Epitimia lxxiii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Epitimia lxxiii Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Ὁ ἑκουσίως φονεύσας ἔστω ἀκοινώτητος ἔτη ʹ· ποιῶν δὲ καθ' ἑκάστην ἡμέραν μετανοίας νʹ, τὸ «Κύριε ἐλέησον» σὺν τῷ «Ὁ Θεὸς, ἱλάσθητί μοι» ρνʹ, ἀπεχόμενος κρέατος, τυροῦ καὶ ὠοῦ, τὰς δὲ τετράδας καὶ παρασκευὰς ἀπεχόμενος ἐλαίου καὶ ὀψαρίου καὶ οἴνου· εἰ δυνατὸν, καὶ ξηροφαγείτω. 2 Ὁ ἀκουσίως φονεὺς ἐπιτιμάσθω ἔτη γʹ. 3 Ὁ μοιχὸς ἔστω ἀκοινώτητος ἔτη εʹ, ποιῶν μετανοίας καθ' ἡμέραν ρʹ· ἐὰν δὲ μετὰ δακρύων καὶ ταπεινώσεως δουλεύσῃ, καὶ ἐν τρία ἔτη κοινωνείτω. 4 Ὁ πεσὼν εἰς τὴν ἑαυτοῦ συντέκνισσαν, ἐπιτιμάσθω ἔτη ζʹ, ποιῶν καθ' ἡμέραν μετανοίας ʹ, τὸ «Κύριε ἐλέησον» τʹ, καὶ ξηροφαγῶν. 5 Ὁ μοιχεύσας τοῦ ἀδελφοποιητοῦ αὐτοῦ τὴν γυναῖκα, ἔστω ἀκοινώνητος ἔτη ηʹ, μετανοίας ρʹ, «Κύριε ἐλέησον» ρʹ. 6 Ἐὰν ὑπάγωσι πατὴρ καὶ υἱὸς εἰς μίαν γυναῖκα, ὁ μὲν πρῶτος ἐπιτίμιον τοῦ πόρνου λαμβάνει, ἤγουν γʹ· ὁ δὲ δεύτερος ἔστω ἀκοινώνητος ἔτη ιβʹ, καθ' ἑκάστην μετανοίας τʹ. 7 Ὁ κλέπτης καὶ ὁ ἱερόσυλος ἔστω ἀκοινώνητος ἔτη γʹ, μετανοίας ρʹ· 8 Ὁ βλασφημῶν ἀδίκως τὴν τοῦ Καῒν μερίδα καταδικάζεται, καὶ ἔστω ἀκοινώνητος μῆνας ἓξ, μετανοίας ρʹ. 9 Ὁ ὀμνύων ἀκαίρως εἰς τὴν αὐτοῦ συντυχίαν ψευδῆ, ἀφοριζέσθω τῆς ἐκκλησίας ἡμέρας ιβʹ, καὶ ξηροφαγείτω. 10 Ὁ σταυροπάτης ἀφοριζέσθω ἔτη γʹ, μετανοίας ρʹ.