Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae ad Olympiadem
John ChrysostomOlym 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἀλλὰ καὶ τοῦτό σοι λελύσθω τὸ δέος τὸ τῆς ὁδοιπορίας τῆς ἡμετέρας. Καὶ γάρ, ὅπερ ἔφθην ἐπιστείλας, τὸ σῶμα ἡμῖν εἰς ὑγίειαν καὶ πλείονα ῥῶσιν ἐπέδωκε, τοῦ τε ἀέρος καλῶς ἡμῖν κεχρημένου, τῶν τε ἀπαγόντων ἡμᾶς πᾶσαν ποιουμένων σπουδήν, ὑπὲρ ὃ βουλόμεθα, ἀναπαύειν ἡμᾶς καὶ ἔργον τοῦτο ποιουμένων. Μέλλων δὲ ἀπὸ τῆς Νικαίας ἐξιέναι ταύτην διεπεμψάμην τὴν ἐπιστολήν, τρίτῃ μηνὸς τοῦ Ἰουλίου. Γράφε οὖν ἡμῖν συνεχῶς περὶ τῆς ὑγιείας τῆς σῆς. Διακονήσεται γάρ σοι πρὸς τοῦτο ὁ δεσπότης μου Περγάμιος ᾧ σφόδρα τεθάρρηκα. Μὴ περὶ τῆς ὑγιείας μόνον ἡμῖν δήλου τῆς σῆς, ἀλλὰ καὶ περὶ τοῦ ἐσκεδάσθαι σοι τῆς ἀθυμίας τὸ νέφος. Εἰ γὰρ μάθοιμεν διὰ τῶν γραμμάτων τῶν σῶν τοῦτο, καὶ συνεχέστερον ἐπιστελοῦμεν, ὡς ἀνύοντές τι πλέον δι' ὧν γράφομεν. Εἰ τοίνυν ἐπιθυμεῖς πυκνότητος ἀπολαύειν ἐπιστολῶν, δήλου σαφῶς ἡμῖν ὅτι γίνεταί τι πλέον ἀπὸ τῆς πυκνότητος καὶ ὄψει μετὰ δαψιλείας τοῦτο παρέχοντας. Ἐπεὶ καὶ νῦν, πολλῶν παρελθόντων ἐντεῦθεν τῶν δυναμένων γράμματα κομίσαι, μὴ δεξάμενος παρὰ τῆς σῆς τιμιότητος ἐπιστολὴν σφόδρα ἤλγησα.

Intertext edge

Open linked passage

Note