων καὶ καταφρονούμενος, ἢ ὁ ἐπιταττόμενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγενόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, πάντως ὁ Παῦλός ἐστιν ἐνδοξότερος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλ' ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν; ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. Διὰ τοῦτο φαιδροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, ἐπειδὴ φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτός. Καὶ οὗτος μὲν ὁ ἥλιος παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστηνἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι· καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἀφορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον· καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, Παύλου τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδειξαμένου, τοῦ τῆς αὐτῆς ἡμῖν κοινωνοῦντος φύσεως, τοῦ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένου, τοῦ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγονότος, καὶ καθ' ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκομένου, σπαραττομένου, καὶ δημοσίᾳ συρομένου ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων; Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον. Οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μὴ ἁπλῶς ἄνευ ἀνάγκης, μηδενὸς καταναγκάζοντος, τὰ ὑφ' ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ; σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Ἐπὶ τούτοις, φησὶ, μέγα φρονοῦσι; μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε· Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Θέα μοι ἐνταῦθα τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον ὑπ' αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις· ἀλλ' ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνοις ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν παραφροσύνην καλεῖ τὸ παρ' αὐτοῦ λεγόμενον· μονονουχὶ λέγων· Μὴ γὰρ οὐκ οἶδα ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς παριστάμενον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ' ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς, οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν, ἀλλ' εἰπὼν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορθώματα, καί φησιν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. Ὅρα πάλιν ἄλλο πέλαγος ἡμῖν πειρασμῶν παρανοιγόμενον· εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ πάλιν ἡμᾶς διδάσκει τὰς ἐπισυστάσεις καὶ τὰς συστροφὰς, ἃς ὑπέμεινεν, οὕτω λέγων· Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Ἰδοὺ πάλιν καὶ τοῦτο ἱκανὸν κατόρθωμα, εἰ καὶ μόνον τυγχάνει, εἰς αὐτὴν αὐτὸν ἀνάγων τὴν κορυφὴν τῆς ἀρετῆς. Ἡ μέριμνα, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν· οὐχὶ μιᾶς καὶ δύο καὶ τριῶν, ἀλλὰ πασῶν τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην ὅσην ὁ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιείς· τοσαύτην ὁ μακάριος οὗτος εἶχε τὴν μέριμναν καὶ τὴν φροντίδα. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα, ὡς εἰπεῖν, τὰ εἰρημένα ἀποκρύπτει· Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία; πόση ἡ ἀγρυπνία; πόση ἡ μέριμνα; ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο; Σκόπει γάρ μοι λέξεως ἔμφασιν. Οὐκ εἶπε, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι· ἀλλὰ, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι, φησί· τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον αὐτὸν καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόντων. Οἶδα ὅτι εἰς πολὺ μῆκος τὸν λόγον ἐξέτεινα, ἀλλ' οὐκ οἶδ' ὅπως ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης τινὸς ὑδάτων σφοδροτάτων, οὕτω τὴν γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.