Epitimia lxxiii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Γυνὴ ἡ ἀμελήσασα βρέφου ἐν τῇ κοιλίᾳ αὑτῆς, καὶ ἀποβαλλομένη αὐτὸ, ἐπιτιμάσθω ἔτη γʹ ἢ δύο, ἀκοινώνητος, μετανοίας ʹ. 22 Εἴ τις οὐ καταδέχεται παρ' ἑτέρου νίψασθαι τοὺς πόδας, ἀνάθεμα ἔστω. 23 Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ μοναχὸς οὐ δέχεται τὸν πρὸς αὐτὸν ἐλθόντα ἁμαρτωλὸν εἰς ἐξομολόγησιν, ἐχθρὸς τοῦ Θεοῦ ὑπάρχει, καὶ τὸν Χριστὸν λυπεῖ τὸν εἰπόντα· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν,» καί· «Ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι.» 24 Εἴ τις μεταλάβῃ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τότε λουσθῇ, ἐπικατάρατος ἔστω. 25 Εἴ τις ἐν ὀνείροις πορνεύσας καὶ τῷ πρωῒ κοινωνήσας, ἀνάθεμα ἔστῳ. 26 Εἴ τις λέγει τῷ ἀδελφῷ αὐτοῦ μωρῷ, ἐπικατάρατος ἔστω, καθὼς εἶπεν ὁ Κύριος. 27 Εἴ τις συντυχεῖ ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. 28 Εἴ τις φάρμακα καὶ ἀστρονομίας διὰ κλοπῆς πραγμάτων προσφέρει, ἢ ἄλλο τί ποτε ἐρωτᾷ, ἀνάθεμα ἔστω. 29 Εἴ τις φαγεῖ αἷμα κτήνους, ἐπικατάρατος ἔστω. 30 Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος τόκους ἀπαιτῶν παρὰ δανειστῶν, ἀνάθεμα.