Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae ad Olympiadem
John ChrysostomOlym 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ὅσῳ τὰ τῶν πειρασμῶν ἐπιτείνεται, τοσούτῳ καὶ τὰ τῆς παρακλήσεως ἡμῖν αὔξεται καὶ χρηστοτέρας ἔχομεν περὶ τῶν μελλόντων τὰς ἐλπίδας· καὶ νῦν δὲ κατὰ ῥοῦν ἡμῖν ἅπαντα φέρεται καὶ ἐξ οὐρίας πλέομεν. Τίς εἶδεν; Τίς ἤκουσεν; Ὕφαλοι καὶ σπιλάδες, στρόβιλοι καὶ καταιγίδες καταρρήγνυνται· νὺξ ἀσέληνος, ζόφος βαθύς, κρημνοὶ καὶ σκόπελοι· καὶ διὰ τοιούτου πλέοντες πελάγους τῶν ἐν λιμένι σαλευόντων οὐδὲν χεῖρον διακείμεθα. Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη, δέσποινά μου θεοφιλεστάτη, ὑψηλοτέρα γίνου τῶν θορύβων τούτων καὶ τῶν κλυδώνων καὶ δηλῶσαί μοι καταξίωσον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς· ἡμεῖς γὰρ ἐν ὑγιείᾳ καὶ ἐν εὐθυμίᾳ διάγομεν. Καὶ γὰρ καὶ τὸ σῶμα ἡμῖν ἐρρωμενέστερον γέγονε καὶ καθαρὸν ἀναπνέομεν ἀέρα, οἵ τε συναποδημοῦντες ἡμῖν ἐπαρχικοὶ οὕτω θεραπεύουσιν ὅτι οὐδὲ οἰκετῶν ἡμᾶς ἀφιᾶσι δεῖσθαι τὰ οἰκετῶν ποιοῦντες– καὶ γὰρ ἥρπασαν τὸ ἐπίταγμα τοῦτο διὰ τὸν περὶ ἡμᾶς ἔρωτα– καὶ δορυφορίαι πανταχοῦ, ἑκάστου αὐτοὺς μακαρίζοντος διὰ τὴν διακονίαν ταύτην. Ἕν ἐστιν ἡμᾶς τὸ λυποῦν τὸ μὴ θαρρεῖν ὅτι καὶ αὐτὴ ἐν εὐθυμίᾳ διάγεις. Δήλωσον δὴ τοῦτο, ἵνα καὶ τῆς ἐντεῦθεν ἀπολαύσωμεν εὐφροσύνης καὶ τῷ κυρίῳ μου δὲ τῷ ποθεινοτάτῳ τέκνῳ ἡμῶν Περγαμίῳ πολλὰς χάριτας εἰσώμεθα. Κἂν ἐθέλῃς ἡμῖν ἐπιστέλλειν, αὐτῷ πρὸς τοῦτο χρῆσαι, γνησίῳ τε ὄντι καὶ σφόδρα ἡμῖν ἀνακειμένῳ καὶ πάνυ αἰδουμένῳ τὴν κοσμιότητά σου καὶ τὴν εὐλάβειαν.

Intertext edge

Open linked passage

Note