Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Jeremiam
John ChrysostomJere 14 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας. Εἶπε μυρία, ἠπείλησεν, οὐκ ἐπίστευσαν διὰ εἰκόνων, ὡς τοῦ περιζώματος, ὡς τῆς ῥάβδου τῆς καρυΐνης, καὶ τῶν λοιπῶν. Ἄρχεται λοιπὸν τῶν τιμωριῶν. Ἐπένθησεν ἡ Ἰουδαία. Οὐκ εἶπεν, ἡ ἀγορὰ, ἀλλ' αἱ πύλαι, οὐδενὸς ὄντος τοῦ ἐξιόντος, ὃ μέγιστον ἐρημίας τεκμήριον. Καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη. Τὸν Θεὸν ἐπεκαλοῦντο· ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ. Ὅρα τὴν τιμωρίαν πάντων ἁπτομένην· οὐ γὰρ δὴ λιμὸς ἐγένετο μόνον, ἀλλὰ καὶ αὐχμός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν σιτίων ἀποκειμένων τὴν προσδοκίαν, ἀλλὰ μὴ τὴν πεῖραν εἶναι τοῦ λιμοῦ, τῇ τοῦ ὕδατος σπάνει προκατέλαβεν αὐτῶν τὴν διάνοιαν. Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ. Ἐπειδὴ γὰρ τοῦ ὕδατος ῥέοντος τοῦ πνευματικοῦ ταῖς διδασκαλίαις οὐ προσεῖχον, ἀπὸ τούτων αὐτοὺς σωφρονίζει, ὥστε μὴ εἰς πεῖραν ἐλθεῖν τῶν δεινῶν. Εἶτα λέγει καὶ τὴν τῶν ἀλόγων ἀνάγκην. Ἠσχύνθησαν οἱ γεωργοί. Εἰκότως. Τίνος ἕνεκεν ᾐσχύνθησαν, εἰπέ μοι; Μὴ γὰρ παρὰ τὴν αὐτῶν αἰτίαν; μὴ γὰρ τῆς αὐτῶν ῥᾳθυμίας ἴσ. μὴ γὰρ παρὰ τὴν αὐτῶν ῥᾳθυμίαν; τῆς ἄνωθεν ῥοπῆς γέγονε τὸ πρᾶγμα. Τίνος οὖν ἕνεκεν ᾐσχύνθησαν; ὅτι αὐτοὶ αἴτιοι διὰ τὰ ἁμαρτήματα αὐτῶν· τοῖς γὰρ ἁμαρτάνουσιν, οὐδεμιᾶς ἐλάττων τιμωρίας πρόσεστιν ἡ αἰσχύνη. Καὶ τὸ ἐν αὐτῷ ἴσ. δι' αὐτὸ κολάζεσθαι. Καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον. Τίνος ἕνεκεν τὰ ἄλογα κολάζεται; διὰ τοὺς ἀνθρώπους, εἰς διόρθωσιν τούτων, ἐπειδὴ καὶ δι' αὐτοὺς γέγονεν. Ὄναγροι ἔστησαν ἐπὶ νάπας. Ἰστέον, ὅτι τὰ ἐρημότερα οὗτοι νέμονται. Τί ἐστιν, εἵλκυσαν ἄνεμον; τὸν ἀπὸ τοῦ δίψους παραμυθούμενοι καύσωνα. Εἶδες ὀργὴν Δεσπότου; εἶδες φιλανθρωπίαν ὁμοῦ μετὰ ὀργῆς; φείδεται τῶν παίδων, καὶ εἰς τοὺς δούλους τὴν ὀργὴν ἀφίησιν, ἵνα κἂν οὕτω σωφρονισθῶσιν. Ἅτε γὰρ ἀπρονόητα ὄντα ταῦτα τὰ ζῶα, αἰσθάνεται πρῶτα τοῦ λιμοῦ. Καὶ οὐ λέγει τὰ ἥμερα ζῶα βοῦς καὶ πρόβατα, ἀλλὰ τὰ ἄγρια δεικνὺς τὴν ἐπίτασιν· διότι δι' αὐτοὺς καὶ ταῦτα γεγένηται, εἰ καὶ μὴ εἰς χρῆσιν, ἀλλ' εἰς θεογνωσίαν.* Ὄναγροι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον, ὡς δράκων. Ἄγριον, τὸ ζῷον ὁ ὄναγρος, καὶ ἐπιβαίνων πεδιάσιν, καὶ διαφθείρων καρπούς. Λέγει τοίνυν, ὅτι ἐκ τῆς ἀβροχίας εἰς ἀσθένειαν ἦλθε καὶ τοῦτο τὸ ζῶον. Τὸ δὲ, Εἵλκυσαν ἄνεμον ὡς δράκων, ὁ Ἑβραῖός τινα τοιαύτην τὴν ἔννοιαν ἔχει· Εἵλκυσαν ἄνεμον ὡς ζῶον ὑπ' ἀνέμου συλλαμβάνον. Φασὶ δὲ τοιαύτην εἶναι τὴν σφίγγα. Ὥσπερ γὰρ ἐκείνη ἥδεται τῇ τοῦ ἀνέμου προσβολῇ ὡς ἐν συνουσίᾳ γιγνομένη, οὕτω, φησὶ, καὶ οἱ ὄναγροι πρὸς τὸν ἄνεμον εἱστήκεισαν ὑπὸ τῆς ἐνδείας παραμυθίαν ἔχοντες τοῦ ἀνέμου τὴν φοράν. Μᾶλλον δ' ἄν τις οὕτω νοήσοιτο, Εἵλκυσαν ἄνεμον ὡς δράκων, τουτέστιν, ἀπὸ τῆς ἐνδείας ὠγκῶντο· ἐπιλειπούσης γὰρ τῆς τροφῆς, ἀναβοᾷν ἔθος τοῖς ἀλόγοις, οἷον ὄνοις, ἵπποις, καὶ τοῖς τοιούτοις. Τοῦτο δὲ ποιεῖν καὶ ὁ ὄναγρος εἴωθε. Τὸ οὖν, Εἵλκυσαν ὡς δράκων, τουτέστιν, ὡς οὗτοςσυρίζων ἐπὶ πολὺ τὴν φωνὴν ἐκπέμπει, οὕτω καὶ οἱ ὄναγροι βοήσουσιν ὑπὸ τῆς ἐνδείας ἐξάκουστον. Λέγουσι δὲ Σύροι τὸ, ὡς δράκων, μὴ ἔχειν. Τινὲς δέ φασιν, ὅτι ὁ δράκων πέφυκε τῷ ἀνέμῳ τρέφεσθαι· παρέβαλεν οὖν τούτῳ τῷ ζώῳ τοὺς ὀνάγρους, ἵνα δείξῃ τὴν ἐκ τῆς ἀβροχίας συμφοράν. Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν. Ὅρα τὴν ἱκετηρίαν ἀπὸ τοῦ προφήτου γεγενημένην, καὶ ἐξ αὐτῶν δὲ ἐκείνων ὡς ἀπὸ τῆς συμφορᾶς σωφρονισθέντων. Μέγα γὰρ ὄντως τειχίον ἡ ἁμαρτία καὶ καθάπερ στρατιῶται τινὲς πένητας, καὶ ἀσθενεῖς ἀνθρώπους ἀπείργουσι τῶν ἀρχόντων, βουλομένους ἐντυχεῖν ῥάβδοις ἀποδιώκοντες· οὕτω καὶ αὗται ποιοῦσιν. Ὅταν γὰρ οἴκοθεν οὐδὲν ἔχωμεν, αὕτη καταλείπεται συγγνώμη, ἴσ. εἰς συγγ. ἡ φιλανθρωπία τοῦ Θεοῦ. Ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου. Οὐκ ἐναντίον ἀνθρώπων. Ὅταν γὰρ ὁ Θεὸς ἐξετάζῃ, πολλαὶ φαίνονται αἱ ἁμαρτίαι. Οὐκ ἐπειδὴ πικρότερον ἐξετάζει τῶν ἀνθρώπων· μὴ γένοιτο. Πῶς οὖν φαίνονται πλείους; ὅτι ἄνθρωποι μὲν ἀγνοοῦσιν, αὐτὸς δὲ ἐπίσταται. Οὐκοῦν δυνάμεθα ἕκαστος οὕτω σώζεσθαι, εἰ μέλλοιμεν ἐπὶ τὸ ὄνομα αὐτοῦ καταφεύγειν ἅπαντες. Ὅτι σοι ἡμάρτομεν. Τί ἐστι σοί· τῷ μὴ παροξυνομένῳ κατὰ τοὺς ἀνθρώπους. Σοὶ τῷ Δεσπότῃ, τῷ δυναμένῳ φείσασθαι, τῷ ὑπερορῶντι τὰ ἁμαρτήματα. Ὑπομονή. Τουτ' ἔστι· Σὺ ποιεῖς ἡμᾶς ὑπομεῖναι ὁ μόνος Θεὸς, οἱ δὲ ἀνθρωποὶ τιμωροῦνται καὶ τὴν δύναμιν ἴσ. κατὰ τὴν δύναμιν αὐτοῦ, καὶ τὴν φιλανθρωπίαν. Ἐνταῦθα δὲ λέγει· Τὰς πληγὰς ταύτας οὐδεὶς δύναται λῦσαι. Ἐπεὶ οὖν καὶ δύνασαι σὺ μόνος, ἄνες. Νόμος οὗτός σοι τοῦτο καὶ ἀνθρώποις πολλάκις λέγομεν, Σαυτὸν μίμησαι διὰ σαυτόν. Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν; Οὕτως, φησὶν, ἡμᾶς εἴασεν, ὥσπερ ὁ καταλύων οὐδενὸς φροντίζει. Οὐκ ἄρα ὑπνοῖ ὁ Θεός. Ὁρᾷς πῶς λανθανόντως σοι ἐκφαίνει τὸ ἀπαθές; Πάρεστί σοι τὸ δύνασθαι· ἀλλὰ δύνασαι μὲν, αἱ δὲ ἁμαρτίαι ἡμῶν ἀνθίστανται· ἀλλὰ κἂν διὰ σέ. Καὶ σὺ ἐν ἡμῖν, Κύριε. Καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς. Οὐκέτι ἐπὶ τοὺς Πατέρας καταφεύγει, ἀλλ' ἐπὶ τὸ ὄνομα τοῦ Θεοῦ· τοῦτο καὶ οἱ περὶ Μωυσῆν ποιοῦσιν ἵνα μὴ ὑβρισθῇ. Οὕτως λέγει Κύριος· Ἠγάπησαν κινεῖν πόδας αὐτῶν. Τουτέστιν, οὐδὲν βέβαιον παρ' αὐτοῖς, ἀεὶ μεταπηδῶσι. Τοῦτο καὶ Ἡλίας φησίν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Οὕτως ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο. Τουτέστιν, ἔστερξαν τρέχειν ἐπὶ τὰ εἴδωλα, καὶ οὐ μετέγνωσαν. Καὶ οὐκ ἐφείσαντο. Τουτέστιν ἀπλήστως τῷ πράγματι κέχρηνται, τουτέστιν ἀφειδῶς. Ὅρα πῶς ἀεὶ αὐτοῖς τὴν ἐπίτασιν, καὶ τὴν ὑπερβολὴν τῆς κακίας ἐγκαλεῖ. Ὅτι ἐὰν νηστεύσωσιν οὐκ εἰσακούσομαι. Καὶ μὴν οὐ μικρὰ πολιτεία τὸ νηστεῦσαι. Ἀλλ' αἱ τούτων νηστεῖαι, ἄκουσον, οἷαι ἦσαν. Τί φησιν Ἡσαίας· Εἰς κρίσεις καὶ μάχας νηστεύετε· ἵνα τί μοι νηστεύετε; Νηστεία γὰρ οὐκ ἀποχὴ βρωμάτων μόνον ἁπλῶς, ἀλλὰ φιλοσοφία ψυχῆς. Ὥσπερ γὰρ παρθενία οὐχ ἁπλῶς ἀποχὴ γάμου, ἀλλὰ τὸ μάλιστα αὐτῆς χαρακτηρίζον τὴν ἀρετὴν, τὸ εὔσχημον, καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως, οὕτω καὶ νηστεία. Ἐνήστευσαν καὶ Νινευῖται, ἀλλ' οὐ τοῦτο μᾶλλον τὸν Θεὸν ἐπέκαμψαν. Ἀλλὰ τίνι; τῇ μεταβολῇ τῆς κακίας. Τί γὰρ ὄφελος, εἰπέ μοι, κρεῶν μὲν ἀπέχεσθαι τῶν ἀλόγων, σαρκῶν δὲ ἀνθρωπίνων ἀπογεύεσθαι; Οἴνου δὲ μὴ ἀπογεύεσθαι, μεθύειν δὲ πλεονεξίᾳ χρημάτων; Αὕτη χαλεπωτέρα ἐκείνης ἡ μέθη· οὐκ εἶδεν εἶξαι ὕπνῳ, ἀλλὰ καὶ τῆς ἡμέρας φανείσης πάλιν αὔξεται. Οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν. Ἰσχυρότερον γὰρ τῆς εὐχῆς αἱ αὐτῶν ἁμαρτίαι. Ὅτι ἐν μαχαίρᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς. Ἄλλο λιμὸς, ἄλλο μάχαιρα, ἄλλο θάνατος· ἐν ᾗ γὰρ ἴσ. ἐνὸν γὰρ μήτε λιμῷ, μήτε σφαγῇ, ἀλλ' ἁπλῶς ἀναιρεθῆναι θανάτῳ θεηλάτῳ τινί. Καὶ εἶπα· Ὁ ὢν, Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι, καὶ λέγουσιν· Οὐκ ὄψεσθε. Τί οὖν, φησὶν, οἱ προφῆται ταῦτα προλέγουσιν· Οὐκ ἔσται λιμὸς, οὐδὲ μάχαιρα; Μεγάλην βίαν ὑπέμεινεν ὁ προφήτης, οὐχὶ τῷ σκυθρωπὰ λέγειν ἀναγκάζεσθαι, ἀλλὰ καὶ τῷ τοὺς ἐναντιουμένους ἔχειν, καὶ τοὺς ἀπατῶντας, καὶ τἀναντία προλέγοντας. Διὰ τοῦτο ἐντυγχάνει τῷ Θεῷ· Ὁ ὢν, Δέσποτα Κύριε, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων. Καὶ εἶπε Κύριος πρός με· Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματι μου. Διατί τοὺς ψευδοπροφήτας οὐκ ἐξεῖλεν ὁ Θεός; ἵνα μὴ ἀπιστῆτε αὐτοῦ τοῖς ῥήμασιν. Ὅμοιον δὲ τοῦτο τῷ λέγειν, Διατί τοὺς ἀπατῶντας καθόλου μὴ ἐξεῖλεν διαστρέφοντας; μᾶλλον δὲ καὶ τοὺς δαίμονας τοὺς εἰς πᾶσαν κακίαν ἐνάγοντας; Ἀλλ' ὑποφαίνει τούτων τὴν λύσιν ὁ θεῖος Ἀπόστολος, λέγων· Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Αὔξει γὰρ ἀεὶ τὰς ἀρετὰς τὰ γυμνάσια, καὶ οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ὁ δὲ ἀθλῶν ἀεὶ πρὸς ἀντιπάλους ἀγωνίζεται, καὶ δεῖ τούτους εἶναι νόμῳ πάλης πνευματικῆς. Καὶ μείζων οὕτως ἡ πρὸς Θεὸν ἀγάπη, τῶν πολλῶν αὐτὴν μὴ νικώντων ἀγώνων· καὶ τὸ ὑπερβάλλον τῆς τοῦ σώματος τῆς εἰς αὐτὸν δυνάμεως ἴσ. τῆς ἀσωμάτου καὶ θείας δυνάμεως δείκνυται. Καθάπερ ἐν Αἰγύπτῳ μέγας ὁ Θεὸς ἐδείχθη, τοὺς ἀντικαταστάντας τῷ θεράποντι καταργήσας φαρμακούς. Οὐδὲν γὰρ καθ' αὑτὰ τοσοῦτον, ὅσον ἐξ ἀντιθέσεως δείκνυται· τὰ πράγματα δὲ τοὺς ψευδοπροφήτας διήλεγχεν ἐναντία τῇ προαιρέσει τυγχάνοντα ἄλλ. συμβαίνοντα· καὶ ἐκ τῶν καρπῶν δὲ αὐτῶν ἐγινώσκοντο, εἴγε μὴ θέλειν ἐποίει ἴσ. εἴγε τὸ θέλειν, καὶ μὴ, ἐποίει τούτους πεισθῆναι. Ὃ γὰρ ἕκαστος θέλει καὶ πείθεται. Ὅτι ὁράσεις ψευδεῖς... Προφητεύουσιν ὑμῖν. Καὶ γὰρ ἐκεῖνοι ὁράσεις ἀπήγγελλον. Ὥσπερ ὁ Σεδεκίας ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν φησιν. Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται... Καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς. Ὁρᾷς, ὡς παρὰ τῶν ἠπατημένων εἰς μῆκος τῆς τιμωρίας ἴσ. ὁρᾷς, ὡς παρὰ τῶν ἠπατημένων εἰς τοὺς ἐξαπατήσαντας μῆκος τῆς τιμωρίας ἐκτεινομένης τῆς νόσου, καὶ τοῦ λιμοῦ, καὶ οἱ πειθόμενοι ἴσ. καὶ αὐτοὶ, καὶ οἱ πειθ. αὐτοῖς ἄταφοι ἔσονται οὐκ ὄντος οὐδενὸς τοῦ κηδεύοντος; Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι ῥομφαίας. Ὅτι ἱερεύς. Καὶ οὐδὲ οὕτως ἐπαιδεύοντο· διὰ γὰρ τοῦτο συγκλείσας, τοὺς μὲν ἔξω ἀνῄρει, τοὺς δὲ ἔνδον, καὶ οὐδὲ οὕτω παρέδωκαν ἴσ. ἐνέδωκαν. Τί γένοιτο ἂν πονηρότερον τῶν οὕτω διακειμένων, ὅτι προφήτης, καὶ ἱερεὺς οἱ μάλιστα τῶν κακῶν αἴτιοι εἰς αἰχμαλωσίαν ἀπάγονται, διδασκόμενοι, καὶ διδάσκοντες τοῦ Θεοῦ ἰσχύν. Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασα τὸν Ἰούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχῆ μου; Ὅρα πάλιν τὸν προφήτην ὑπὲρ αὐτὸν ποιούμενον τὸν λόγον. Ἐγένετο γὰρ ἡ πληγὴ πρὸς τὸ μέγεθος τῶν τιμωριῶν. Τί, φησὶν, ἀπέγνως εἰς τέλος τοῦ λαοῦ; καὶ τὸν Ἰούδαν λέγει, καὶ τὸ ὄνομα τοῦ τόπου. Οὐ τοὺς ἀνθρώπους μόνον, ὅτι ἐπλήγησαν, ἀνιᾶται. Μὴ ἀποδοκιμάζων. Ταῦτα περὶ τῆς διὰ Χριστὸν ὑστάτης ἐγκαταλείψεως ἔοικε λέγεσθαι· τῶν δὲ κακῶν τὸ μέγεθος, καὶ τοῦ χρόνου τὸ μῆκος προσέοικέν πως ἀποδοκιμασίᾳ καὶ ἀπωσμῷ· ἀλλ' ὁ Παῦλος· Οὐκ ἀπώσατο, φησὶ, τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Μετὰ τὸ πλήρωμα γὰρ τῶν ἐθνῶν πᾶς Ἰσραὴλ σωθήσεται. Ἡ πρόθεσις ἄρα τοῦ Θεοῦ τὴν μετὰ ταῦτα παρίστησιν ἐλπίδα. Ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά. Ἕτερα προσεδοκήσαμεν, ὅτι δεδώκαμεν δίκην ἱκανήν. Ἔγνωμεν, Κύριε, ἁμαρτήματα ἡμῶν. Ἐπὶ τὸ λειπόμενον φάρμακον καταφεύγει, τῶν ἁμαρτημάτων τὴν γνῶσιν. Ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου. Τίνος ἕνεκεν τῶν πατέρων ἐμνημόνευσεν; Τοσαύτη παρ' ἡμῖν ἡ ῥᾳθυμία τῶν οἰκείων, ὅτι καὶ τὰ τῶν πατέρων εἰς ἡμᾶς ἀνατρέχει. Τουτέστιν, οὐδὲ ἐκεῖθεν ἡμῖν σωτηρίας ἐλπίς· οὐκ ἔχομεν καταφυγεῖν ἐπὶ τοὺς προγόνους· πάντοθεν προδεδόμεθα. Κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς. Νῦν οὖν, φησὶν ὁ προφήτης, εἰ καὶ ἡμεῖς τοιαύτης ἀνάξιοι δίκης, ἀλλ' οὖν διὰ τὴν σὴν δόξαν ἐπίσχες σου τὴν ὀργὴν, Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Μὴ ἀπολέσῃς θρόνον δόξης σου. Μὴ διασκεδάσῃς τὴν διαθήκην σου. Τὰ βασίλεια λέγει, τὰ προστάγματα εἰσάγει. Μὴ διασκεδάσῃς τὴν διαθήκην σου. Καὶ μὴν τοῦτο εἶχεν ἡ διαθήκη. Ἐὰν μὴ διασκεδάσωσι τὴν διαθήκην μου, τὸν ἔλεόν μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. Οὐ τὸ μὴ λαβεῖν πεῖραν τῶν δεινῶν ἀξιοῖ, ἀλλὰ τὸ μὴ εἰς τέλος ἀποῤῥιφῆναι. Μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; Κἂν γὰρ ἀποῤῥίψῃς, μὴ ἔστι πρὸς ἕτερον καταφυγεῖν; φησί. Καὶ τοῦτο παρακαλείτω σε. Ὅτι σὺ τούτου μόνος Κύριος εἶ. Καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα. Μάλιστα γὰρ ὑμῖν ἐν ταῖς θλίψεσι δεῖ, ὥστε μὴ ἀκαρτερήτους εἶναι. Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; Οἴδαμεν ὅτι οὔτε στοιχεῖον αὐτὸ παρ' ἑαυτὸ δύναταί τι. Μὴ γὰρ ἔστιν ἑτέρωθι βλέψαι; Οὐχὶ σὺ εἶ αὐτὸς Κύριος; Μὴ γὰρ δὴ μεταβάλλῃ συγχωρῶν τὰ ἁμαρτήματα; ΚΕΦΑΛ. ΙΕʹ. Καὶ εἶπε Κύριος πρός με· Ἐὰν στῇ Μωϋσῆς, καὶ Σαμουήλ. Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν λογίζεσθαι, ὅτι ἐκείνους μὲν εἰδωλολατρήσαντας, ἴσχυσεν ἐξελέσθαι ὁ Μωϋσῆς, καὶ ὁ Σαμουήλ· κἀκεῖνοι μὲν ἐκ μιᾶς ἐντυχίας τὸ πᾶν, ἐγὼ δὲ τοσαυτάκις προσελθὼν, οὐδὲν ἐργάζομαι, ἀλλ' ἐξαποροῦμαι πολλάκις, ἵνα μὴ ταῦτα λέγῃ, ἄκουσον πῶς αὐτὸν παραμυθεῖται. Ἐὰν στῇ, φησὶ, Μωϋσῆς, καὶ Σαμουὴλ, τούτους οὐδὲ ἐκεῖνοι δυνήσονται ἐξελέσθαι. Ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν. Οὐδὲν τούτων αὐτοὺς ἔκαμψεν, οὐδὲν τούτων αὐτοὺς ἐπεσπάσατο, οὐδὲν βελτίους ἐποίησεν· ἀλλ' ἔμειναν ἀδιόρθωτοι. Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς. Ὥστε μηδένα τόπον ἀγνοεῖν τὰ κατ' αὐτούς. Διὰ Μανασσῆν. Ὁρᾷς τῆς μετανοίας τὴν ἰσχύν; οὗτος ὁ Μανασσῆς δι' ὃν πανταχοῦ τῆς οἰκουμένης διασπείρονται Ἰουδαῖοι· καὶ οὔτε Μωϋσῆς, οὔτε Σαμουὴλ ἱκανοὶ αὐτοὺς ἐξελέσθαι· οὗτος διὰ μετανοίας ἑαυτὸν ἐξείλετο, καὶ κατήλλαξε τῷ Θεῷ.* Οὐ διὰ τὰς ἐκείνου ἁμαρτίας λέγει ἐπαγαγεῖν αὐτοῖς τὰ κακὰ, ἀλλ' ὅτι ταῖς ἐκείνου εἰδωλολατρίαις ἐνέμειναν. Τίς φείσεται ἐπὶ σοὶ, Ἱερουσαλήμ; ἢ τίς δειλιάσει ἐπὶ σοί; Πολλὴ ἡ κακία, ὅταν μηδὲ κολαζόμενός τις εἰς ἔλεον ἀγάγῃ τοὺς θεωροῦντας· καίτοιγε πάντως, καὶ αὐτοὶ οἱ ἠδικημένοι σπένδεσθαι πρὸς τοὺς ἠδικηκότας εἰώθασιν, ὅταν ἴδωσι τιμωρουμένους. Ἀλλὰ τὰ σὰ μείζονα συγγνώμης ἐστὶ, καὶ ἐλέους. Σὺ ἀπεστράφης με, ὀπίσω πορεύσῃ. Ὁρᾷς, πῶς οὐκ ἐγὼ αἴτιος; Ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν, καὶ ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης. Χήρας ἐποίησαν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης, ἀτεκνίαν εἰσήγαγον, καὶ ἵνα μὴ νομίσωσι φύσεως εἶναι τὸ ταλαιπώρημα, πήρωσις σώματος ἴσ. ἢ πήρωσιν σώματος, τὴν πολύτεκνον ἄπαιδα ἐποίησαν. Ταλαιπωρίαν ἐν μεσημβρίᾳ. Ὅρα πῶς τὴν τιμωρίαν ἐπήγαγεν, ὥστε μὴ νομισθῆναι ταύτας εἶναι τὰς συνήθεις, ἀλλ' ὄντως θεηλάτους τινάς.* Ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν. Περὶ τῆς πολύπαιδος λέγει γυναικός. Τρόμον, τουτέστι φόβον· σπουδὴν, ἵνα εἴπῃ, ταραχήν.* Ἐκενώθη ἡ τίκτουσα ἑπτά. Τουτέστιν, ἄπαις ἡ πολύπαις ἐγένετο. Ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς· τουτέστι, πενθοῦσα. Ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης ἡμέρας. Ἡ γὰρ συμφορὰ, οὐδὲ καθαρῶς ὁρᾷν τὸ φῶς συνεχώρει. Οἴμοι ἐγὼ, ὡς τίνα, μῆτερ, μὲ ἔτεκες ἄνδρα δικαζόμενον, καὶ διακρινόμενον πάσῃ τῇ γῇ; Ἕως εἶχεν ἐλπίδας ὁ προφήτης, τοῦ τὸν Θεὸν πεῖσαι, οὐδὲν ἐπωδύρετο τοιοῦτον· ἐπεὶ δὲ εἶδεν ἀπεγνωσμένα τὰ πράγματα στενοχωρηθεὶς ταῦτά φησιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἀπεῤῥιμμένος, μηδεμίαν ἔχων ἰσχύν· ὡς τίνα οὖν με ἔτεκες, μέλλοντα πρὸς πᾶσαν ἵστασθαι τὴν οἰκουμένην; Τῶν γὰρ ψευδοπροφητῶν τἀναντία λεγόντων, τούτου κελευομένου τἀναντία λέγειν, ἀμφισβητήσεις, καὶ μάχαι καθημεριναί.* Οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς. Ἀποδυσπετεῖ ὁ προφήτης τὰ πάνδεινα πάσχων παρὰ Ἰουδαίων. Τί, φησὶν, ἐτικτόμην ἑκάστοτε πρὸς τοὺς παρανόμους μαχόμενος, καὶ δικαζόμενος πρὸς αὐτοὺς, καὶ ἐλέγχων αὐτῶν τὰ κακὰ, ἀνὴρ ἐν εἰρήνῃ διάγειν βουλόμενος, καὶ οὔτε ὀφλήσας πώποτέ τινι, οὔτε χρεώστην ἐσχηκώς; Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Τουτέστιν, ἔκαμον ὑπ' αὐτῶν ὀνειδιζόμενος, καὶ μυρίαις λοιδορίαις βαλλόμενος. Καὶ μὴν, ὃ πάσας συνίστησι τὰς μάχας, τοῦτο παρ' ἐμοὶ οὐκ ἔστιν· καθαρός εἰμι δανεισμάτων. Τοῖς αἰτιωμένοις, φησὶ, τοῖς ὑβρίζουσι, τοῖς σκώπτουσι, τοῖς ἐπαρωμένοις. Οὐ γάρ ἐστι τῆς τυχούσης ψυχῆς ταῦτα φέρειν, ὥσπερ οὐδὲ ὁ Ἰὼβ, οὐ πρότερον ἐκινήθη, πρὶν ἢ ταῦτα γενέσθαι. Γένοιτο, Δέσποτα, κατευθυνόντων αὐτῶν. Τί ἐστι; φησί. Τὸ γὰρ μάλιστα αὐτὸν ἐκλυποῦν ἄλλ. ὀδυνῶν, τοῦτο ἦν, ὅτι οὐδὲν συνῄδει τῶν γινομένων ἑαυτῷ. Τουτέστιν, εἰ δικαίως ἐπαρῶνται, κύρωσον αὐτῶν τὰ ῥήματα. Εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν. Οὐ λέγω, Εἰ κατεῖπον, φησὶν, ἀλλ' εἰ μὴ ὑπὲρ αὐτῶν μελλόντων κολάζεσθαι παρέστην. Καὶ μὴ μόνον εἰς τοῦτο ἀκουσθεῖεν, εἰς τὸ ἐμὲ τιμωρηθῆναι, ἀλλὰ καὶ εἰς τὸ αὐτοὺς τυχεῖν τῶν ἀγαθῶν. Γένοιτο ἀληθῆ τὰ τῆς ἀρᾶς αὐτῶν, γένοιτο αὐτοῖς ἀληθῆ τὰ ἀγαθά* Τουτέστιν, εἰ μὴ συμμαρτυρεῖς, ὅτι ἡνίκα ἀναγγέλλειν αὐτοῖς τῶν πολεμίων τὴν ἔφοδον ἔλεγες, εἱστήκειν προσευχόμενος ὑπὲρ αὐτῶν, ἀγαθὰ ὑπὲρ αὐτῶν αἰτῶν. Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλκοῦ ἡ ἰσχύς σου; Τουτέστιν, ἄνευ σιδήρου τὰ τείχη ἔχει, καὶ εἰ ἱμάτιον χαλκοῦν, οὐδὲ ἐπιγνώσεται ἴσ. καὶ εἰ σιδήρου τὰ τ. ἔχ. καὶ εἰ ἱμ. χαλκοῦν οὐδὲ ἐπιγνωσθήσεται, ὅτι αὐτὸ τοῦτό ἐστι σιδηροῦν. Τοιαῦτα ὑποστήσονται.* Τουτέστι, περιφράξω σε τῇ ἐμαυτοῦ βοηθείᾳ, καθάπερ σιδηρέῳ ἢ χαλκέῳ ἐνδύματι. Σιδήρεον μὲν ἔνδυμα λέγει, τὸν ἁλυσιδωτὸν χιτῶνα· χάλκεον δὲ, τὸ καταφρακτόν. Ὥσπερ οὖν οἱ ταῦτα ἐνδεδυμένοι πάσης εἰσὶν ἐκτὸς βλάβης τοῦ βέλους, οὐ καθικνουμένου· οὕτως οὐδὲ σὺ τὶ πείσῃ παρ' αὐτῶν. Τινὲς δὲ περὶ τοῦ λαοῦ, ὅτι οὐδὲ οὕτω φραξάμενοι σώζονται.* Ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω. Ὡς πρὸς τὸν λαὸν, ἀντὶ τοῦ, διὰ τὰ κακὰ αὐτῶν αἰχμαλώτους ἐργάσομαι. Εἴρηται δὲ ὡς παρὰ τοῦ προφήτου ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τὸν λαόν. Κύριε, μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν. Ἀρκεῖ γὰρ τὰ παρελθόντα. Ἂν δὲ καὶ ταῦτα προσθῇς, τίς προσέξει; λοιπὸν ἐπάγαγε τὸ τέλος Οὐ γάρ ἐστι διόρθωσις. Ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με. Γνῶθι ὡς. Ἔτι τῆς αὐτῆς ἔχεται εὐχῆς καὶ προφητείας ὁ προφήτης. Δοκεῖ δὲ πάλιν ἀφιλόσοφος οὗτος ὁ λόγος εἶναι· ἀλλ' ἴδωμεν εἰ τῆς ἀσθενείας τῆς προφητικῆς, ἢ ἑτέρου τινός. Πρῶτον μὲν οὐκ ἀξιοῖ αὐτοὺς ἀναιρεθῆναι τέως, ἀλλ' αὐτόν τι μηδὲν παθεῖν δεινόν. Ἴδωμεν πότερον δι' ἑαυτὸν, ἢ διὰ τὸν τοῦ Θεοῦ λόγον. Τέως φησὶν, Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με. Ὑπὲρ τῶν ἀθετούντων τοὺς λόγους σου, συντέλεσον αὐτούς. Ὁρᾷς πῶς οὐκ εἶπεν· Ἔσομαι ἐγώ. Ἀλλ' ὑπὲρ τοῦ λόγου δέδοικεν, ὑπὲρ τῆς προφητείας τρέμει, μὴ μῦθος αὐτοῖς εἶναι νομίζηται, καὶ διαπιστῆται. Ὁ λόγος ἀεὶ εἰς εὐφροσύνην ἔσται μοι. Οὐδείς με ἀπατεῶνα, οὐδὲ εἴρωνα νομίσει λοιπόν. Ὅτι γὰρ αὐτὰ ἄλλ. αὐτὸ ἑαυτοῦ σκοπεῖ, δῆλον ἐκ τῶν προτέρων ἱκεσιῶν, καὶ τῆς τοῦ Θεοῦ παραμυθίας, ἣν οὐκ ἂν ἐποιήσατο πρὸς αὐτὸν, εἰ μὴ σφοδρῶς αὐτὸν ᾔδει ἀντεχόμενον. Εἰ δὲ καὶ κατ' αὐτὸν ποιεῖται τὴν δέησιν, καὶ τοῦτο θαυμαστόν ἴσ. οὐ θαυμ.· τότε μεθιστάμενος, ὅτε καὶ ὁ Θεός.* Τέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί. Τουτέστι, ψεύδεσθαί με τὴν τιμωρίαν. Ὥστε φανῆναί με ἀληθεύοντα, καὶ δίκαιον προφήτην ὄντα, ἐπειδὴ τὸ σὸν ὄνομα ἐπικαλούμενόν με, οὐδὲ δυνατὸν διαψεύσασθαι. Ὁρᾷς πάλιν ὑπὲρ τοῦ ὀνόματος δεδοικότα; Προφήτης καλοῦμαι. Ἵνα μὴ ἡ δόξα σού τι πάθῃ, ἔπαθον ἐγὼ μυρία. Οὐδὲν ὤνησα, ἀλλὰ τοὐναντίον· ἑτέρως μεταχείρισαι. Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ'. Ὁρᾷς ὅτι καὶ τοῦτο λέγει, ὅτι Ὅσα ἔδει γενέσθαι παρ' ἐμοῦ, γέγονεν. Οὐκ ἐκοινώνησα αὐτοῖς ὑβριζόμενος, οὐκ ἀπέστην ἴσ. ἐπέστην. Τί δεῖ γενέσθαι λοιπόν; διὰ τὸν φόβον τὸν σὸν πάντα ὑπέμεινα, καὶ γέγονεν οὐδέν. Καταμόνας ἐκαθήμην. Οὐδένα κοινωνὸν εἶχον τῶν λεγομένων. Πάντες ἠπίστουν· ἀλλ' ὅμως οὐδέν με τούτων παρέτρεψεν· οὐδὲν ἐνελείφθη τῶν παρ' ἐμοῦ. Ἵνα τί οἱ λυποῦντες κατισχύσουσί μου; Τίνος ἕνεκεν, φησὶ, συγχωρεῖς αὐτοῖς; τί τὸ πλέον; μὴ γὰρ ἡ ὠφέλεια γίνεται αὐτῶν; τί τὸ λοιπόν; Ἡ πληγή μου. Τῆς ψυχῆς δηλονότι.* Ἡ πληγή μου στερεὰ, πόθεν ἰαθήσομαι; Τουτέστιν, οὗτοι ἐχθραίνουσι, καὶ τὰ τῶν πολεμίων διαπράττονται. Τὴν ἔκβασιν τῶν ἐμῶν λόγων οὐχ ὁρῶ. Οὐδαμόθεν ἔχω παραμυθίαν.* Γινομένη ἐγενήθη μοι, ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν. Τουτέστιν, ἡ προφητεία. Ἵνα εἴπῃ, ἐνομίσθη ψεύδεσθαι. Καὶ καθάπερ τὸ ὕδωρ στάσιν οὐκ ἔχει, οὕτως οὐδὲ τοῖς ἐμοῖς λόγοις ἀλήθειαν προσεῖναι νομίζουσι. Καθάπερ ὕδωρ παραῤῥεῖ, καὶ οὐχ ἕστηκεν, οὐδὲ μένει, οὕτω καὶ τὰ ἐμὰ ῥήματα νῦν ἐνταῦθα φαίνεται, νῦν ἐκεῖ. Καὶ μεταπηδᾷ, καὶ οὐκ ἔχει πίστιν. Ἢ εἰ μὴ τοῦτο, Τὰ δεινὰ οὕτως ἐπάλληλα, φησὶν, ἦν, ὥσπερ ὕδωρ ἐπαίρει, καὶ οὐ διέλιπεν. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· πρὸ προσώπου μου στήσῃ. Τουτέστι, Προσῆκόν σε πρὸς ἐμὲ ἀφορᾷν, μὴ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· καὶ πρὸ προσώπου μου στήσῃ. Ἐπειδὴ ἀπέστραπτο λοιπὸν τὴν προφητείαν· ἐπειδὴ πέρας λοιπὸν ἔχειν ἐνόμιζε τὸ πρᾶγμα· Μεταβαλοῦ, φησὶ, τῆς προαιρέσεως ταύτης, καὶ ὅρα ἐὰν σὺ ἐπιστρέψῃς, πρότερον τὰ παρὰ τοῦ προφήτου ζητεῖν. Ἔτι ἐλπίς ἐστι κερδηθῆναί τινας. Μὴ πρόσεχέ μου τοῖς ῥήμασι τοῖς ἀπόγνωσιν ἔχουσιν. Ἀπειλῆς ἕνεκεν ταῦτα λέγω καὶ φόβου· εἰσὶ τίμιοί τινες. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, τούτοις, φησὶ, πρὸ προσώπου μου στήσῃ. Οὐ μικρὸν ἀξίωμα, ἀλλ' ἀγγελικὸν ἢ τιμήν· ἢ ἀσφάλειαν ἐπαγγέλλεται τὸ πρόσωπόν μου. Καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ. Ποῖαι λοιπὸν ταύτης ἴσαι ἀρεταί; παράβαλε ταύτῃ ὅσα βούλει· μὴ γὰρ δὴ τὸν ἐξάγοντα ἴδῃς, ἀλλὰ κἂν μὴ ἐξαγάγῃ, τὸ αὑτοῦ ἐποίησεν.* Τουτέστιν, Εἰ δὲ ἀναμένων τοῖς συνεχέσι λόγοις μεταβάλλῃς τινὰ, ἔσῃ μιμούμενος ἐμὲ, ὃς μακροθυμίᾳ τῶν ἀνθρώπων τὸ γένος ἄγειν ἐπὶ τὸ κρεῖττον σπουδάζω. Καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀποστρέψεις πρὸς αὐτούς. Περιττὰ γὰρ ἦν τὰ τῆς τιμῆς ἐπαγγελλόμενα, εἰ μὴ καὶ τὴν ἐνταῦθα ἀσφάλειαν ὑπέσχετο· τουτέστιν, Αὐτοὶ ἥξουσιν πρὸς σὲ, σὺ δὲ οὐκ εἴξεις αὐτοῖς· σοῦ δεηθήσονται, καὶ παρακαλέσουσί σε.* Τουτέστι, Στερεὸς ἐπὶ τῆς εὐσεβείας μεῖνον, ὥστε ἐκείνους ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν, ἀλλὰ μὴ αὐτόν σε ὑπὸ ὀλιγωρίας μεταβληθῆναι πρὸς τὴν ἐκείνων γνώμην.* Καὶ δώσω σε τῷ λαῷ τούτῳ τεῖχος χαλκοῦν ὀχυρὸν, καὶ τὰ ἑξῆς. Τουτέστιν, Εἰ δὲ κακὰ διατιθέασιν, αὐτοὺς ἐπαμύνω, κρείττονά σε τῶν συμφορῶν ποιῶν. ΚΕΦΑΛ. Ις ʹ. Καὶ σὺ μὴ λάβῃς. Ἄξιον ὄντως θαυμάσαι, τίνος ἕνεκεν μὴ λαβεῖν κελεύει; Ὥστε μὴ ἐπὶ συμφορᾷ τεκεῖν. Ὅρα πῶς ἔτι νέος ἦν ὁ προφήτης, καὶ τοῦτο δὲ ὥστε πιστώσασθαι ἐκείνους περὶ τῶν μελλόντων δεινῶν. Οὐδεὶς γὰρ ἦν, ὃς ὁρῶν τὸν προφήτην μὴ γαμοῦντα, καὶ τὴν αἰτίαν μανθάνων, οὐκ ἂν ἐπίστευσεν. Ἐν γὰρ ταῖς ἐπιούσαις θλίψεσι, φησὶ, τοῦ λαοῦ εὔζωνον δεῖ εἶναι, καὶ μὴ κατατρύχεσθαι εἰς γυναῖκα, καὶ τέκνα. Ὅτι τάδε λέγει Κύριος. Οὐ γὰρ δὴ περὶ υἱῶν καὶ θυγατέρων, ἀλλὰ περὶ πατέρων καὶ μητέρων, καὶ τῶν γεννησαμένων εἴρηται. Διὸ καὶ μὴ γαμῆσαι παραινεῖ. Ἐν θανάτῳ. Πολλάκις τὰ αὐτὰ λέγει· καὶ οὐδὲ ἅπαξ ἀκούεται, οὐδὲ καθικνεῖται αὐτῶν καὶ τὸ ἄταφον, ὃ μάλιστα αὐτοὺς ἐλύπει, λιμὸς, θάνατος νοσερὸς, σφαγὴ, τὸ μὴ ταφῆναι, τὸ μετὰ αἰσχύνης ἀφειδοῦς, μηδὲ ἐλεουμένους· καὶ πρὸς τούτοις θηρίων γενέσθαι βορά· τίνα ταῦτα οὐκ ἂν ἔκαμψαν; Τάδε λέγει Κύριος· Μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι, καὶ μὴ πενθήσῃς αὐτοὺς, ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὰ ἑξῆς. Ἐντομίδας ἐποίουν τὸ παλαιόν· ἐξ ἀρχῆς γὰρ ὁ διάβολος ἐσπούδασεν εἰς ἐσχάτην ἀμορφίαν καταστῆσαι τὸ ἔργον τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τὴν διάνοιαν ἐπῆρε, καὶ αὐτοῦ τοῦ σώματος τὸ κάλλος videiur aliquid deesse καταῤῥυπαίνει seu μολύνει aut simile, ὁρᾷς πόσας ἐπινοεῖ μεθοδείας. Πρῶτον τῆς ἀσελγείας, φυκώματα καὶ ἐπιτρίμματα, καὶ ὅσα τοιαῦτά ἐστιν. Ἔπειτα τοῦ πένθους, ὥστε κατατέμνειν ἑαυτούς· ἑκάτερον δὲ πάθος ἔχει συμπαθητικὸν, ἐκεῖ μὲν οὖν πορνείαν, ἐνταῦθα δὲ ἀθυμίαν, τρίτον τῆς ἑορτῆς Ῥέας, ἔνθα καὶ μαλακοὺς, καὶ ἀποτόμους ἐργάζεται· οὐκέτι λοιπὸν εἰς ἀμορφίαν αὐτὸ καταστῆσαι σπεύδων, ἀλλὰ καὶ αὐτῆς τῆς διαδοχῆς τὴν ὑπόθεσιν ἀνελεῖν. Οὐδὲν γὰρ οὕτως ἐσπούδασεν, ὡς τὸ γένος ἀφανίσαι τὸ ἡμέτερον, καὶ τοῦ Θεοῦ κατηγορεῖν ὡς περιττά τινα πεποιηκότος· εἶτα μοιχείας, ἵνα ἀποπνίγωνται τὰ παιδία.* Τουτέστι, Μὴ εἰς συνέδριον αὐτῶν ἔλθῃς. Θίασον γὰρ καλεῖ τὴν καταφιλικὴν εὔοδον, ἢν ποιοῦνται, καὶ ἐν συμποσίοις, καὶ ἐπὶ πένθει, πρὸς παράκλησιν τοῦ πενθοῦντος. Καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν. Δέον ὑμᾶς φοβηθέντας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὑμεῖς τοὐναντίον ἐποιήσατε· ἐπονηρεύσασθε γὰρ ὑπὲρ τοὺς πατέρας ὑμῶν· καὶ πῶς οὐκ ἄλογον, ἐκείνους μὲν ἁμαρτάνοντας μηδὲν παθεῖν, ἡμᾶς δὲ τιμωρηθῆναι; Οὐδαμῶς. Δώσουσι μὲν γὰρ κἀκεῖνοι δίκην, ἀλλ' οὐ νῦν, ὑμεῖς δὲ καὶ νῦν· ὑμεῖς γὰρ κἀκείνων χείρους, τὴν μακροθυμίαν εἰς οὐδὲν χρησάμενοι δέον. Ὥσπερ γὰρ ἐπὶ ἑνὸς ἀνθρώπου, ὅταν τις ἁμάρτῃ, εἶτα μὴ τιμωρήσηται ὁ Θεὸς, οὐ διὰ τοῦτο ῥᾳθυμότερον αὐτὸν εἶναι χρὴ, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων. Ἥμαρτεν ἐκεῖνος, οὐκ ἐκολάσθη· μὴ ῥᾳθυμήσῃς σὺ ὡς οὐ δώσων δίκην· εἰ γὰρ μὴ ἤμελλεν ἐπὶ πάντων τὸ αὐτὸ ποιεῖν ὁ Θεὸς, θᾶττον ἂν ἅπαντες ἀπολώλαμεν· ἐμακροθύμησεν ἐπ' ἐκείνῳ, αὐτόν τε εἰς μετάνοιαν ἄγων, καὶ σὲ βελτίω ποιῶν. Καὶ ἀποῤῥίψω ὑμᾶς. Περὶ τῆς ἀπήνης Forte ἀπηνείας λέγει τῶν ἀλλοτρίων θεῶν. Ἐκεῖνοι καὶ δουλεύοντας οὐ μὴ ἐλεήσωσιν· ἐμὲ ὑβρίζετε, καὶ ἠλέουν, ἵνα μάθητε ἀπὸ τῆς συγκρίσεως, τίς ἐγὼ, τίνες ἐκεῖνοι. Εἰ γάρ τις ἐξετάζει τὰς τιμωρίας, οὐχ ἧττον ἡ μακροθυμία ὠφελεῖ τοὺς φρονίμους. Ζῇ Κύριος. Τίνος ἕνεκεν τὰ χρηστὰ προτίθησι; οὐχ ἵνα αὐτοὺς ἐκλύσῃ, ἀλλ' ἵνα καὶ περὶ τῶν σκυθρωποτέρων πιστεύσωσι. Μᾶλλον δὲ μετὰ τὸ κατελθεῖν, ἵνα σχῶσί τινα καὶ τοῦ ἀνελθεῖν πίστιν. Ἀλλὰ ζῇ Κύριος, ὃς ἀνήγαγε. Τίνος ἕνεκεν τοῦτο πρόσκειται; ἀξιοπιστίας ἕνεκεν. Εἰ γὰρ ἐκείνων τετρακόσια ἔτη πεποιηκότων ἠδυνήθη δοῦναι, πολλῷ μᾶλλον ὑμῖν· ἱκανὸν γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν ἐμβαλεῖν.* Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτοὺς, καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύσουσιν αὐτούς. Λέγει μὲν περὶ Βαβυλωνίων, τουτέστι, Ναβουχοδονόσορ, καὶ τῶν αὐτοῦ στρατηγῶν. Ἁλιεῦσι δὲ καὶ θηρευταῖς παρέβαλεν, ἵνα εἴπῃ, Καὶ τοὺς κρυπτομένους ἀνιχνεύσας εἰς τιμωρίαν ἄξει. Λέγει γοῦν· Καὶ θηρεύσω αὐτοὺς ἐπάνω παντὸς ὄρους, καὶ ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. Ὁ γὰρ τὰ κρυφῆ γινομένα εἰδὼς, καὶ τοὺς λανθάνοντας παραδοῦναι δυνάμενος· καὶ μάλιστα ὅταν πολλοὶ ὦσιν οἱ θηρεύοντες. Τινὲς καὶ εἰς τοὺς ἀποστόλους τοῦτό φασιν, καὶ οὐ κωλύω· τέως δὲ ἱστορίας ἐχώμεθα· ὅταν γὰρ ὁ Θεὸς παραδῷ, οὐδεὶς οὐκέτι προστήσεται. Καὶ ἀνταποδώσω. Τάχα πολλοὺς θορυβεῖ τὸ λεχθέν· εἴγε ἡμεῖς μὲν οὐ προσδοκῶμεν, οὐδὲ ἁπλῶς ἀπολήψεσθαι, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ θαῤῥοῦντες. Οὗτος δέ φησι, διπλᾶς. Καὶ ὁ Ἡσαΐας δὲ, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ἵνα γὰρ νομίσῃς ὅτι ἀπειλῆς τὸ λεχθὲν, ἐκεῖνος μαρτυρεῖ, ὅτι ἐγένετο. Τί οὖν; Ἄνθρωποι μὲν πρὸς τὴν ἀξίαν κολάζουσι τῶν ἁμαρτημάτων, ὁ δὲ Θεὸς καὶ ὑπὲρ τὴν ἀξίαν; Οὐκ ἔστιν· ἀλλὰ τί ἐστι; Διπλᾶ ἥμαρτον, διπλᾶ καὶ ἀπολήψονται. Ἢ διπλᾶ λέγει, τῷ μὴ τῶν ἀγαθῶν ὑστερεῖσθαι μόνον, ἀλλὰ καὶ μυρία ὑποστῆναι δεινά. Ἐπεὶ καὶ ἡμῖν ἡ κόλασις γίνεται διπλῆ, τῆς βασιλείας ἡ ἔκπτωσις, καὶ τῆς γεέννης ἡ πεῖρα· τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ μέγα καὶ ἀφόρητον δεινόν. Πρὸς σὲ ἔθνη. Οἱ μὲν Ἰουδαῖοι, εὐσεβεῖς πατέρας ἔχοντες, εἰς ἀσέβειαν ἔκλιναν, οὗτοι δὲ τοὐναντίον. Τοῦτό φησιν ὁ προφήτης, κατηγορῶν τούτων, καὶ δεικνὺς ὅσον ἔσται κέρδος ἐκ τῆς τιμωρίας αὐτῶν ἑτέροις, ἅμα καὶ κνίζων τοὺς Ἰουδαίους· Οἱ πλησίον ἀτιμάζουσί σε, οἱ δὲ μακρὰν ἥξουσι πρὸς σέ. Εἰ ποιήσει. Πῶς γὰρ τὸ ποιηθὲν Θεός; ΚΕΦΑΛ. ΙΖʹ Ἐπικατάρατος. Ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν Γραφῇ, ἐν σιδήρῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ. Ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Ἵνα εἴπῃ, Ἀνεξάλειπτον ἔχουσι τὴν ἀσέβειαν, ὥσπερ ἐν ἀδάμαντι καὶ ἐν σιδήρῳ ἐγκεκολαμμένην ἐπὶ τῆς ἑαυτῶν καρδίας. Τὸ δὲ, καὶ ἐν τοῖς κέρασι τῶν θυσιαστηρίων αὐτῶν, τὴν περὶ τὰ εἴδωλα σπουδὴν ἵνα δείξῃ. Τοῦτο ἡ εἰς ἀνθρώπους ἐλπὶς ποιεῖ· ἀπάγει τοῦ Θεοῦ. Ἢ οὐ τοῦτό φησιν, ἀλλ' οὕτως ἐλπίζων εἰς ἄνθρωπον, ὡς ἀποστῆναι τοῦ Θεοῦ. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς βούλεται, ὡς ἀεὶ ἡμᾶς ἐκκρέμασθαι αὐτοῦ. Καὶ διὰ τοῦτο πάντα ποιεῖ, οὐχ ἵνα τι καρπώσηται παρ' ἡμῶν, ἀλλ' ἵνα εὐεργετήσῃ ἡμᾶς· διὰ τοῦτο καὶ οὕτως ἡμᾶς ἐνδεεῖς ἐν ἅπασιν ἐποίησεν. Εἰπὲ, τί τὸ τέλος; Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἐν τῇ ἐρήμῳ. Αἰνίττεται δὲ ἐνταῦθα τὸν Σεδὲκ, προσφυγόντα τῷ Φαραὼ κατὰ τοῦ Βαβυλωνίου. Ἄκαρπον τοῦτο τὸ δένδρον, καὶ ἐν ἐρήμοις ἀεὶ διαιτώμενον, οὐκ ἀγόμενον εἰς ἐργασίαν τινὰ, οὐδὲ κομῶν τοῖς καρποῖς.–* Ἀσθενὲς τὸ ξύλον τοῦτο.* Καὶ κατασκηνώσει ἐν ἁλίμοις, ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικεῖται. Τουτέστιν, οὐδενὸς ἀπολαύσει ἀγαθοῦ· ἀλλ' ἄγονος ἔσται, καὶ ἡ γῆ ἁλμυρὰ, ἥτις οὐ κατοικεῖται πρὸς καρπογονίαν. Καὶ εὐλογημένος. Οὕτω καὶ ὁ Δαβίδ φησιν· Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Οὐ φοβηθήσεται, πάσης ἀνωμαλίας ἐκτός ἐστι. Τοῦτο ὁ Χριστὸς διὰ τῆς προφητείας ἐμφανῶς Forte ἐμφανὲς πεποίηκε. Τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατησχύνθη; Εἰ δὲ ἐλπὶς τοσοῦτον ἰσχύει, καὶ ταῦτα μὴ ἔχουσα κάματον, τίνος ἕνεκεν οὐκ ἀεὶ πρὸς αὐτὸν τὴν σωτηρίαν ἐπιῤῥίπτομεν, οὖ τῇ ἐλπίδι ἐσώθημεν.* Βαθεῖαν καρδίαν παρὰ πάντων, καὶ ἄνθρωπος, καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ὁ Θεός. Πρὸς τοὺς λεληθότως ἀσεβοῦντας, καὶ λανθάνειν οἰομένους ὁ λόγος. Περὶ τῶν βουλευμάτων αὐτῶν λέγει, ὅτι καὶ λανθάνοντας οἶδεν ὁ Θεός. Οὐδὲν οὕτως ἄδηλον, ὡς ἀνθρώπου καρδία. Διὰ τοῦτο ἕτερός φησι· Καρδία βαθεῖα κεκρυμμένη ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ἴσως νομίζετε λανθάνειν, φησίν. Οὐκ ἔστι τοῦτο· οἶδα τὰ καθ' ὑμᾶς ἅπαντα.* Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως. Πρὸς τοὺς πλεονεκτοῦντας ὁ λόγος. Τινὲς δὲ οὕτως ἡρμήνευσαν· Ἔθος, φησὶ, τοὺς πέρδικας μετὰ τὸ ἀποτεχθῆναι τῶν ὠῶν, τοὺς νεοττοὺς τῇ φωνῇ προσκαλεῖσθαι, καὶ γυμνοῦν τὴν τεκοῦσαν. Οὕτω, φησὶ, καὶ οὗτοι τὸν ἀλλότριον πόνον συνάγουσι, περὶ οὗ οὐκ ἐπόνησαν.* Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτόν. Τουτέστιν, οὐκ ἀπολαύσει ἀλλοτρίων.* Καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. Τουτέστιν, εἴσεται τὸ μάταιον τῆς σπουδῆς τελευτῶν, καὶ ἀλλοτρίοις τὸν πλοῦτον καταλιμπάνων. Τινὲς δὲ αὐτὸ οὕτως ἡρμήνευσαν ἐκ τοῦ Ἑβραϊκοῦ· Πέρδιξ θάλπει, καὶ οὐ γεννᾷ· ὡς ἂν εἰωθότος ὑποκλέπτειν τῆς θηλείας τὰ ὠὰ, εἶτα θερμάνας καὶ ἀποτεκὼν, ἀγαγὼν ἐφ' ὕδωρ, καὶ ποτίσας ἀναιρεῖ. Ἵνα τοίνυν εἴπῃ, ὅτι οὕτως εἰς μάτην ὁ πλεονέκτης τὸν πλοῦτον συνάγει. Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτόν. Τὸ Ἑβραϊκὸν, φησὶν, οὕτως ἔχει· Ἐν ἡμίσει ἡμερῶν τούτων καταλείψει αὐτὸν, τουτέστι, τὸν πλοῦτον.* Καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. Ὁ Ἑβραῖός φησι· Καὶ τὸ τέλος αὐτοῦ ἔσται πένθιμον. Ἀμείνονα δὲ νομίζω καὶ σαφεστέραν τὴν προτέραν ἔννοιαν. Περὶ τοῦ Αἰγυπτίου φησὶν, ἅμα καὶ τὸ ἀσυνείδητον αὐτοῦ λέγων· καὶ τὸ, ἐγκαταλείψουσι, τοῦτ' ἔστιν, Αἰχμάλωτοι ἀπαχθήσονται. Ὤδινεν αὐτοὺς ὁ Θεός· ἐκεῖνος καλέσας ἠκούσθη μόνον· Ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτοῦ ἔσται ἄφρων. Τοῦτ' ἔστιν ἐλεγχθήσεται οὐχὶ τὰ οἰκεῖα συλλέγων, ἀλλὰ τὰ ἀλλότρια. Τί γὰρ ἂν γένοιτο ἀνοητότερον τοῦ μέγα φρονοῦντος ἐπὶ τοῖς οὐχ ἑαυτοῦ; Θρόνος δόξης. Περὶ τῆς τοῦ Θεοῦ λέγει βασιλείας, ὅτι ἀνάλωτός ἐστι καὶ ἀχείρωτος, καὶ μένει ἐφ' ἑαυτῆς, κἂν μηδεὶς ᾖ. Ἁγίασμα. Οὐχὶ ναὸς, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλὰ Θεὸς μόνος. Καταισχυνθήτωσαν. Οὐ γὰρ ἔχουσιν ἀσφάλειαν. Ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς. Συνεχῶς τοῦτο αὐτὸ καλεῖ τὸν Θεὸν ὁ προφήτης οὗτος. Τίνος ἕνεκεν; Ὅτι πάντα παρ' αὐτοῦ τὰ ζωὴν ποιοῦντα, ἣν καὶ οὐθὲν Fort. ᾧ καὶ οὐδὲν ἐνέλιπεν. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι. Τοῦτο ἐπ' ἀνθρώπου εἰπεῖν οὐκ ἔνι· πολλάκις θεραπεύει, ἀλλ' οὐκ ἰᾶται ὁ κάμνων. Οὐκ ἔστι διαπεσεῖν τὴν ἐλπίδα τὴν εἰς σέ. Καὶ τί ἔκαμνες, φησὶν, ὦ οὗτος; ἴασαι ψυχὴν ἀῤῥωστοῦσαν· εἰκὸς γὰρ ἀπὸ τῶν ὀνειδισμῶν θορυβεῖσθαι αὐτόν. Σῶσόν με καὶ σωθήσομαι. Θεῷ μόνῳ τοῦτο ἔστιν εἰπεῖν. Ὠριγένους in al. Τοῦ Χρυσοστόμου. Τί δήποτε τοῦτ' ἔστιν; Ἐπειδὴ συνεχῶς ἀπειλεῖ τὰ δεινὰ, αὐτοὶ δὲ διηπίστουν τοῖς λεγομένοις σκώπτοντες εἰς αὐτὸν ἀεὶ ἔλεγον· Ἐλθέτω. Ἀλλ' ἐγὼ, φησὶν, οὐκ ἀπέκαμον καὶ ὀνειδιζόμενος.* Σὺ ἐπίστασαι τὰ ἐκπορευόμενα ἐκ τῶν χειλέων μου πρὸ προσώπου σου. Τουτέστι, Σὺ οἶδας, ὅτι ἀληθεύω.* Μὴ γένῃ μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου σὺ ἐν ἡμέρᾳ πονηρᾷ. Τουτέστι, Μὴ ὀφθείην ψευδόμενος, μή ποτε διαχειρίσωνταί με.* Καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ. Οὐχὶ τὸ αὑτοῦ ζητῶν ἐνταῦθα ταῦτά φησιν· ἀλλ' ἐπειδὴ ἐκοινώνει αὐτοῦ τῇ αἰσχύνῃ ἡ προφητεία διὰ τοῦτό φησιν· εἰ γὰρ ἐπιμένοντες τοῖς δεινοῖς ἔμελλον μὴ δώσειν δίκην, κατῃσχύνθη ἂν ὁ προφήτης.* Τουτέστι, Δίκην δότωσαν οὗτοι, καὶ μὴ ὀφθείην ἐγὼ ψευδόμενος. Δισσὸν σύντριμμα. Τί ποτε τοῦτό ἐστιν; Ἐπειδὴ οὐδαμοῦ εἶπε· Διπλᾶ ἀνταποδώσω τὰ ἁμαρτήματα ταύτης· οὗτος σωφρονιστικὸς ὁ λόγος ἐστίν.* Τάδε λέγει Κύριος· Φυλάσσεσθε ταῖς ψυχαῖς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καὶ τὰ ἑξῆς. Προσετάχθησαν ἀργεῖν τὸ Σάββατον, ἐπὶ τῷ ἐξιλεοῦσθαι τὰ ἁμαρτήματα. Οἱ δὲ ἐμπορίας πρόφασιν ἐποιοῦντο τὴν ἡμέραν, καὶ συναλλάγματα εἰργάζοντο. Κωλύει τοίνυν αὐτοὺς ταύτης τῆς πράξεως. ΚΕΦΑΛ. ΙΗʹ. Ἀνάστηθι. Τίνος ἕνεκεν αὐτὸν εἰς τὸ κεραμεῖον κατάγει; ἐπειδὴ ἔλεγον, Ποῦ ἐστιν ὁ λόγος τοῦ Θεοῦ; Ἐλθέτω, καὶ ἐνόμιζον αὐτὸν μὴ δύνασθαι, κατάγει αὐτὸν ἐκεῖ. Τίνος οὖν ἕνεκεν καὶ τῆς θεωρίας ἐδέησεν; Οὐ γὰρ ἐνῆν εἰπεῖν καθὼς ὁ κεραμεὺς, Οὐ δυνήσομαι; Ἀλλὰ πιστικώτερον καὶ ἐναργέστερον ἐποίει τὸν λόγον ἡ ὄψις. Καὶ κατέβη. Τί βούλεται ἡ ἀνάπαυσις Forte ἀνάπλασις; Ὅτι καὶ πεσόντας ὑμᾶς ἀνανεῶσαι δυνήσομαι. Οὕτως εὔκολον ἐμοὶ πάντα ποιεῖν. Ἰδοὺ ὡς ὁ πηλός. Διεπέσατε καὶ ὑμεῖς, δυνήσομαι διορθώσασθαι ὑμᾶς. Πέρας λαλήσω. Μὴ γὰρ ἐπειδὴ εἶπον ἅπαξ, ἐκβῆναι δεῖ; Ἔστιν ὑμῖν σωτηρίας ἐλπὶς, ἐὰν προσέχητε ἑαυτοῖς καὶ μεταβάλησθε. Μήτε γοῦν ἐπὶ τοῖς ἀγαθοῖς πρὸς τοὺς πατέρας θαῤῥήσητε, μήτε ἐπὶ τοῖς κακοῖς τοῖς περὶ ὑμῶν λεγομένοις ἀπογνῶτε. Τίνος ἕνεκεν ἔτι πλάσω; ἔτι λογίζομαι; διδοὺς ὑμῖν αὐτοῖς προθεσμίαν μετανοίας. Καὶ εἶπαν, κ. τ. λ. Τί τούτου γένοιτο ἂν χεῖρον; Ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ. Ὥσπερ ἐκεῖνα ἀνάγκη εἶναι, οὕτω καὶ ὑμᾶς ἀνάγκη· καὶ πολλῷ μᾶλλον τῶν φυσικῶν, τοῦτο ἀναγκαιότερον ἦν, καὶ οὐχ οἷόν τε διαπεσεῖν. Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; Ἢ ἐκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; Ἀκρώρειά τις ἦν πέτρα καλουμένη Μαστοί. Λέγει τοίνυν, ὅτι ὥσπερ οὐκ ἔνεστιν ἐκεῖθεν ἐκλείπειν ὕδωρ, ἢ χιόνα τοῦ Λιβάνου, καὶ ὕδωρ φερόμενον βιαίως οὐκ ἄν, ποτέ τις παρατρέψειε, μὴ κατ' εὐθεῖαν φέρεσθαι, οὕτως ὁ λαὸς καὶ ἀδιαλείπτως ἥμαρτε, καὶ σφοδρῶς εἴχετο τῆς παρανομίας. Ὅτι ἐπελάθοντό μου. Οὐχ ὡς ἐκεῖνα ἴσ. οὐ τόσον ἐκ. θαυμαστὰ εἰ παρέβη ὡς ταῦτα. Ὅταν γὰρ μηδὲν κέρδος ᾖ ἀπὸ τῆς ἀποστάσεως, πῶς οὐ θαυμαστόν;* Καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιστῆναι τρίβους οὐκ ἐχούσας ὁδόν. Σχοινίοις, τουτέστι, τῆς γῆς τὴν κληρονομίαν· ἀσθενήσαντες τοίνυν ἐντεῦθεν, φησὶν, ἐξελεύσονται, ὥστε αὐτὸν πορευθῆναι, καὶ ξένην ὁδόν· ἵνα εἴπῃ τὴν τῆς αἰχμαλωσίας. Διὰ τοῦτο καὶ σωματικῶς αὐτοῖς συνέβη· τοιαύτην ὥδευσαν ὁδὸν ἄβατον καὶ τραχεῖαν, ὡς πάντας κινεῖν κεφαλὰς αὐτῶν. Ὅταν γὰρ μεγάλα ᾖ τὰ δεινὰ, οὐδὲ λόγῳ παριστῶμεν αὐτὰ, ἀλλὰ συριγμῷ καὶ κινήσει κεφαλῆς.* Ὡς ἄνεμος καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. Τουτέστιν, ὡς ἐν καύσωνι ἄνεμος θερμὸς σφοδρῶς φλέγειν οἶδε τὰ εὔθρυπτα· οὕτω καταναλώσω τοὺς Ἰουδαίους.* Καὶ εἶπον· Δεῦτε, καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολείπεται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου. Δεῦτε, καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ οὐκ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. Ὃ λέγει τοῦτό ἐστιν· Εἶπον, φησὶ, παρ' ἑαυτοῖς, ὅτι Οὐκ ἐνδέχεται προφήτου λόγον διαμαρτεῖν, ὥσπερ οὐδὲ ἱερέως χρησμόν· νόμον γὰρ λέγει τὸν διὰ τοῦ ἐφοὺδ λόγον λεγόμενον· ἵνα τοίνυν, φησὶ, μὴ εἰς ἔλεγχον ἡμῶν καθιστάμενος ἐλέγχῃ τὰς παρανομίας, καὶ λέγῃ τὰς συμφορὰς, σκευωρησάμενοι αὐτὸν ἀνέλωμεν. Τὸ δὲ, Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, τουτέστιν, εὕρωμεν αὐτῷ ἁμαρτίαν, ἢ εἰς Θεὸν, ἢ εἰς βασιλέα, ἵνα οὕτως εὐπροσώπως τὴν κατ' αὐτοῦ ἐνέγκωμεν ψῆφον. Ὅρα, πῶς ἐπίστευον τοῖς λεγομένοις. Ὢ τῆς ἀνοίας! Ὁ τοσαύτην δοὺς ἰσχὺν τῷ προφήτῃ, καὶ ἱερεῖ ὄντι, οὐ πολλῷ μᾶλλον αὐτοῦ φείσεται; συγκόπτεις τὸν ἰατρὸν, τὸν διδάσκαλον, τὸν ὁδηγόν· σβεννύεις τὸ φῶς, ἵνα μὴ βλέπῃς, πῶς λοιδορεῖ; Καὶ ἀκουσόμεθα τῶν λόγων ἐκ στόματος αὐτοῦ. Τοῦτό φησιν· Ἐκκόψωμεν αὐτοῦ τὴν φωνὴν, καὶ ἐξέλωμεν τὴν γλῶτταν· τὸν ἔλεγχον στήσωμεν, παύσωμεν τὸν κατήγορον. Τί γὰρ Ἱερεμίας γλώσσῃ βοᾷ; Οὐχὶ τὰ πράγματα βούλεσθε μὴ ἀκούειν; Παύσασθε τὰ τοιαῦτα ποιοῦντες, ἐφ' οἷς ὑμῶν κατηγορεῖ ὁ προφήτης, νῦν δὲ ταῦτα ποιοῦσιν· ὥσπερ ἂν εἴ τις κάμνων πρὸς ἑαυτὸν μὲν μὴ ὀργίζοιτο, ὅτι πυρέττοι διὰ ῥᾳθυμίας, τοὺς δὲ ἐλέγχοντας καὶ λέγοντας, ὅπως στήσεται τὸ κακὸν, διώκοι καὶ ἀποστρέφοιτο. Εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά. Πολλὴ ἡ κακία, καὶ ἡ θηριωδία ὑπερβάλλουσα, καὶ ἔσχατος πονηρίας ὅρος. Εἰ γὰρ τὸ μὴ ἀνταποδιδόναι κακὰ ἀντὶ κακῶν προστετάγμεθα, ἀλλὰ καὶ ἀγαθὰ ἀντὶ κακῶν. Εἰ ὁ μηδὲν παθὼν ἀγαθὸν, ἀδικῶν ἄδικος· ὁ μετ' εὐεργεσίας τοιοῦτος ὢν, ποῦ τετάξεται; Οὐκ ἔχει φύσιν ἡ κακία, φησὶν, ἡ τούτων, πάντα λόγον ὑπερβαίνει τὰ τῆς πονηρίας αὐτῶν. Ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι. Τουτέστι, τὴν τιμωρίαν ἀποκρυψάμενοι ὡς φίλοι προσῄεσαν. Τινὲς δὲ ἔφασαν, ὡς γυναῖκα αὐτῷ ἐπέῤῥιψαν· ἕωλον δέ· οὐ γὰρ ἂν αὐτὸ ἐσιώπησεν ὁ προφήτης. Μνήσθητι, Κύριε. Καίτοι ταύτης μεῖζον τί γένοιτ' ἂν τῆς εὐεργεσίας, ἢ τὸν Θεὸν ἐκπεπολεμωμένον ἐθελῆσαι καταλλάξαι αὐτούς; ἀλλ' οὐκ ἠθέλησαν. Διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν. Εἶτα κατεύχεται αὐτῶν ἀράς τινας χαλεπάς· τοὺς γὰρ τοιούτους κἂν ἀναιρεθῆναι ἐχρῆν, πολλάκις ἐπιβουλευθεὶς οὐκ ἀπέστη, καὶ οὐδὲν πλέον ἐγένετο. Γενέσθωσαν αἱ γυναῖκες. Παντελῆ ἀναίρεσιν ἐνίων κατεύχεται, ἵνα μὴ ἐπιμένοντες, τοὺς λοιποὺς βλάπτωσι· καὶ κραυγὴν ἀξιοῖ γενέσθαι, ὥστε διάδηλον εἶναι τὴν συμφοράν. ΚΕΦΑΛ. ΙΘʹ.* Τότε εἶπε Κύριος πρός με· Βάδισαι, καὶ κτῆσαι βίκον ὀστράκινον πεπλασμένον. Τουτέστι ξέστην. Καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τεθνηκότων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν θυρῶν τῆς πύλης τῆς Χαρσίδις. Πολυάνδριον τεθνηκότων λέγει τὸν τόπον ἔνθα ὁ Ἀσσύριος ἀνῃρέθη, καὶ τῶν Ἰουδαίων ὑπὸ τοῦ Χαλδαίου πολλοὶ διεφθάρησαν. Ὡς οὖν τόπου ὑπομνῆσαι αὐτοὺς, καὶ τῆς προτέρας εὐεργεσίας, καὶ τῆς μετὰ ταῦτα τοῦ Θεοῦ ἀποστροφῆς, ἐπὶ τοῦ τόπου ἐκείνου προσέταξεν εἰπεῖν, ἅπερ ἔμελλε λέγειν ὁ προφήτης. Καλῶς αὐτὸν εἰς τὸν τόπον παραπέμπει τῶν ἁμαρτημάτων, ἔνθα ἐθυμίων, φησὶ, τῷ Βάαλ, καὶ τοὺς υἱοὺς αὐτῶν κατέκαιον πυρί.* Καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθώων, καὶ ᾠκοδόμησαν τὰ ὑψηλὰ τῷ Βάαλ. Ὑψηλὰ, κατὰ τὸ σύνηθες τῆς θείας Γραφῆς, τοὺς βωμοὺς λέγει. Βάαλ δὲ νῦν τὸ εἴδωλον αὐτό.* Τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ, ὁλοκαυτώματα τῷ Βάαλ. Ἕτερον εἶδος ἀσεβείας λέγει, ὃ τελευταῖον ἐπενθήθη. Ἐγκαλέσας γὰρ αὐτοῖς, ὡς εἴδωλον ποιήσασι, καὶ περὶ τὴν τοῦ Πλούτωνος θεραπείαν ἐσχολακόσι, μετὰ τὴν τοῦ Σεναχηρὶμ ἀναίρεσιν· Τούτῳ τοίνυν, φησὶ, τῷ εἰδωλίῳ ὁλοκαυτώματα ἐποιεῖτε τῷ τοῦ Πλούτωνος, ὡσανεὶ κρείττους τοῦ θανάτου ἐσόμενοι. Καὶ ὅτι περὶ τούτου λέγει, μηνύει τὰ ἀκόλουθα. Φησὶ γάρ·* Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ διάπτωσις, καὶ πολυάνδριον υἱοῦ Ἐννώμ. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Διάπτωσις τοῦ Τοφὲθ, ὅπερ ἐστὶ, Βωμὸς τῆς κόρης. Υἱοῦ δὲ Ἐννὼμ ἡρμήνευσαν, ἀπὸ τοῦ τὸν τόπον τοῦ Ἐννὼμ εἶναι· σαφεστέρα δὲ κεῖται ἡ ἔννοια παρὰ τῷ Ἑβραϊκῷ διελέγχουσα αὐτῶν τὴν ἀσέβειαν. Ἀλλὰ τὸ πολυάνδριον τῆς σφαγῆς, τουτέστιν, κοιλὰς σφαγῆς· οὕτω γὰρ ὁ Ἑβραῖος ἔχει. Σημειωτέον δὲ καὶ ἐνταῦθα, ὡς τὸ πολυάνδριον, ἀπὸ τοῦ πλήθους τῶν ἀναιρεθέντων ἡρμήνευσαν αὐτὸ οἱ ἑρμηνεύσαντες. Ὅτι δὲ περὶ τοῦ Τοφὲθ νῦν διαλέγεται, ὅπερ ἡρμήνευσεν υἱοῦ Ἐννὼμ, μηνύει προϊών. Φήσας γὰρ, ὅτι συνέτριψε τὸν βίκον κατὰ πρόσταγμα τοῦ Θεοῦ, ἐπάγει· Τάδε λέγει Κύριος. Ὥστε ἀνίατον εἶναι τὴν πληγὴν αὐτῆς, ἔδωκα ὑμῖν σωτηρίας ἐλπίδα· εἶπον· Ἀποστρέψω τὸ ἔθνος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν βασιλείαν οὐ προσέσχετε. Ἀναιρῶ καὶ ταύτην τὴν παραμυθίαν, ἐκκόπτω καὶ ταύτας τὰς ἐλπίδας.* Καὶ ἔσονται οἱ οἶκοι Ἱερουσαλὴμ, καὶ οἱ οἶκοι βασιλέων Ἰούδα, καθὼς ὁ τόπος ὁ διαπίπτων. Τουτέστιν, ὅπου ἔπεσαν οἱ Βάρβαροί ποτε τῇ πόλει ἐπελθόντες. Πάντες οἱ οἶκοι βασιλέων Ἰούδα ὡς τόπος τοῦ Τοφὲθ ἕνεκεν τῶν ἀκαθαρσιῶν, ὧν ἐποίησαν ἐν πάσαις ταῖς οἰκίαις. Ἐθυμίων ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Τουτέστιν, οὕτω καὶ νῦν διαπεσεῖται πᾶς Ἰούδας, καὶ τῶν βασιλέων οἱ οἶκοι διὰ τὸν τόπον τοῦ Ταφὲθ, τουτέστι, τὸν βωμὸν τοῦ Πλούτωνος, καθὼς διέπεσον οἱ ἐπελθόντες τῇ πόλει. Καὶ προϊών φησι·* Καὶ ἐν τῷ Ταφὲθ θάψουσι παρὰ τὸ μὴ ὑπάρχειν τόπον τοῦ θάψαι. Ἐπειδὴ οὖν περὶ πολλοῦ ποιοῦνται τὸν τόπον, καὶ ὡς θεὸν θεραπεύοντες, ἀκάθαρτον οὐδὲν εἰσῆγον, ἀπειλεῖ αὐτοῖς νεκρῶν πληρῶσαι τὸν τόπον. ΚΕΦΑΛ. Κʹ. Καὶ ἤκουσε Πασχώρ. Ὅρα πόσον ἔγκλημα, καὶ ἱερεὺς ἦν, καὶ ἱερέα, καὶ προφήτην, καὶ τοιαῦτα λέγοντα. Ὃν ἐχρῆν πενθεῖν, διεμάνθανε ἴσ. ὅτι ἐμάνθανε διά τε λόγων καὶ ἔργων τὴν πονηρίαν αὐτῶν, ἵνα μὴ θαυμάζῃ ἐπὶ τῇ αἰχμαλωσίᾳ. Καὶ ἐπάταξε Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταῤῥάκτην, τουτέστιν, εἰς τὸ συγκλειστήριον. Ὃς ἦν ἐν πύλῃ Βενιαμὶν οἴκου ἀποτεταγμένου, τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου. Οἴκου ἀποτεταγμένου, τουτέστι, φυλακῆς· καταῤῥάκτην δὲ, ἀπὸ τοῦ σχήματος ὠνόμασεν· ὑπερῴου δὲ, διὰ τὸ ἐν τῇ αὐλῇ εἶναι, ἵνα εἴπῃ, ὑπαίθρου· τὸ δὲ, ὃς ἦν ἐν οἴκῳ Κυρίου περὶ τοῦ Πασχὼρ λέγει, ἀντὶ τοῦ, Ὁ ἱερεὺς ὁ ἐν τῷ οἴκῳ σχολάζων, οὗτος αὐτὸν τῷ ἐγκλειστηρίῳ παρέδωκεν. Καὶ εἶπεν αὐτῷ Ἱερεμίας. Πῶς οὐκ ἐφοβήθη ταῦτα εἰπεῖν οὗτος; Πῶς δὲἐκεῖνος ἐξέβαλεν; εἰ γὰρ καὶ ἐμίσουν τοὺς ἄνδρας ἴσ. τὸν ἄνδρα, ἀλλ' οὐκ ἠδύναντο περαιτέρω τὴν κακίαν ἐνδείκνυσθαι, τοῦ συνειδότος ἐλέγχοντος αὐτούς. Οὕτω καὶ Ἡρώδης τὸν Ἰωάννην· ἠγάπα γὰρ, τοσοῦτον μόνον, μὴ ἀκούειν τὰ λεγόμενα.* Οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σοι, ἀλλ' ἢ μέτοικον κύκλωθεν. Ὁ Ἑβραῖος, παραβολὴν ἔφη, ἀντὶ τοῦ μέτοικον. Τὸ δὲ, κύκλωθεν, ἀντὶ τοῦ, πᾶσι τοῖς ἔθνεσιν. Ἡ δὲ κατὰ τούτου προφητεία ἀπέβη ἐπὶ τοῦ Ἰωακεὶμ καὶ Ἰεχονίου. Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην. Τάχα πολλοῖς δοκεῖ ὁ προφήτης οὗτος τολμηρῶς φθέγγεσθαι· νυνὶ δὲ τὸν Θεὸν ἀπατᾷν φησι, καὶ παίζειν εἰς ἡμᾶς· ἀλλὰ μὴ ἴδωμεν ὅτι ταῦτά φησι. Τῆς γὰρ ὀδύνης ἐστὶ τὰ ῥήματα· εἰ γὰρ καὶ προφήτης ἦν, ἄνθρωπος ἦν. Τίνος ἕνεκεν ἠπάτησάς με; εἰπών. Ὡς τεῖχος χαλκοῦν ὀχυρὸν θήσω σε, καὶ πολεμήσουσι πρὸς σὲ, καὶ οὐ μὴ δύνωνταί σοι. Ἐπεὶ οὖν αὐτὸν οὕτω συνέκλεισε αὐτὸν οὕτω συνέκλεισαν, ταῦτά φησι· Καὶ μὴν οὐ περιεγένοντο· εἰ γὰρ ἀνεῖλον, ἔσβεσαν ἂν τὴν παῤῥησίαν. Ὅρα μοι τὰ ἀποστολικὰ ἐνταῦθα διατυπούμενα, ἀλλ' ἐκείνων οὐδεὶς οὐδέποτε τοῦτο εἶπεν, οὐδὲ ἀπωδύρατο. Ἀλλὰ καὶ τοὐναντίον φησὶ, Νῦν χαίρω ἐν τοῖς παθήμασί μου. Μὴ γὰρ τοῦτο ὁ Θεὸς ἐπηγγείλατο, μηδέν σε παθεῖν δεινὸν, τῷ μὴ ἴσ. ἢ τὸ μὴ πάσχοντα ἁλῶναι;* Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην· ἐκράτησάς με, καὶ ἐδυνήθης. Δυσφορεῖ ἐπὶ τοῖς παρὰ τοῦ λαοῦ ὀνείδεσιν ὁ προφήτης· ὡς γὰρ ψευδομένου κατέδραμον ἐπεὶ μὴ παραχρῆμα τὴν τιμωρίαν ἐπήγαγεν ὁ Θεός. Ἐπάγει γοῦν· Ἐγενόμην εἰς γέλωτα πᾶσαν ἡμέραν. Διετέλεσα μυκτηριζόμενος. Εἶτα ἐπὶ τίσιν, ἐπάγει, Ἐκράτησας. Ἴσχυσας ὡς δυνατὸς καὶ ἄκοντά με χειροτονῆσαι. Οὐ κίνδυνοι μόνον, οὐδὲ ἐπιβουλαὶ καὶ θάνατοι, ἀλλὰ καὶ σκώμματα, καὶ ὀνείδη, καὶ γέλως, καὶ ταῦτα οὐχ ἧττον ἐκεῖνον λυπεῖ. Ὅτι μικρῷ λόγῳ μου γελάσομαι. Τουτέστιν, ἐφ' αἷς προλέγω συμφοραῖς γελῶμαι, ὡς ψευδόμενος. Τὴν δὲ αἰτίαν μάλιστα τῆς λύπης, ἀπὸ τῶν ὑπὸ τοῦ Πασχὼρ εἰς αὐτὸν γενομένων ἔσχηκε. Δῆλος γάρ ἐστιν οὗτος, ὅτι ὡς δύσφημον καὶ ψευδόμενον ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, δίκας ἀπαιτῶν τῆς λοιδορίας. Ἀθεσίαν, καὶ ταλαιπωρίαν ἐπικαλέσομαι. Πολλὴ τοῦ δικαίου πρὸ τὸν Θεὸν παῤῥησία. Τοῦτο γὰρ βούλεται εἰπεῖν, ὅτι Ἐπιβοῶμαί σε, ὡς βιαζόμενος παρὰ σοῦ· εἶπες γὰρ κηρύξαι αἰχμαλωσίαν, καὶ ἠθέτησάς με οὐκ ἐπάγων τὴν τιμωρίαν, καὶ τὴν συμφορὰν, ἣν ἐκήρυξα τῇ πόλει. Τινὲς δὲ οὕτως ἡρμήνευσαν, ὅτι Ἐπαγγειλάμενός μοι, ὡς τεῖχος ποιεῖν χαλκοῦν, καὶ ὡς στῦλον σιδηροῦν ἅπασι τοῖς βασιλεῦσι προέτρεψας, καὶ τούτοις κηρύξαι ἐλπίσας τοῖς λόγοις, καὶ τρόπον τινὰ ἀπατηθεὶς, οὐκ ἂν ἐδυσάμην ἀνεδυσάμην τὸ προφητεῦσαι καὶ τὰ πάνδεινα ὑπομένων διατελῶ. Τουτέστι, γελασθήσομαι. Οὐκ ἤρκεσέ μοι, φησὶν, ἡ πικρία, ἀλλὰ καὶ γέλως· οὐκ ἤρκεσεν ἡ ὀδύνη τῆς ψυχῆς, ἀλλὰ καὶ χλευασία. Ὅτι ἐγενήθη. Διατί οὐκ ἐκβαινόντων τῶν προλεγομένων ἁπάντων, ἐχλεύαζον καὶ ἐγέλων; Καὶ εἶπα· Οὐ μὴ ὀνομάσω. Ὅρα φιλοσοφίαν, πῶς ἐλάττωμα τηλικοῦτον οὐκ ἀπέκρυψε· πῶς τὴν ἀσθένειαν οὐ συνεκάλυψε τὴν ἑαυτοῦ· ἀλλ' ἐξεπόμπευσε καθάπερ ἔν τινι στήλῃ τὴν τῶν λογισμῶν ἀῤῥωστίαν. Καὶ ἐγένετο ὡς πῦρ. Περὶ τοῦ Πνεύματος, φησὶ, τοῦτο λέγει. Ἐκράτησας, καὶ ἄκοντά με ἐνέβαλες, ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Καὶ ποῖον κέρδος, εἰπέ μοι, κατὰ ἀνάγκην προφητεύειν; Ποία δὲ ἀρετή; Καὶ μετ' ὀλίγα· Ὁρᾷς ὅταν δέῃ τι γίνεσθαι τῶν χρησίμων, καὶ ἀνάγκην ἐπιτίθησιν ὁ Θεός. Οὐ γὰρ δεῖ δι' ἀτονίαν τὴν τούτου, τοὺς μέλλοντας ἀπόλλυσθαι κερδαίνειν leg. μὴ κερδαίνειν. Ὡς πῦρ καιόμενον φλογιζόμενον, καὶ συνεχόμενον ἐν τοῖς ὀστέοις μου, καὶ πάρειμι πανταχόθεν, καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων ἐπ' ἐμὲ, καὶ τὰ ἑξῆς. Τό· Ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων ἐπ' ἐμὲ, καὶ τὰ ἑξῆς, ἀποδίδοται τῷ· Καὶ εἶπον· Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ ὀνομάσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Τὴν γὰρ αἰτίαν τῆς σιωπῆς τέθεικε. Τὸ δὲ, Ἐγένετο ἡ καρδία μου, ὡς πῦρ καιόμενον, καὶ τὰ ἑξῆς, ἐν μέσῳ κεῖται· ἡ δὲ ἔννοιά ἐστιν αὕτη, ὅτι Ἐγὼ μὲν μόνον ἐβουλευσάμην σιωπῆσαι, εὐθὺς δὲ ὡς πῦρ μου διέδραμε τὴν διάνοιαν, καὶ ὡς παρειμένος γέγονα, τουτέστιν, ὥσπερ ἡμίξηρος, ἀφωνίαν καταδικασθεὶς τρόπον τινὰ, καὶ κινεῖν τὰ μέλη οὐ δυνάμενος. Ἡ δὲ τῆς σιωπῆς αἰτία μοι γέγονεν οὐκ ἀπὸ τοῦ Θεοῦ καταφρονεῖν, ἀλλ' ἀπὸ τοῦ πολλὴν τὴν πονηρίαν τῶν ὁμοφύλων ὁρᾷν.* Ἐπισύστητε, ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ. Τουτέστι, Συμβούλιον ἐποιήσαντο κατ' ἐμοῦ, οὐχ οἱ τυχόντες, ἀλλ' οἱ δοκοῦντες εἶναι φίλοι.* Τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτό. Τουτέστιν, ὑποκρινοῦμεν αὐτὸν, ὥστε ἐν ταῖς πράξεσιν αὐτοῦ εὑρεῖν τι ἔγκλημα. Ὅτι ἤκουσα. Τί γένοιτ' ἂν ἴσον τῆς ἀνδρίας ταύτης; ἐντεῦθεν ἐχλευάζοντο ἐκεῖθεν ἔπασχον δεινῶς. Ὁ δὲ Κύριος μετ' ἐμοῦ. Πῶς οὖν ἔλεγες, ὅτι Ἠπάτησάς με, ὅτε ταῦτα ἔπασχες; ἐδίωξαν, καὶ οὐκ ἠδύναντο νοῆσαι. Οὐχὶ καὶ ταῦτα προεῖπεν ὁ Θεός; οὐχὶ τὰ μέλλοντα ἐδήλωσεν; ἄπειρος ἦν ἐν τοῖς προοιμίοις ὁ προφήτης· τὰς τιμὰς αὐτῶν οὐκ ἐνόησαν· αἰσχύνης γὰρ ὄντωςἁμάρτημα γέμον, μὴ μεταβάλλεσθαι, ἀλλὰ τὸν ἐλέγχοντα ἀναιρεῖν, ἵνα ἐν πλείονι σκότῳ τὰ κακὰ γένηται.* Καθὼς μαχητὴς ἰσχύων, διὰ τοῦτο ἐδίωξαν, καὶ οὐκ ἠδύναντο γνωρίσαι. Τουτέστιν, Οὐ συνεχώρουν τοῦ Θεοῦ τὴν εἰς ἐμὲ πρόνοιαν, καὶ μετεβάλλοντο τὴν γνώμην, ἀλλ' ἐπέμενον τῇ κακίᾳ.* Ἠσχύνθησαν σφόδρα, ὅτι οὐκ ἔγνωσαν ἀτιμίας αὐτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται. Τουτέστι, Διήμαρτον τοῦ σκοποῦ. Καὶ οὐδὲ οὕτως ἐλογίσαντο, ὡς ἀφ' ὧν πράττουσι μειζόνως ὑπὸ δίκην ἑαυτοὺς ἄγουσι· τοῦ Θεοῦ οὐδεμίαν λήθην τῆς αὐτῶν κακίας ποιουμένου, ἀλλ' ἀπαιτοῦντος τῆς τόλμης τὴν δίκην. Κύριε, δοκιμάζων δίκαια. Ταῦτα λέγω, ἵν' ὅταν ἀκούσῃς τοῦ Θεοῦ λέγοντος, Μὴ προσεύχου, καὶ τὸν προφήτην ἴδῃς προσευχόμενον, μὴ τὸν ἄνθρωπον τοῦ Θεοῦ φιλανθρωπότερον εἶναι νομίσῃς, ἀλλὰ μηδὲ κατὰ μικρὸν ἐγγύς. Ὅρα οὖν καὶ ἀπὸ μικρᾶς ὕβρεως θορυβούμενον, σκανδαλιζόμενον, καίτοιγε εἰδότα, ὅτι ἐν ἀσφαλείᾳ ἔσται καὶ εἰρήνῃ, τὸν δὲ Θεὸν καθ' ἑκάστην ὑβριζόμενον, καὶ ὕβρεις χαλεπὰς καὶ ἀφορήτους ἐμπαροινούμενον. Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην. Πρὸ τούτου μὲν τὴν μητέρα ἐθρήνει, νῦν δὲ τὴν ἡμέραν· οὐ πρὸς τὸν Θεὸν, ἀλλὰ πρὸς τὰ δεινὰ ἀποτεινόμενος, ὡς καὶ ἕτερος προφήτης, Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; τοῦτο καὶ Ἰώβ· Ἵνα τί μοι συνήντησαν γόνατα; Τοῦτο καὶ οὗτος, τοῦτο καὶ ἕτεροι τῶν προφητῶν. Ἀποδυσπετεῖ ὁ προφήτης, ἀναγκαζόμενος κατὰ τοῦ λαοῦ λέγει, καὶ ἐντυγχάνει τῷ Θεῷ, καὶ ὁρῶν ἐκείνους μὴ μεταβαλλομένους, καὶ πάσχων μὲν δεινὰ ὑπὸ τῶν ἀκουόντων, ἀναγκαζόμενος δὲ πάλιν τὰ παραπλήσια λέγει. Ἐπικατάρατος ὁ ἄνθρωπος ὁ. Τί λέγεις; Τί καὶ τὸν ἄνδρα καταρᾶσαι, Οὐχὶ πρὸ μικροῦ αὐτὸς ἔλεγες, Εἰ ἀνταποδίδοτε κακὰ ἀντὶ ἀγαθῶν, καὶ σὺ ἀντὶ εὐαγγελίων τοῦτο ἐποίησας, καὶ ἐγκαλεῖς ὅτι οὐκ ἀπέκτεινε; Πῶς οὖν ἐγκαλεῖς, ὅτι ἀνελεῖν σε θέλουσιν οἱ Ἰουδαῖοι; Εἰ γὰρ τότε ἀποθανεῖν καλὸν, πολλῷ μᾶλλον μετὰ τὴν πεῖραν. Πῶς οὖν οὐ βούλει; Ὁρᾷς οὐδαμοῦ λόγον ἔχοντα τὸν θρῆνον; θρῆνος γάρ ἐστιν αἴτιος, ἀλλὰ καὶ ὑπὸ τεθορυβημένης λεγόμενος ψυχῆς, καὶ οὐδὲν διεσκεμμένης, ἀλλ' ἓν ζησούσης μόνον, ἀποθέσθαι τὸ βάρος. Καὶ μετ' ὀλίγα. Καὶ οὐχ ἁπλῶς καταράσασθαι ἐκεῖνον, ἀλλ' ὡς τὰς πόλεις ἃς ἀνεῖλεν ὁ Θεὸς, καὶ οὐ μετεμελήθη· τοσαύτην ὑποστήτω τιμωρίαν ὁ εἷς, ὅσην αἱ πόλεις πᾶσαι. Τί λέγεις, εἰπέ; Ὅτι εἶπεν· Μὴ γὰρ τὸ εἰπεῖν αὐτὸν τοῦτο, αἴτιον γέγονε τοῦ τεχθῆναί σε; Τὸ τεχθῆναί σε αἴτιον τοῦ εἰπεῖν γέγονεν. Εἰ δὲτοῦτο, πολλῷ μᾶλλον τὴν μητέρα τὴν τεκοῦσαν, ἢ τὸν σπείραντα πατέρα, μᾶλλον δὲ οὐδὲ τοῦτον, οὐδὲ ἐκείνην. Ποῖος ἂν ἀνὴρ μεθύων τοιαῦτα εἶπε, καὶ πολέμιος ἄδικος; Ποῖος Βάρβαρος; Τίς ὠμὸς ἄνθρωπος ἐν μήτρᾳ ἀναιρεῖ; Ἀλλ' ἀποδυσπετοῦντος ταῦτά ἐστι τὰ ῥήματα. Ἵνα τί τοῦτο ἐξῆλθον; Οὐκέτι λοιπὸν εὔχεται, ἀλλὰ τῇ αἰσχύνῃ ἐπαρᾶται καὶ τῇ ἁμαρτίᾳ· ἔστι γὰρ ἐν δόξῃ αἰσχύνη καὶ χάρις, καὶ ἔστιν αἰσχύνη ἐν ἁμαρτίᾳ· μεγάλα γὰρ καὶ κακὰ ἐργάζεται τοῦτο τὸ πάθος· ὁρᾷς ὅτι οὐ φύσεώς ἐστιν ἡ κακία; οὐδεὶς γὰρ ἂν ἔσχε ποτὲ ἀγαθόν. Τοῦτο δὲ ἐξ ἀρχῆς ἔγκειται τῇ αἰσχύνῃ. ΚΕΦΑΛ. ΚΑʹ. Ὁ λόγος ὁ γενόμενος. Ὅρα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· ἠπείλησε πολλὰ διὰ ῥημάτων, οὐκ ἔπεισεν· ἐκάκωσε τὸν προφήτην· ἔδειξεν αὐτῷ τὰ μέλλοντα διὰ τύπου, διὰ ῥάβδου, διὰ λέβητος, διὰ περιζώματος, διὰ τοῦ βίκου. Ὑπέσχετο μυρία ἀγαθά· ἐπήγαγε καὶ τὴν πληγὴν τῆς ἀβροχίας· ἔτι χείρους ἦσαν. Ἐπάγει λοιπὸν αὐτοὺς τοὺς πολέμους αὐτοῖς. Ἐπειδὴ γὰρ τῷ προσηνεῖ καὶ γλυκεῖ φαρμάκῳ εἶξαι οὐκ ἠθέλησαν, ἐπάγει τινὰ τομήν. Ἀλλ' ὅρα καὶ ἐνταῦθα τὴν φιλανθρωπίαν· ἵνα γὰρ μή τις λέγῃ, ὅτι καὶ πλῆξαι ἐχρῆν· καὶ τοῦτο ποιεῖ, καὶ πανταχοῦ ἴδοι τις ἂν τοῦτο γινόμενον. Ἐπερώτησον. Τεταπεινωμένοι γὰρ ἦσαν ἐν ταῖς συμφοραῖς, καὶ πρὸς τὸν Θεὸν κατέφευγον τότε μόνον. Καὶ οὐδὲ τότε ὡς ἐχρῆν. Τίνος γὰρ ἕνεκεν ἐρωτᾷς, ὡς εἰδὼς, ὁ εἰδὼς ὅτι πάντως ἀληθῆ τὰ λεγόμενα; πῶς οὖν οὐ πείθῃ; ἀλλ' ἂν μὲν κατὰ γνώμην ἀκούσῃς, ἐπαινεῖς τὸ λεχθέν; ἂν δὲ τὸ ἀληθὲς μάθῃς, δυσχεραίνεις καὶ ἀγανακτεῖς; Ποῦ τοίνυν οἱ ψευδοπροφῆται οἱ λέγοντες, Οὐκ ἔστι πόλεμος, οὐκ ἔστι μάχη, οὐδὲ λιμὸς, οὐδὲ μάχαιρα; Καὶ μετ' ὀλίγα· Ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον· ὑπὸ πολλῆς ἀνοίας μηδεμίαν ἐπιδειξάμενοι μεταβολὴν, μεταβολὴν δεινῶν προσεδόκησαν. Πόθεν; Ναὶ, φησί· Κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ. Προσεδόκησαν τὸ Θεῖον δόξης ἐφίεσθαι· νῦν μιμνήσκῃ τῶν θαυμασίων; νῦν οἶδας, ὅτι πάντα δύναται ὁ Θεὸς ὑπὸ τῆς θλίψεως πιεσθεὶς φιλοσοφεῖς; Τούτων οὐχὶ νῦν τῶν ῥημάτων καιρὸς ἦν, ἀλλ' ὅτε αὐτῶν κατεφρόνεις· ὅτε παρῴνεις εἰς τοὺς ὅρκους τοὺς κατ' αὐτοῦ. Ὅρα πόση φρίκη τῶν ὅρκων· ὤμοσεν ὑπακούειν· οὐχ ὑπήκουσε, καὶ ἁλίσκεται. Τοίνυν οὐχ ἵνα ὁ Βάρβαρος ἐκδικηθῇ, ἀλλ' ἵνα ὁ Θεὸς μὴ ὑβρίζηται· ἵνα μηδεὶς ἕτερος παρανομῇ. Καὶ μετ' ὀλίγα· Ἐγὼ τὸν Ναβουχοδονόσορ οὐχ οὕτως ἡγοῦμαι τοῖς ὅπλοις θαῤῥεῖν, ὡς τῇ εὐνοίᾳ τῇ παρὰ Θεοῦ. Τοῦτο γοῦν ὁ εὐνοῦχος αὐτοῦ ὀνειδίζει. Διδάσκαλος ὁ Ναβουχοδονόσορ τοῖς Ἰουδαίοις παραγίνεται τοῦ μηδέποτε ἐπιορκεῖν. Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ μεταστρέψω. Κἂν αὐτοὶ, φησὶ, βούλωνται ἀναχωρῆσαι, ἐγὼ πολεμήσω ὑμᾶς. Καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς. Ἰωακεὶμ αὐτομολήσας πρὸς τὸν Βαβυλώνιον, καὶ λοιπὸν τὰ τῆς δουλείας καταδεξάμενος, ὅρκους ἐπιτελέσας, ὑπόφορος τούτῳ γίνεται. Ὁ Σεδεκίας δὲ παρέβη τοὺς ὅρκους, καὶ παρεσπόνδησεν· ἐπέρχεται λοιπὸν ὁ Βαβυλώνιος, ἀφορμὴν δικαίαν ἔχων τοῦ ὅρκου· ἀλλ' οὐδὲ οὕτως αὐτοὺς προδίδωσιν ὁ Θεός. Ἀλλ' εἰ βούλεσθε, φησὶν, ἐξελθεῖν, εἰς σωτηρίαν ἔσεσθε. Τί ποιῆσαι πλέον ἐχρῆν; εἵλοντο κοινωνῆσαι τῆς ἐπιορκίας αὐτῷ· μάλιστα δὲ οὐδὲ τὸν προφήτην ἔρεσθαι ἔδει, οἷον τὸ τοῦ ὅρκου τέλος ἔσται, καταπατηθέντων τῶν ὅρκων καὶ τῶν συνθηκῶν. Πλὴν ἀλλ' ἵνα μηδὲ τὴν ἐκ τῆς ἀγνοίας ἀπολογίαν ἔχῃ, ἵνα μὴ τὴν ἀνάγκην ἔχωσι τοῦ ἄρχοντος οἱ ἀρχόμενοι, καὶ τούτους ἐξαιρήσονται ἴσ. ἐξαιρεῖται. Ἐπὶ θύραις ἡ τιμωρία, φησίν· ὑμεῖς κύριοι ταύτην φυγεῖν. Τίνος οὖν ἂν εἶεν ἄξιοι οἱ παρόντα δυνάμενοι τὸν ὄλεθρον διαφυγεῖν, καὶ μήτε ἐπιορκῆσαι καὶ σωθῆναι, ἑλόμενοι μετὰ τοῦ ἀποθανεῖν καὶ τὸ τῆς ἐπιορκίας ὑποστῆναι ἔγκλημα; Καὶ μετ' ὀλίγα· Εἰδέναι δὲ ὀφείλομεν, ὅτι κἂν Ἕλλην ὁ ἠδικημένος ᾖ, ἐπεξέρχεται ὁ Θεός· καὶ γὰρ ἐκεῖνος αὐτοῦ ἐστι, καὶ χωρὶς τούτου, τῶν ἰδίων μᾶλλον φείδεται· καὶ ὁ ἀδικῶν αὐτός ἐστιν ὁ βλαπτόμενος. Καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς, ζήσεται, καὶ ἔσται αὐτῷ ἡ ψυχὴ αὐτοῦ εἰς ὠφέλειαν, καὶ ζήσεται. Ὁ Ἑβραῖος τὸ, εἰς ὠφέλειαν, σαφέστερον τέθεικεν, ἔχει δὲ εἰς σκῦλα. Ἡ δὲ ἔννοια αὕτη· Ὁ μὴ προσφεύγων μὲν, φησὶν, ἀποθανεῖται· ὁ προσφεύγων δὲ ζήσεται, σκῦλα τῶν πολεμίων γενόμενος. Τὸ οὖν, εἰς ὠφέλειαν, τοῦτ' ἔστι, τοῦτο αὐτὸ κερδανεῖ, τὸ ζῇν. Ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε τὸν λόγον Κυρίου. Ὁ οἶκος Δαβὶδ, τάδε λέγει Κύριος· Κρίνατε τὸ πρωῒ κρῖμα, καὶ τὰ ἑξῆς. Ἀπειλήσας παραινεῖ μεταβάλλεσθαι τὴν γνώμην, δεικνὺς, ὡς διὰ τὸ ἀμεταμέλητα πταίειν, αὐτοὺς τιμωρεῖται. Ἐπάγει γοῦν· Καὶ ὁ ἐκπορευόμενος. Τίς οὐκ ἂν εἵλετο προσχωρῆσαι, θεήλατον οὕτω τὴν νόσον ὁρῶν; εἰ γὰρ καὶ τοὺς ἀπομένοντας τοιαῦτα ἔμενε δεινὰ, καὶ πάντως ἀπολέσθαι ἐχρῆν, τίνος ἕνεκεν οὐ προσεχώρουν; ἦ δῆλον ἐκ τοῦ μὴ πιστεύειν. Οἶκος Δαυΐδ. Οὐχ ἁπλῶς αὐτοὺς ἀνέμνησε τοῦ Δαβὶδ, ἀλλ' ἵνα τὴν ἀρετὴν τοῦ προγόνου αἰσχυνθῶσιν. Εἰ καὶ μηδὲν ἕτερον, παύσωνται ὄντες πονηροί. Ἀκούσατε λόγον. Οὐ διὰ τὸ ἰσχὺν ἔχειν μεγάλην· οὐ διὰ τὸ μηδένα εἶναι τὸν ἰσχυρότερον· οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὰ ὑμέτερα ἐπιτηδεύματα. Τροφὴ γὰρ ἔσται τῷ πυρὶ τούτῳ τὰ ἁμαρτήματα τὰ ὑμέτερα. Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὼρ, τὴν πεδινὴν, φησὶ Κύριος, τοὺς λέγοντας· Τίς πτοήσει ἡμᾶς, ἢ τίς εἰσελεύσεται εἰς τὸ κατοικητήριον; καὶ τὰ ἑξῆς. Οὐ καλῶς Σὼρ ἡρμήνευται παρὰ τῷ Ἑλληνικῷ· παρὰ γὰρ τῷ Ἑβραίῳ Σοὺρ κεῖται· ἑρμηνεύεται δὲ πέτρα. Μηνύει δὲ τὴν Ἱερουσαλὴμ, ἥτις ἐν τῇ πέτρᾳ κοιλάδος τυγχάνει. Πέτραν δὲ κοιλάδος ἐκάλεσε, διὰ τὴν τοῦ τόπου θέσιν· ὡς τῶν μὲν περὶ τὴν Ἱερουσαλὴμ τόπων ὑπὸ πετρῶν συνεχομένων, οὔσης δὲ καὶ πεδιάδος ἐν κύκλῳ. Ἰδοὺ ἐγώ. Προφητεύει τῇ Τύρῳ δεινὰ, πολλὰ δὲ καὶ Ἰεζεκιὴλ, καὶ Ἡσαΐας περὶ τῆς Τύρου φησὶν, ὅτι ἐπῆρτο, ὅτι ἔχουσα διδασκαλίας ὁδὸν τοὺς ἐκ γειτόνων Ἰουδαίους, οὐδὲν ἐκαρπώσατο. Διὰ γάρ τοι τοῦτο πρῶτον ἅπτεται τῶν ἐθνῶν τούτων, ὅτι τὰ Ἱεροσόλυμα πλησίον αὐτῶν ἦν· ἀκούεις δὲ προϊὼν, πῶς καὶ Βαβυλῶνος ἅπτεται καὶ τῶν λοιπῶν ἁπάντων, καὶ ὁρᾷς αὐτοῦ τὴν καθόλου πρόνοιαν. ΚΕΦΑΛ. ΚΒʹ. Ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα, Γαλαὰδ, σύ μοι ἄρχῃ τοῦ Λιβάνου, ἐὰν μὴ θήσω σε εἰς ἔρημον, πόλεις μὴ κατοικισθησομένας. Τὴν Γαλαὰδ νῦν λέγει τὴν Ἱερουσαλὴμ, ἵνα τὸ φαιδρὸν αὐτῆς παραστήσῃ, ἐπειδὴ ἐπίδοξος καὶ ἡ Γαλαάδ. Ἀσαφῶς δὲ κεῖται τὸ νόημα· παραδείγματι δὲ ἐβουλήθη τὰ περὶ αὐτῆς εἰπεῖν. Τοῦτο οὖν βούλεται σημᾶναι, ὅτι ὥσπερ ἡ Γαλαὰδ ἀρχή ἐστι τοῦ Λιβάνου· ἐπίδοξος γὰρ αὕτη παρὰ πάσας τὰς παρὰ τὸν Λίβανον πόλεις κειμένας· οὕτω καὶ σὺ τῶν λοιπῶν πόλεων ἄρχεις. Ἀλλ' ὅμως, φησὶν, ἐπειδὴ ἀγνώμων ἐγένου περὶ ἐμὲ, τὴν ψῆφον ἐκφέρω κατὰ σοῦ.* Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ. Χαλεπὸν ὑπέστη τὸν θάνατον ὁ Ἰωακεὶμ ὁ τοῦ Ἰεχωνίου πατήρ· ἁλοὺς γὰρ ὑπὸ τοῦ Βαβυλωνίου, πρῶτον μὲν ἐδέθη πέδαις χαλκαῖς, εἶτα ἀποσφαγεὶς, ἐῤῥίφη πρὸ τῶν τειχῶν, οὐδὲ ταφῆς ἀξιωθεὶς ὑπὸ τοῦ Βαρβάρου. Καὶ μετὰ ταῦτα μετὰ τὸ τῆς πόλεως ἀποστῆναι τὸν Βαβυλώνιον, συναγαγόντες αὐτοῦ τὰ λείψανα, κατέθεντο ἐπὶ τῷ τόπῳ τοῦ θανάτου. Ὁ τοίνυν Θεὸς διὰ τοῦ προφήτου προλέγει χείρονα πείσεσθαι τὸν ζῶντα διὰ τὴν παρανομίαν. Τὸ οὖν, Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτὸν, περὶ τοῦ Ἰωακεὶμ λέγει. Τὸ δὲ, Κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, περὶ τοῦ Ἰεχονίου λέγει· τρίμηνον γὰρ αὐτὸν βασιλεύσαντα μετῴκισε εἰς τὴν ἑαυτοῦ γῆν ὁ Ναβουχοδονόσορ. Μήποτε διὰ τὸν Ἰωσίαν φησίν· οὐδὲν γὰρ δεινὸν πέπονθεν, βίον μὲν ἐσχηκὼς ἀγαθὸν, προανηρπασμένος δὲ τῶν μελλόντων ἐν ἀλλοτρίᾳ γῇ δουλεύειν καὶ τελευτᾷν. Διότι τάδε λέγει Κύριος ἐπὶ Σελλοὺμ υἱὸν Ἰωσίου τοῦ βασιλέως Ἰούδα, τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ. Σελλοὺμ λέγει τὸν Ἰεχονίαν· οὕτω γὰρ αὐτὸν ἐκάλουν. Ἑρμηνεύεται δὲ Εἰρηνικός. Ἐπειδὴ γὰρτὸν Ἰωακεὶμ τὸν τούτου πατέρα καταστάντα ὑπὸ τοῦ Αἰγυπτίου αἰχμάλωτον εἷλεν ὁ Βαβυλώνιος, καὶ ἐβασίλευσεν Ἰεχονίας, εἰρηνικὸν αὐτὸν ὀνομάζει, ὡσανεὶ τῆς γῆς οὐκ ἔτι πορθησομένης ὑπὸ τοῦ Βαβυλωνίου, ἀλλὰ ὑποσπόνδου οὔσης, καὶ οὐχ αἱρουμένου, ὡς οἰκεῖον αἰχμάλωτον αὐτὸν λαβεῖν. Περὶ τοῦ εἰς Αἴγυπτον ἀπελθόντος φησίν· ἐσχάτης δυστυχίας τὸ μηδὲ ἀποθανόντα δυνηθῆναι τῆς πατρίδος ἐπιτυχεῖν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι· οὐδὲν χεῖρον τούτου γένοιτ' ἄν. Οὐκ ἀναστρέψει εἰς αὐτὸν οὐκέτι· ἐν τῷ τόπῳ οὗ μετῴκισεν αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. Ὑπέλαβον γὰρ αὐτὸν αὖθις ὑποστρέψειν ὑποσχόμενον, φόρους τελέσειν, καθάπερ καὶ ὁ Μανασσῆς ὑπέστρεψεν. Οὐ τοίνυν ταῦτα ἐλπίζειν αὐτοὺς παρεκελεύετο. Ὥστε δῆλον ὅτι ἐν τῇ πόλει ληφθέντος αὐτοῦ αἰχμαλώτου ταῦτα ἔφη ὁ Ἱερεμίας. Εἶχε δὲ ἀρχὴν ὁ Σεδεκίας τῆς βασιλείας. Αὐτὸν γὰρ κατέστησε κρατεῖν τὸν τόπον ὁ Ναβουχοδονόσορ. Συνῆψεν οὖν τὰ ἐν τῇ ἀρχῇ τοῦ Σεδεκίου λεχθέντα, τῇ ἀποκρίσει τῇ γενομένῃ πρὸς τοὺς ἀγγέλους τοὺς ἀποσταλέντας ὑπ' αὐτοῦ πρὸς τὸν προφήτην.* Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ἑξῆς. Περὶ τοῦ Σεδεκίου λέγει, μεμφόμενος αὐτῷ, ὡς περιττὴν τῶν οἴκων εὐπρέπειαν ἔχοντι, καὶ ἐγκαλῶν ὡς ἀδικοῦσι τοὺς ὑπηρετουμένους καὶ κάμνοντας. Καθάπτεται τοῦ Ἰωακεὶμ, ὡς ἐξ ἁρπαγῆς οἰκοδομοῦντος λαμπρὰ, καὶ καλλωπίζοντος οἰκίας, μὴ μισθοὺς ἀποστεροῦντος μισθωτοῦ. Τί τὴν οἰκίαν οἰκοδομεῖς, καὶ σωτηρίαν τῆς σαυτοῦ ψυχῆς καθαιρεῖς; Ὁ πλησίον ἐργᾶται· εἰ γὰρ ἀλλότριος ἦν, ἀποστερηθῆναι τῶν μισθῶν ἔδει. Μὴ βασιλεύσεις, ὅτι ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Τουτέστι, Μὴ γὰρ ἐπιμενεῖς τῇ βασιλείᾳ, καὶ ἄγαν εἰς ὕψος ἐγείρεις τὰς οἰκοδομάς;* Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα, καὶ δικαιοσύνην; Τότε ἀγαθὸν ἦν αὐτῷ. Ὁ πατήρ σου, τουτέστιν, ὁ Δαβὶδ ἐκεῖνος, οὐ περὶ ἀδικίαν ἔχων, καὶ οἴκων ἐπιμέλειαν, εὐδοκίμησεν, ἀλλὰ περὶ τὴν τοῦ Θεοῦ θεραπείαν ἀσχολούμενος. Ἤτοι τὸν Ἰωσίαν φησὶν, ἤτοι τὸν Ἄχαζ· τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τοῦ τρόπου. Ἰδοὺ οὐκ εἰσίν. Ὁρᾷς τὸ κάλλος ποῦ τίθεται; οὐκ ἐν τῷ τύπῳ τῶν μελῶν, ἀλλ' ἐν τῇ καλῇ χρήσει.* Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα· Οὐ μὴ κόψωνται, οἴμοι, Κύριε, καὶ οἴμοι, ἀδελφοὶ, καὶ τὰ ἑξῆς. Τινὲς μὲν ἔφασαν ἀπότμημα εἶναι τοῦτο τῶν ἔμπροσθεν· οἶμαι δὲ κεῖσθαι ἀκολούθως· τὴν δὲ ἔννοιαν ταύτην εἶναι ἡγοῦμαι· Ἐμνημόνευσε τῶνκατὰ τὸν Ἰωακεὶμ, ὧν προεῖπεν, ὡς ἂν πείσῃ αὐτοὺς ἀληθῆ εἶναι τὰ παρ' αὐτοῦ λεγόμενα. Συμψησθείς. Τί ἐστι, συμψησθείς; Σύμμαχός φησι· Ὡς κόπριον συλληφθείς. Ὁ γὰρ Βαβυλώνιος αὐτὸν ἀνελὼν, οὕτως ἔῤῥιψε, καὶ οὐκ ἐτάφη. Ἢ ἐτάφη καθάπερ ὄνος, συμφυρεὶς σποδῷ καὶ γῇ καὶ κονιορτῷ. Ἐκ γὰρ τοῦ θορύβου οὔτε ἐκόπη, οὔτε ἀπεπλύνθη αὐτοῦ τὸ σῶμα· τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον· οὗτος γὰρ ἦν ὁ χαλεπώτατος πάντων. Ὁρᾷς παῤῥησίαν προφήτου, οἷα αὐτὸς προλέγει, καὶ οὐχ ὑποστέλλεται;* Ἀνάβηθι ἐπὶ τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης. Τουτέστι, Ταῦτα λέγων οὐκ ἠκουόμην. Ἆρα ἀνέβαινε; οὐκ ἔγωγε οἶμαι, ἀλλ' ὥστε κατάδηλον γενέσθαι τὴν φωνήν. Ὅτι συνετρίβησαν. Τοὺς συμμάχους αὐτῆς λέγει, οἷς ἐθάῤῥει. Ἐλάλησα ἐν τῇ παραπτώσει σου, καὶ εἶπας, Οὐκ ἀκούσομαι. Τουτέστιν, ἐφεστώτων κακῶν, ἐκήρυξα, καὶ ἀπείπαντο τῶν λόγων τὴν παραίνεσιν. Καὶ εἶπας· Οὐκ ἀκούσομαι. Καὶ ὃ πρότερον εἶχεν ἀρετῆς λόγον, καὶ τοῦτο ἀπώλεσε τὸ, ὅτε ἀπέκτονεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Καίτοι τίς ἐν θλίψει οὐκ ἂν ἀκούσειεν; καὶ οὐ νῦν, ἀλλ' ἀεὶ τοιαύτη γέγονας. Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος. Ἐφ' οἷς προσεδόκας εἶναι ἐν ἀδείᾳ. Ὅταν γὰρ εἴς τι θαῤῥῶμεν πρᾶγμα, ἀναιρεῖ αὐτὸ ὁ Θεός· ἵν' ἐπ' αὐτῷ λοιπὸν μὴ ἐλπίζωμεν, καὶ ἐπ' αὐτῷ προσδοκῶμεν. Ὅτι τότε αἰσχυνθήσῃ. Οὐ φαινομένων, φησὶν, ἀλλ' ἀναιρουμένων ἐκ τοῦ μέσου. Ζῶ ἐγὼ, λέγει Κύριος. Εἰ καθάπερ σφενδόνην τις συσφίγξει ἐπὶ τῆς χειρὸς περιφέρων, καὶ οὕτως αὐτὸν ἐγὼ ἔχοιμι, οὐδὲ οὕτως προστήσομαι αὐτοῦ· εἰ δὲ Θεὸς οὐ προστήσεται, τίς αὐτὸν ἐξαιρήσεται; Καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου. Καὶ ταῦτα κατὰ τὸν ὅμοιον τρόπον εἰρῆσθαι νομίζω. Ὅτι καὶ περὶ τοῦ Ἰεχονίου, φησὶν, ἔφασκον. Καὶ ἐπειδὴ ἐνόμιζον εἶναι ἐν ἀσφαλείᾳ. Τοῦτο μὲν, ὡς ἀπὸ τοῦ Βαβυλωνίου καταστὰς, τοῦτο δὲ, ὡς ἐν τῷ ναῷ, καὶ τῇ Ἱερουσαλὴμ τυγχάνων μηδὲν πείσεσθαι, προειπὼν αὐτῷ μὴ θαῤῥεῖν ἐπὶ τούτοις, καὶ τὸ ἔργον ἐξέβη. Τὸ οὖν, Ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἵνα εἴπῃ, Ἐν τῷ ναῷ, ἔνθα βοηθεῖν εἴωθα τοῖς ἐκεῖ οὖσιν. Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ αὐτὸς, τουτέστιν, ὁ Ἰεχονίας. Στόμα δὲ ἐξουδενωμένον διὰ τὴν βλασφημίαν· ἐκτετιναγμένον δὲ, ὡς ἀπωσμένου. Καὶ ἀποῤῥίψω σε. Λέγουσι δὲ αἱ Βασιλεῖαι, ὅτι καὶ τιμῆς ὕστερονἀπήλαυσε, καὶ ὑψώθη ὕστερον ὁ θρόνος αὐτοῦ, ἴσως βελτίονος γενομένου· ὥστε καὶ ὅταν λέγῃ· Οὐ μὴ καθίσῃ ἐπὶ τοῦ θρόνου ἀπὸ τοῦ σπέρματος αὐτοῦ· εὔδηλον ὅτι τοιούτου μένοντος· πέρας γὰρ λαλήσω ἐπὶ βασιλείας καὶ ἐπὶ ἔθνος τοῦ κατασκάψαι, καὶ ἐὰν ἐπιστρέψουσιν, οὐδὲν ποιήσω.* Ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία. Αἰχμάλωτος γὰρ ληφθεὶς ἐν ἀτιμίᾳ γέγονε, τῆς βασιλείας ἐκπεσών. Καὶ γὰρ ἦν ἀκάθαρτος· ἀλλὰ καὶ ἄλλως· Ἀκάθαρτος γέγονεν εἰς ἀλλοτρίαν ἀπελθὼν γῆν. Γῆ, γῆ, ἄκουσον. Ἐπειδὴ οὐδεὶς οὐκ ἤκουσε τῶν ἀνθρώπων, διὰ τοῦτο πρὸς τὴν ἄψυχον διαλέγεται. Τί δέ ἐστιν ἐκκήρυκτον; Ἄτιμον, φησίν· Ἀκύλας μὲν, ἀναύξητον φησίν· ὁ δὲ Σύμμαχος· Κενὸν, ἀπηλλοτριωμένον. Τάδε λέγει Κύριος· Γράψον σὺ τὸν ἄνθρωπον τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ἀνευόδωτον ἄνθρωπον ἐν ταῖς ἡμέραις αὐτοῦ. Τουτέστι, Τοῖς παροῦσι μαρτύρομαι, ὡς ἀλλότριον ἑαυτοῦ ὁ Θεὸς τοῦτον ἐποιήσατο, καὶ σημειώσασθε τὸν λόγον τοῦτον. Τοῦτο γὰρ βούλεται τὸ, γράψον· τῷ γὰρ πλήθει γράψαι παρῄνεσεν. Τὸ δὲ ἀνευόδωτον, σαφῶς ἡρμήνευσεν ἐπάγων· Ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ. Ἀντὶ γὰρ τούτου, οὐχ ὁ υἱὸς ἐβασίλευσεν, ἀλλ' ὁ θεῖος ὁ τοῦ Ἰωακεὶμ ἀδελφός. ΚΕΦΑΛ. ΚΓʹ.* Ὦ οἱ ποιμένες οἱ ἀπολλύντες, καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς μου. Τὸν ὅμοιον, φησὶ, τρόπον, καὶ σὺ, ὦ Σεδεκία, παρανομῶν διατελεῖς, καὶ αἴτιος ἀπωλείας τῷ πλήθει γίνῃ. Καὶ ὁ Ἰεζεκιὴλ πολλὰ κατ' αὐτῶν φησι, καὶ αὐτὸς ὁ Ἱερεμίας, καὶ ὅρα χαλεπωτέραν κατ' αὐτῶν τὴν τιμωρίαν. Οὗτοι γὰρ ἀπόλλυνται ἐπ' ἀλλοτρίας· τοῖς δὲ ἀπατηθεῖσιν ἐπαγγέλλεται μετὰ ταῦτα ἄνοδον, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἄρχοντας καθαρούς. Ἴδε πανταχοῦ τὸ δίκαιον.* Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ στήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς δίκαιος. Περὶ τοῦ Ζωροβάβελ λέγει. Σύμμαχός φησιν ἀντὶ τοῦ, Ἀνατολὴν δικαίαν, Βλάστημα δίκαιον· περὶ Χριστοῦ τοῦτο εἴρηται, ὥς φασί τινες, ἐγκεκρυμμένως. Κατὰ δὲ ἱστορίαν περὶ Ἰωσεδέκ. Καὶ εὐκαίρως δίδωσι τοὺς ἀγαθοὺς ἄρχοντας, ὅτε αὐτοὺς ἐκ τῆς τιμωρίας σωφρονεστέρους ἐποίησεν, ὥστε καὶ εὐπαράδεκτον γενέσθαι τὴν ὠφέλειαν, τῆς ῥᾳθυμίας καὶ ἀλαζονείας ἀνῃρημένης. Καὶ τοῦτο ὄνομα αὐτῷ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδέκ. Ἐν τοῖς προφήταις τὸ, Ἰωσεδὲκ, ἑρμηνεύεται ἄρχων δικαιοσύνης ἡμῶν, ἵνα εἴπῃ, ὅτι, ὡς προφῆται κατὰ γνώμην τοῦ Θεοῦ φθέγγονται, οὕτω καὶ αὐτὸς δίκαιος γενόμενος εἰς δικαιοσύνην ἄξει τὸν λαόν. Συνετρίβη ἡ καρδία μου. Τοῦτό φησιν, ὅτι Ἐγὼ μὲν, ἰδὼν τὴν δόξαν τοῦ Θεοῦ ἐξέστην· οὗτοι δὲ οὐδὲ τὴν τιμωρίαν δεδοίκασιν. Καὶ ἐγένετο ὁ δρόμος. Τουτέστιν, ἡ σπουδὴ ἐπ' οὐδενὶ καλῷ. Ὥστε ἐσπούδαζον, ἀλλ' οὐκ ἐπὶ χρηστοῖς πράγμασιν. Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν. Ἐμοὶ δοκεῖ τὰς μοιχείας λέγειν ἐν αὐτῷ τῷ οἴκῳ, ἀπὸ τοῦ ἀξιώματος ἱερεύς· ἀπὸ τοῦ τόπου, ἐν τῷ οἴκῳ· ἀπὸ τοῦ πράγματος, πονηρίας μοιχείας. Τί τούτου χαλεπώτερον; εἰ καὶ τοῖς ἄλλοις ἠπίστουν, τοῦτο ἱκανὸν ἐλέγξαι αὐτῶν τὴν πονηρίαν· ἀλλοτρίους διώρυττον γάμους, ἐπεμαίνοντο ταῖς γυναιξίν. Διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν. Ὅρα, πῶς πάλιν οὐ παρὰ πόδας ἐπάγει τὴν κακίαν, ἀλλὰ δίδωσι προθεσμίας· εἶτα ἵνα μὴ ἀναβολὴ εἰς ἀπιστίαν αὐτοὺς καὶ κακίαν ἀγάγῃ, ἀναμιμνήσκει τοὺς τὰ αὐτὰ πλημμελοῦντας αὐτοῖς, καὶ χαλεπώτερα παθόντας. Καὶ ἐν τοῖς προφήταις Σαμαρείας. Ἐκεῖνοι, εἰ καὶ μηδὲν ἕτερον, τὸν Βάαλ προεβάλλοντο· οὗτοι δὲ ἐμέ.* Καὶ ἐν τοῖς ψευδοπροφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτά. Ὁ Ἑβραῖος, πεφυρμένα, ἵνα εἴπῃ, οὐδὲν ἀληθὲς λέγοντας, ἀλλὰ κατὰ φιλοτιμίαν τοὺς λόγους ποιουμένους· ταῦτα δὲ κατὰ σύγκρισιν τῶν ψευδοπροφητῶν τῶν ἐν Σαμαρείᾳ λέγει, ὅτι ἐκεῖνοι κἂν τάξει τινὶ ἐδόκουν λέγειν ἅπερ ἔλεγον, ὡς βωμὸν ἔχοντες, καὶ δαμάλεσι προσκυνοῦντες, καὶ τὴν λοιπὴν εὐταξίαν δοκοῦντες φυλάττειν, εἰ καὶ παρανόμως· οὗτοι δὲ τὴν ἐκείνων κακίαν ὑπερέβησαν τῇ παρανομίᾳ. Οὐ γὰρ συνεχώρουν τὸν παρὰ τοῦ Θεοῦ φόβον ἐγκαθίσαι τῇ διανοίᾳ τῶν ἀκουόντων· τὴν ὑπόθεσιν πᾶσαν τοῦ γενέσθαι βελτίους ἀνῄρουν, καὶ κατεῖχον ἐν τῇ πονηρίᾳ τοὺς ἀνθρώπους ἅπαντας. Καὶ ἀντιλαμβανομένους. Οὐ μόνον, φησὶν, οὐκ ἐνουθέτουν ἀνθρώπους ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν ἀποστρέφειν ἀπὸ τῶν πονηριῶν, ἀλλὰ καὶ συνηγόρουν αὐτοῖς, ὡς ἐκ τούτου μᾶλλον ἐπιτρίβεσθαι αὐτοὺς εἰς κακίαν. Ἐγενήθησάν μοι. Τίνα οὐχ ἱκανὰ παιδεῦσαι ἐκεῖνα; οὕτως ἀτερπὴς καὶ φοβερὰ ἡ ὄψις τῆς γῆς, καθάπερ σῶμα διὰ παντὸς ἐμπεπρησμένον. Διὰ τοῦτο. Οὐχὶ τῇ φύσει, ἀλλὰ τῇ διαθέσει προϊέμενον. Ὅταν μὲν γὰρ αὐτῇ τῇ φύσει πικρὸν ᾖ, πολλὰς ἔνι παραμυθίας εὑρεῖν, καὶ τόπους ἀμείβομεν, καὶ παρὰ τῶν ἐχόντων ἀπολαβόντες, καὶ ἕτερόν τι προσάγομεν. Ὅταν δὲ αὐτὸ τὸ αἰσθητήριον διεφθαρμένον ᾖ, οὐδεμία λοιπὸν ἴασίς ἐστι. Βέλτιον οὖν τὰς αἰσθήσεις ὑγιαίνειν, ἢ τὰ στοιχεῖα πικρὰ ὅταν ὄντα μεθ' ἑαυτοῦ περιφέρῃ περιφέρειν. Ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλήμ. Πάλιν τὴν αἰτίαν τίθησιν· οὐκ ἤρκεσεν αὐτοῖςμέχρι τῆς πόλεως στῆσαι τὰ δεινὰ, ἀλλὰ καὶ τῶν ἑτέροις συμβάντων αὐτοὶ γεγόνασιν αἴτιοι. Οὕτω λέγει Κύριος. Ταῦτα ἀποφάσεις εἰσί· πόθεν, εἰπέ μοι, δῆλον; ὅτι ψευδῆ λέγουσιν, ὅτι κακὰ ἐπιτείνουσιν, ὅτι ῥᾳθυμίαν αὔξουσιν.* Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε, καὶ ἤκουσε τῶν λόγων αὐτοῦ; Τουτέστι, τίς τούτων τῶν ἐναντιουμένων τοῖς προφήταις ἀνέμεινε θείαν ἐνέργειαν, καὶ ἀξιωθεὶς Πνεύματος ἐλάλησε ταῦτα; ἵνα εἴπῃ, Ἐξ αὐτῶν τῶν πραγμάτων δείκνυνται μαχόμενοι τῷ θείῳ βουλήματι, ὅτι τοῖς ἀληθέσι προφήταις μάχονται συμπράττοντες τῇ τῶν εἰδώλων θεραπείᾳ. Τουτέστι, τίς δύναται τὸν Θεὸν ἰδεῖν; Σύμμαχός φησι· Τίς γὰρ παρῆν ἐν ὁμιλίᾳ, καὶ τίς δὲ ἤκουσε; Πῶς οὖν ὑμεῖς λέγετε ἀκηκοέναι;* Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει, καὶ ἤκουσαν τῶν λόγων μου, ἐδίδασκον ἂν τὸν λαόν μου, καὶ ἀπέστρεφον ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Τουτέστιν, Εἰ ἐνέμενον τοῖς ἐμοῖς νομίμοις, καὶ τὴν παρ' ἐμοῦ χάριν ἀνέμενον, πάντως ἂν εὐσέβειαν τὸν λαὸν ἐδίδασκον. Οὐ μικρὸν τεκμήριον· οὐχ ὁ τυχὼν κανὼν ὅρος προφητείας καὶ ψευδοπροφητείας.* Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτὸν, φησὶ Κύριος; Τουτέστι, Καθ' ἡδονὴν τῷ πλήθει λαλοῦντες, ἀπατᾷν αὐτοὺς ἐνομίζετε· καὶ τοὺς οὐκ εἰδότας εἰς ὑποψίαν ἄγετε, ὡς παρ' ἐμοῦ ἀποστελλόμενοι. Διατί μὴ λογίζεσθε τὴν ἐμὴν ἀξίαν, ὡς ἑκάστῳ πάρειμι, ὥστε καὶ τὰ βουλεύματα εἰδέναι; καὶ οὐχὶ κατὰ τοὺς ἀνθρώπους πόῤῥωθεν ὢν τῶν ὑμετέρων λογισμῶν, ἀγνοῶ ἃ πράττετε. Τίς γάρ ἐστιν ἐξ ὑμῶν, ὃς κατὰ βουλήν τι σκέπτεται, καὶ λανθάνει ἐμέ; τοῦτο γὰρ μηνύει, Εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; τουτέστιν, ἦ ἐν ἀποκρύφῳ τις τῆς ἑαυτοῦ διανοίας κρύψαι βούλεται, καὶ λανθάνει μου τὴν γνῶσιν; Ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. Πόθεν οἶδα; Παρὼν ἐγώ εἰμι· πανταχοῦ πάρειμι. Εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ, Θεὸς ἐγγίζων ἐγώ εἰμι· πανταχοῦ πάρειμι· ὅπερ ἀναμφισβήτητον τεκμήριον ἦν τοῦ πάντα εἰδέναι. Καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Ὥσπερ γὰρ τὸ φῶς πανταχοῦ πάρεστιν, οὕτω καὶ ὁ Θεός. Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; Οἶδα, φησὶ, πῶς συντιθέασι προφητείας· ὑποψίας τεκμήριον τὸ τοῖς πονηροῖς προφητεύειν τὰ πονηρά· εἶτα καὶ ἐὰν διηγήσηται, φανερὰ ἔσται.* Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον, φησὶ Κύριος; Καλῶς τῇ συγκρίσει τῶν προφητῶν πρὸς τοὺς ψευδοπροφήτας ἐπήγαγε τοῦτο ἀντὶ τοῦ, Σύγκρισιςοὐδεμία ἀχύρου πρὸς σῖτον. Ὁ μὲν γὰρ τρόφιμός ἐστι, καὶ πρὸς ἀνθρώπους σύστασιν συντελεῖ. Οὐδὲν δὲ χρήσιμον ἀνθρώποις ἄχυρον, ἀλλ' ἢ ῥίπτεται ἢ ἀλόγων τροφὴ γίνεται. Οὕτω, φησὶ, καὶ τῶν προφητῶν οἱ λόγοι τρέφουσι ψυχάς. Οὐ μὴν ὁ λόγος τῶν ψευδοπροφητῶν δύναταί τι συντελεῖν πρὸς κέρδος ἀνθρώπων, πλὴν εἰ μή τι τοῖς ἐξ ἀλογίας πειθομένοις, παραμυθίαν τινὰ παρέχει, οὐ κέρδος, καὶ ἐπάγει, Οὐχ οὕτως· τουτέστιν οὐδεμία σύγκρισις.* Οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος, καὶ ὡς πέλεκυς κόπτων πέτραν. Τουτέστιν, Οἱ διὰ τῶν προφητῶν λόγοι ἀληθεῖς καὶ ἐνέργειαν ἔχοντες. Ἰδοὺ ἐγὼ διὰ τοῦτο πρὸς τοὺς προφήτας. Πῶς ἐμοὶ δοκοῦσι τῶν προφητῶν ἀκούοντες μιμεῖσθαι αὐτοὺς ἔνιοι, ἢ ἑτέρων διηγουμένων ἀκούοντες, καθάπερ ὄφις. Διὰ τοῦτο καὶ ὁ Ἰεζεκιήλ φησι, ὅτι Ἐὰν ἔλθῃ, φησὶ, προφήτης, ἐγὼ Κύριος ἐπλάνησα αὐτόν· οὐ γὰρ συγχωρεῖ μαθεῖν λοιπόν· διὰ τοῦτο καὶ τὸ λῆμμα λέγει ἀνελεῖν. Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας. Προφητείας γλώττης τὰς ψευδεῖς καλεῖ· οὐ γλώσσης δέ εἰσιν αἱ ἀληθεῖς προφητεῖαι. Καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν. Πολλοὶ γὰρ εἴδη ἐπετήδευον προφητείας διὰ ὕπνων, διὰ χρησμῶν. Ἀλλὰ παραμυθήσονται πρὸς τὸ παρόν. Καὶ λῆμμα Κυρίου. Καὶ ποία βλάβη; ἐπειδὴ ἐκεῖνον προσεποιοῦντο λήψεσθαι, τὴν ὁμωνυμίαν ἀναιρεῖ. Λαμβάνειν γὰρ καὶ οἱ δαίμονες ἠδύναντο καὶ ἐνομίζοντο ὑπὸ Θεοῦ λήψεσθαι. Ἀλλ' οὐκ ἔστι τοῦτο. ΚΕΦΑΛ. ΚΔʹ.* Καὶ ἔδειξέ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος τὸν Ἰεχονίαμ υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα. Εἶταμετ' ὀλίγα· Ὁ κάλαθος ὁ εἷς, σύκων χρηστῶν σφόδρα, ὡς σῦκα πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, τῶν μὴ βιβρωσκομένων ἀπὸ πονηρίας αὐτῶν, καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἔννοιαν ἔχει ἡ ὀπτασία αὕτη τοῦ προφήτου. Ὅτι μὲν οὖν ἐπὶ τοῦ Σεδεκίου γέγονε, δῆλον. Καὶ δείκνυσι τὰ ῥήματα. Αἰχμαλώτων δὲ γενομένων τῶν περὶ τὸν Ἰωακεὶμ, ἔφασκον οἱ ἐπὶ τοῦ Σεδεκίου, ὡς Οὐδὲν πεισόμεθα δεινὸν ἡμεῖς παρὰ Βαβυλωνίων, πράττοντες δίκαια, ἐπείπερ κακοὶ γενόμενοι ἐκεῖνοι καὶ ἀσεβεῖς, οἵ τε προπάτορες οἱ ἡμέτεροι αἰχμάλωτοι γεγόνασι. Διὰ τοίνυν ταύτης τῆς ὀπτασίας δείκνυσιν ἐκείνους ἄμεινον τούτων ὁ Θεός. Καὶ ὥσπερ, φησὶ, τὰ σῦκα τὰ χρηστὰ περὶ πολλοῦ ἄν τις ποιήσαιτο, οὐδ' ἀπολύειν οὐδὲ ῥίπτειν ἐθέλων ἐξ αὐτῶν τι, οὕτως καὶ αὐτὸς περιεποιήσατο τοὺς ἀπελθόντας· φησὶ δὲ, κάλαθον σύκων χρηστῶν, ἐκείνην τὴν ἀποικίαν· ἐπειδήπερ μετὰ τοῦ πλήθους, καὶ ὁ δίκαιος παρελήφθησαν, οἶκος Δανιὴλ, καὶ οἱ τρεῖς παῖδες, καὶ Ἐζεκιὴλ, καὶ εἴ τις κατ' ἐκείνους ἐτύγχανε. Καὶὥσπερ, φησὶ, τὰ πονηρὰ ῥίπτεται, οὐδαμῶς χρήσιμα τυγχάνοντα, οὕτως πάντας διαφθερῶ ἀχρήστους ὄντας, καὶ εἰς ἀσέβειαν ἐκκλίναντας, παντελῶς οὐδεμίαν μνήμην τοῦ ἑαυτῶν Δεσπότου ποιουμένους. Πονηρῶν δὲ σύκων κάλαθον τούτους ὠνόμασε διὰ τὸ μὴ εὑρεθῆναι αὐτοῖς δίκαιον. Τί βούλεται ἡ εἰκὼν τῶν καλάθων τῶν σύκων, εὐτελὴς οὖσα σφόδρα; Ἀλλὰ τῆς εὐτελείας ἡ ταπεινότης αἰτία τῶν τότε· καὶ γὰρ καὶ ἀλλαχοῦ τὸ φίλτρον τὸ περὶ αὐτοὺς δηλῶσαι βουλόμενος, οὐδὲν τῶν μεγάλων καὶ ὄντως ποθεινῶν τίθησιν, ἀλλὰ σῦκα καὶ σταφυλάς. Ὡς σταφυλὴν εὗρον τὸν Ἰσραὴλ ἐν ἐρήμῳ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον. Ἐνταῦθα οὖν τὸ κατ' αὐτῶν φίλτρον, ὃ μέλλει περὶ ἐκείνους ἐπιδείκνυσθαι, καὶ τὸ μῖσος τὸ περὶ τούτους διὰ τῆς εἰκόνος παρίστησι. Καὶ κατὰ πρόσωπον τοῦ ναοῦ Κυρίου· ἵνα δείξῃ τὴν ἀπόφασιν ἐκεῖθεν ἐξενηνεγμένην. Καὶ εἶπε Κύριος πρός με. Τίνος ἕνεκεν αὐτὸν ἐρωτᾷ; ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ ἀπὸ τῆς ἀποκρίσεως λάβῃ τὴν ἀπόφασιν ὁ λαός. Καὶ ἐγένετο. Τί τούτου τοῦ τρόπου διορθωτικώτερον; ἔδειξε τὴν διαφοράν. Τί γὰρ, εἰ τὴν πατρίδα ἔχετε ἔτι, ἀλλὰ διεφθαρμένοι ἐστέ; τί δὲ εἰ ἐν αἰχμαλωσίᾳ ἐκεῖνοι, ἀλλὰ προσφιλεῖς μοί εἰσι; τοῦτο δὲ ποιεῖ, ἵνα μεταβάλωνται, καὶ μὴ νομίσωσιν ἐξ οἰκείας ἀρετῆς ἀπομεμενηκέναι. Καὶ ἀνοικοδομήσω. Ὁρᾷς ὅτι τὸ, οὐ μὴ, οὐκ εἰς διηνεκές ἐστι; καὶ γὰρ καθεῖλεν αὐτούς. Καὶ δώσω αὐτοῖς καρδίαν. Εἰ τοίνυν σὺ δίδως τὴν καρδίαν, τίνος ἕνεκεν οὐκ ἔδωκας πρότερον; οὔτε γὰρ ἦσαν τότε δεκτοὶ πρὸ τῶν τιμωριῶν καὶ τῆς διορθώσεως. Ὅρα τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο· καὶ τὴν αἰτίαν λέγει, ὅτι ἐπιστραφήσονται· ἀλλὰ ἡ εἰκὼν οὐκ ἀφίησιν. Οὐ γὰρ ἔστι τὰ ἅπαξ διαφθαρέντα ἐπανελθεῖν, καὶ γενέσθαι καλά. Ἀλλὰ τὰ μὲν καλὰ, φησὶ, μένει· τὰ δὲ μὴ καλὰ, οὐκέτι. Ἀλλ' οὐκ ἐπὶ τῆς φύσεως, ἀλλ' ἐπὶ τῆς προαιρέσεως εἴληπται. Περὶ γὰρ τὴν ποιότητα ἡ διαφορὰ, οὐ περὶ τὴν οὐσίαν. Εἰ δὲ λέγεις· Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ τούτοις δίδωσιν ἐπαγγελίας χρηστάς; Ὅτι διὰ τοῦτο τούτοις ἐπιτείνει τὸν φόβον; ἵνα μηδὲ πεῖραν λάβωσιν. Καὶ τοὺς κατοικοῦντας. Μὴ θαῤῥεῖτε, φησὶν, ὡς συμμαχίαν ἔχοντες· οὐ γὰρ δὴ οὐ μὴ προστήσωνται ὑμῶν, ἀλλὰ καὶ αὐτοὶ ληφθήσονται· καὶ οὐ τῇ αἰχμαλωσίᾳ μόνον, ἀλλὰ περαιτέρω προβήσεται τὰ κακά. Καὶ ἔσονται εἰς ὄνειδος. Ἀθάνατος ὑμῶν τῆς κολάσεως ἡ μνήμη, καὶ δήλη πᾶσιν ἀνθρώποις. ΚΕΦΑΛ. ΚΕʹ. Ὁ λόγος ὁ γενόμενος. Μέλλει λοιπὸν ὁρίζειν τῆς τιμωρίας τὸν χρόνον, καὶ τὴν ἀπόφασιν ἐκφέρειν. Καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων. Δι' ἑνὸς προφήτου ταῦτα συνεχής· καὶ γὰρ καὶ διὰ τῶν ἄλλων ἐλάλησα· καὶ οὐ διέλιπον ἀεὶ λαλῶν, καὶ ἐλάλησα οὐδὲν φορτικόν. Τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ μέλλων τὴν πόλιν παραδιδόναι τοῖς πολεμίοις, μονονουχὶ ἀπολογεῖται πρὸς αὐτούς· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; καὶ τὰ ἑξῆς. Διὰ τοῦτο τάδε λέγει Κύριος. Μὴ γὰρ διὰ τοῦτο ἔδωκα, ἵνα πάλιν ἀφέλωμαι; μὴ γὰρ μισθὸν ὑμᾶς ἀπῄτησα; καὶ γὰρ χάριτος ἦν ἔργον· οὐδεὶς τὰ δωρηθέντα ἀφαιρεῖται, ἂν μὴ σφόδρα ἀνάξιος ᾖ ὁ λαβών. Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήψομαι πατριάν. Ἄξω, φησὶ, Βαβυλωνίους, ἐπειδὴ οὐκ ἐπιστεύσατε· ὁρᾷς. πόθεν αὐτοῖς ἡ ῥᾳθυμία γέγονεν; ἐκ τοῦ ἀπιστεῖν. Τοῦτο καὶ νῦν γίνεται περὶ τῆς γεέννης· μὴ γὰρ οὐκ ἐδυνάμην κολάσαι εἴγε ἤθελον; τούτου δὲ αἴτιοι οἱ ψευδοπροφῆται. Οὐκ ἐπιστεύσατε τοῖς ῥήμασι, πιστεύσατε τοῖς πράγμασιν. Ἐπὶ πάντα τὰ ἔθνη. Τίνος ἕνεκεν; ἵνα μάθῃς ὅτι αὐτοῦ καθόλου τοῦ Θεοῦ ἡ πρόνοια. Καὶ δουλεύσουσιν. Τὰ ἑβδομήκοντα ἔτη φιλάνθρωπος ὢν, οὐχὶ μετὰ τὴν τοῦ ναοῦ καθαίρεσιν ἀριθμεῖ μόνον ἕως τῆς ἐπανόδου, ἀλλὰ καὶ μέχρι τῆς κατασκευῆς τοῦ ναοῦ. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. Πρὸ τῶν ἑβδομήκοντα ἐτῶν ἀνήγαγεν αὐτοὺς, καὶ ἐλογίσατο, καὶ τὰ τῆς ἀνόδου εἰς τὴν αἰχμαλωσίαν. Ὅπου γὰρ οὐκ ἦν ναὸς, οὐδὲ ἱερεὺς, οὐδὲ θυσιαστήριον, οὐδὲ θυσία, τί διενήνοχε τῶν ἐν αἰχμαλωσίᾳ ζώντων; καὶ τοῦτο δὲ τῆς φιλανθρωπίας αὐτοῦ. Διὰ τοῦτο ἐπὶ Δαρείου, φησὶ, μετὰ τὴν ἄνοδον τοσούτων παρελθόντων καιρῶν λέγει, Ἕως πότε ὑπερεῖδες, Κύριε, τὴν Ἱερουσαλήμ; τοῦτο ἑβδομηκοστὸν ἔτος, τότε πληροῦσθαι τὰ ἑβδομήκοντα. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν κολάσει, λέγων· Ἑκατὸν εἴκοσιν ἐτῶν ἔσται ἡ ζωὴ τῶν ἀνθρώπων, καὶ ἑκατὸν ἔτη ζῶσιν. Ἐποίησε δὲ αὐτὸ καὶ ἐπὶ τῆς ἀναστάσεως· εἰπὼν γὰρ, ὅτι Τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας, τῇ τρίτῃ ἡμέρᾳ ἀνίσταται. Ἀλλ' ἐκεῖνο μὲν φιλανθρωπίας ἦν εἰκότως, τοῦτο δὲ ποίας φιλανθρωπίας; τίνος οὖν ἕνεκεν καὶ τὸ τριήμερον ἐποίησεν; ὥστε πιστευθῆναι, ὅτι τετελεύτηκεν· πολλὰ γὰρ γίνεται διὰ τοῦτο. Τίνος οὖν ἕνεκεν οὐκ ἐπλήρωσεν αὐτὸ, εἰπὼν, ὅτι ἔσται ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἢ ὥστε τὸ σῶμα μὴ διαφθαρῆναι; Τί γὰρ, οὐκ ἠδύνατο συγκρατῆσαι αὐτό; ἠδύνατο, ἀλλ' ἐβούλετο πιστευθῆναι τὴν φύσιν ὡς οὐδενὸς ἀπήλαυε ξένου. Τινές φασι διὰ τοὺς μαθητὰς, ὥστε διακρατῆσαι αὐτῶν τὴν ἀσθένειαν· διὰ γάρ τοι τοῦτο οὐδὲ ἀνέμενεν αὐτὸς φανῆναι αὐτοῖς, ἀλλὰ τοῖς εὐαγγελίοις προδισχεῖ, καὶ ἀνίησιν αὐτῶν τὴν διάνοιαν· Ἄπελθε, φησὶν, εἰπὲ τοῖς ἀδελφοῖς μου· καὶ μὴν ἠδύνατο εὐθέως φανεὶς μᾶλλον τὸῥητὸν πιστώσασθαι· ἀλλ' ὥστε προπαρασκευασθῆναι αὐτῶν τὴν ἀκοήν. Οὐ γὰρ ᾔδεσαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἢ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κύτους· ἡ γὰρ φθορὰ κατὰ μίαν ἡμέραν ἄρχεται τοῦ σώματος· ὥστε ἀρκοῦσα μαρτυρία τοῦ τετελευτηκέναι αὐτὸν αὕτη. Καὶ ὅταν μὲν κακὰ ἀπειλῇ, συστέλλει τὸν χρόνον καὶ σοφίζεται· ὅταν δὲ ἀγαθὰ, ἐκτείνει αὐτόν· οὐ γὰρ ὡρισμένα ἔδωκεν ἀγαθὰ, μᾶλλον δὲ οὐδὲ δῆλα. Οὐδαμοῦ τοῖς ἀγαθοῖς ὅρον τίθησιν, ἀλλ' ἢ τὴν ἑκάστου προαίρεσιν, τοῖς δὲ κακοῖς πανταχοῦ· Ἔδωκα ὑμῖν τὴν γῆν ἀπὸ αἰῶνος ἕως αἰῶνος, φησίν. Ὁρᾷς οὐδένα ὅρον· ὅταν δὲ πέμπῃ εἰς αἰχμαλωσίαν, ὥρισε, καὶ ὅρα· ἡ μὲν πρώτη, υʹ, ἡ δὲ δευτέρα, λʹ, ἡ δὲ τρίτη, τρία καὶ οʹ ἔστι ἔτη. Αὕτη δὲ διηνεκὴς ἡ ἐπὶ τοῦ Χριστοῦ· τούτων μέμνηται τῶν ἐτῶν ὁ Δανιήλ. Καὶ ἐν τῷ πληρωθῆναι. Προλέγει τιμωρίαν τοῖς Βαβυλωνίοις, ἵνα μάθῃς ὅτι οὐδὲ νῦν οἰκείᾳ ἰσχύϊ ταῦτα ἐποίησαν.* Καὶ ἐν τῷ πληρωθῆναι ἑβδομήκοντα ἔτη, καὶ ἐκδικήσω ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ τὰ ἑξῆς. Τὰ ἑβδομήκοντα ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖται ἀπὸ τοῦ τρίτου ἔτους τῆς βασιλείας Ἰωακεὶμ, ὃς μετὰ τὸν Ἰωάχαζ τὸν ὑπὸ τοῦ Αἰγυπτίου κατασταθέντα ἐβασίλευσε.* Λάβε τὸ ποτήριον τοῦ ἀκράτου, τοῦ ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγώ σε ἐξαποστελῶ πρὸς αὐτά. Τοῦ ἀκράτου, ὁ Ἑβραῖος τῆς πικρίας, ἔχει· βλέπει δὲ τὴν ὀπτασίαν πρὸς παραμυθίαν τοῦ λαοῦ. Ἐπειδὴ γὰρ εἰς λογισμοὺς ἐνέπιπτον κρείττονα ὁρῶντες τὸν Βαβυλώνιον, ὡς οὐδὲν ὄφελος αὐτοῖς τάχα τῆς εἰς Θεὸν θεραπείας, δεικνὺς ὁ προφήτης μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου, ὅτι δι' ἁμαρτίαν ταῦτα ὑπομένουσι, τὴν κατὰ τῶν ἐθνῶν ποιεῖται προφητείαν, καὶ πάντας τοὺς βασιλεῖς τοὺς ἑβδομήκοντα ἑπτά. Λέγει δὲ τὴν Ἰδουμαίαν τὴν νῦν Βαταναίαν καλουμένην, ἣν εἶχον πρότερον οἱ περὶ τὸν Ῥουβὴμ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ· προϊὼν δὲ λέγει·* Καὶ οἵδε ὥσπερ οἱ ληνοβατοῦντες ἀποκριθήσονται πρὸς πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς. Τὸ, οἵδε, οὐ καλῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· ἡ Δὰδ γὰρ ἐχρῆν κεῖσθαι. Δὰδ δέ ἐστιν ἐπίῤῥημα τῶν ληνοβατούντων ἀποκρινομένων πρὸς τοὺς καταλέγοντας. Ὥσπερ τοίνυν, φησὶ, τὸ ἐπίῤῥημα τοῦτο λέγοντες προθύμως πατοῦσι τὴν σταφυλὴν, οὕτως ὑμᾶς καταπατήσει, ὡς ληνοβάτης ὁ Βαβυλώνιος ἅπαντα τὰ ἔθνη. ΚΕΦΑΛ. Κςʹ. Οὕτως εἶπε Κύριος· Στῆθι ἐν αὐλῇ οἴκου Κυρίου. Ἵνα μάθωσιν, ὅτι οὔτε ἡ ὄψις ἐδυσώπησε τὸν προφήτην· ὥσπερ ἂν εἴτις ἀνδρὸς μεγάλου καὶ θαυμαστοῦ μέλλων καταψηφίζεσθαι, αὐτὸν εἰς μέσον ἀγάγοι τὸν ἄνδρα. Τί λέγεις; οὐ προλαβὼν εἶπες, ὅτι Ὥσπερ τὰ σῦκα τὰ πονηρὰ, οὕτως αὐτοὺς δώσω; πῶς οὖν δίδως ἐλπίδα μεταβολῆς; Μὴ ἀφέλῃς. Τίνος ἕνεκεν παραγγέλλεις; οὐχ ὡς τοῦτο ποιοῦντος τοῦ προφήτου; μὴ γένοιτο· ἀλλ' ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ μᾶλλον αὐτοὺς πείσῃ προσέχειν· καὶ ὅλως ἀναγκαίας οὔσης λεχθῆναι τῆς προφητείας. Ἴσως ἀκούσονται. Πολλάκις συμβαίνει ὡς ἐπὶ τῶν ἀνελπίστων καὶ ἀπεγνωσμένων· τοῦτο πείθει τὸν προφήτην, Ἴσως ἀκούσονται, ὁ πάντα προειδώς φησι, καὶ εἰς ἐλπίδα ἄγων αὐτούς. Ἴσως συμβαίνει. Τὸ ἴσως, ἐν τῇ Γραφῇ ἐπὶ βεβαιώσει λέγεται. Ἴσως γὰρ ἐντραπήσονται τὸν υἱόν μου, ἀντὶ τοῦ ὀφείλουσιν ἐντραπῆναι. Καὶ ἀποστραφῇ. Τοῦτο μάλιστα ἤθελεν ὁ προφήτης ἀκοῦσαι· Σὺ βούλει παρακινδυνεῦσα ἐπ' ἐλπίδι τοιαύτῃ· εἰπὲ οὖν, Οὕτως εἶπε Κύριος. Καὶ δώσω τὸν οἶκον. Ὃ μάλιστα αὐτοὺς ἐλύπει· μέγα γὰρ ἐφρόνουν ἐπὶ τῷ ναῷ.* Πλὴν χεὶρ Ἀχικὰμ υἱοῦ Σαφανῆς μετὰ Ἰερεμίου, τοῦ μὴ παραδοθῆναι εἰς χεῖρας τοῦ λαοῦ, τοῦ μὴ ἀνελεῖν αὐτόν. Τουτέστι, ἐμήνυσεν αὐτῷ τὰς ἐπιβουλὰς, ὥστε ἐκκλῖναι. Ταῦτα ἀκολούθως κεῖται τῇ προφητείᾳ, ἐν οἷς ἄρχεται τῆς βασιλείας Ἰωακεὶμ, ὡς ἀνωτέρω ἐπεσημηνάμεθα· ἔνθα προεφήτευσε τῆς πόλεως καὶ τοῦ ναοῦ τὴν ἅλωσιν, καθάπερ ἤδη πρότερον ἐπὶ τῆς Σελὼ ἐγένετο. Δῆλον οὖν ὅτι ἅπερ ἀνωτέρω εἶπε κατὰ τοῦ Ἰωακεὶμ, ὅτι ταφείῳ οὐ ταφήσεται, καὶ ὅσα τοιαῦτα κατὰ τοῦτον εἶπε τὸν τρόπον, ἡνίκα συλλαβόμενος αὐτὸν ἀνελεῖν ἠβούλοντο, ὡς κατὰ τῆς πόλεως εἰρηκότα κακά. Ἀλλ' ὁ συνθεὶς, τοῦ προφήτου τὰ ῥήματα τέθεικεν αὐτὰ ἀνωτέρω, δι' ἣν αἰτίαν ἔφαμεν, ὥστε δῆλον ὡς οὐ διατέτμηται τῆς προτέρας ἀκολουθίας ἐκεῖνα· κεῖται δὲ καθ' ὃν ἡρμηνεύσαμεν τρόπον. Καὶ νῦν βελτίους ποιήσατε ὁδούς. Ὅρα πῶς videtur superfluere πῶς ἀντὶ ἀπολογουμένου, διδασκάλου λαβόντα τάξιν. Οὐ ζητεῖ ὅπως τὸν κίνδυνον διαφύγῃ, ἀλλ' ὅπως ἐκείνους ἐξαρπάσῃ τῶν δεινῶν. Καὶ ἀκούσατε. Εἰ γὰρ μὴ τιμωρία προὔκειτο, εἰ γὰρ μὴ δεινά τινα ἠπείλητο, τοῦ Θεοῦ ἡμῶν ἀκούειν οὐκ ἐχρῆν; Καὶ παύσεται. Τί τούτου λυσιτελέστερον τοῦ λόγου; Ἀλλ' ἀπιστεῖτε; μὴ γὰρ ἐγὼ ταῦτα ἀποφαίνομαι; Ὁ Θεός. Μὴ γὰρ ὁ Θεός; Ὑμεῖς καθ' ἑαυτῶν. Καὶ ἰδοὺ ἐγὼ, ἐν χερσὶν ὑμῶν. Τί οὖν; ἐὰν ἀποθάνω, οὐκ ἔσται ταῦτα; Περὶ τοῦ Στεφάνου ἔλεγον· Ὅτι λαλεῖ ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου. Ἀλλ' ἢ γνόντες. Διατί; Οὐ γὰρ ἀπ' ἐμαυτοῦ, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαλῶ. Καὶ εἶπον οἱ ἄρχοντες. Ὅρα, πῶς δεινοποιοῦσι τὸ πρᾶγμα· οὐ βούλονται τὰ ῥήματα εἰπεῖν, οὐκ ἀνεχόμενοι οὐδὲ μέχρι ψιλῆς γλώττης αὐτῶν ἐπιμνησθῆναι. Οὕτω καὶ ἐπὶ Στεφάνου, Ῥήματα βλάσφημα λαλεῖ. Οὐκ εἶπον, ποῖα τὰ βλάσφημα. Τῇ παραλείψει πολλάκις ἐπαίρομεν τὸ πρᾶγμα, ὡς ὅταν λέγωμεν· Οὐ θέλω εἰπεῖν ἅπερ εἶπεν. Καὶ μετ' ὀλίγα· Πῶς δὲ οὐκ ἤμελλον ἀξιόπιστοι κατήγοροι εἶναι; τὸ γὰρ αἰδέσιμον τῆς ἱερωσύνης, ἱκανὸν αὐτοὺς ποιῆσαι ἀξιοπίστους, οὓς ἔδει τοὺς ἄλλους καταστέλλειν, οὗτοι τὸν δῆμον ἐκκαίουσιν, οὗτοι τὴν ὀργὴν τοῦ πλήθους ἀναῤῥιπίζουσι, καὶ οὐδὲ ἀναμένουσι τὴν ψῆφον τῶν δικαζόντων. Καὶ εἶπον πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ. Χαλεπώτερον ἐκεῖνος εἶπεν, οὐχ ἁπλῶς ἐρημίαν, ἀλλὰ καὶ χαλεπὴν, μὴ ἀνῃρέθη; Ἀλλ' ἐφοβήθησαν τὸν Θεόν. Τοῦτο μόνον, καὶ πάντα ἔλυσε· τοῦτο καὶ νῦν ποιῆσαι ἐχρῆν, μὴ τὸν λέγοντα τὰ δεινὰ κατορύττειν, καὶ ἀναιρεῖν, ἀλλ' ὅπως ἀπαλλαγεῖεν αὐτῶν, σκοπεῖν. Ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν. Ὥστε μεταβάλλεσθαι χρή· ὥστε οὐχ ἁπλῶς κατηγόρησεν. Οὐ γὰρ ἔχοι τις ἂν εἰπεῖν, ὅτι τότε μὲν ὁ προφήτης ἔλεγεν εἰκότως, νῦν δὲ οὐχί. Καὶ γὰρ ἡμεῖς μεγάλων ἐσμὲν ὑπεύθυνοι κακῶν. Μετεβάλλοντο οὖν ἐκεῖνοι, καὶ μετεβάλλετο ὁ Θεός. Ἀλλ' ἡμεῖς ἐπὶ τὴν κακίαν ἐπανήλθομεν. ΚΕΦΑΛ. ΚΖʹ.* Οὕτως εἶπε Κύριος πρός με· Ποίησον σεαυτῷ δεσμοὺς, καὶ κλοιοὺς, καὶ περίθου περὶ τὸν τράχηλόν σου, καὶ ἀποστελεῖς αὐτοὺς πρὸς τὸν βασιλέα Ἰδουμαίας, καὶ πρὸς τὸν βασιλέα Μωὰβ, καὶ πρὸς βασιλέα υἱὸν Ἀμμὼν, καὶ πρὸς βασιλέα Τύρου, καὶ πρὸς βασιλέα Σιδῶνος, ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν ἐν Ἱερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τὰ ἑξῆς. Ζητήσειεν ἄν τις, ὅπως ἐν τοσαύτῃ ταλαιπωρίᾳ Ἰουδαίοις ἐξεταζομένοις, οἱ τῶν ὁμόρων ἀγγέλους ἀπέστελλον πρὸς Σεδεκίαν. Ἔστιν οὖν ἡ αἰτία αὕτη· Ἀπὸ τῶν χρόνων Ἐζεκίου, ἐπειδὴ εὐσεβὴς ἦν ἐκεῖνος καὶ ἐπίδοξος ἀνὴρ, ὑπόσπονδοι γεγόνασιν οὐ ἴσ. οἱ περίοικοι, μεγίστην τὴν περὶ αὐτοῦ ἐσχηκότες δόξαν, καὶ πάντων τῶν Ἰσραηλιτῶν, διὰ τὸ γεγενημένον σημεῖον. Βουλόμενος τοίνυν παιδεῦσαι πάντας, ὡς Δεσπότης ἐστὶν τῶν ἁπάντων Θεὸς, ὅπως ἂν μὴ νομίζοιεν ἀσθενείᾳ τοῦ προνοοῦντος αἰχμάλωτον γενέσθαι τὸν λαὸν, καὶ τὸν ἴσ. ναὸν ἃ καταστρέφεσθαι, κελεύει τῷ προφήτῃ εἰς ἀπάντησιν αὐτῶν ἐλθεῖν, καὶ μηνῦσαι τὴν ἰσχὺν τοῦ Ναβουχοδονόσορ, παραινῶν αὐτοῖς, μὴ πείθεσθαι τοῖς ματαίοις καὶ τοῖς ψευδοπροφήταις· ὡς ἂν ἐξ αὐτῶν τῶν πραγμάτων γνοῖεν τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ ὡς δι' ἁμαρτίας ὁ λαὸς, οὐχ ὑπὸ τῆς ἀσθενείας, τοῦ προνοοῦντος αἰχμάλωτος γέγονε· δεσμὸν δὲ τὸν ζυγὸν, κλοιὸν δὲ λέγει τὰ περισφιγγόμενα περὶ τὸν ζυγὸν ξύλα, ἃ συνέχει τῶν βοῶν τὸν αὐχένα. Ὅρα, πότε ἤκουσε, καὶ πότε ἐποίησεν. Ἐντεῦθεν δῆλον, ὅτι οὐ πάσας τὰς προφητείας κατὰ καιρὸν ἤκουον. Τίνος ἕνεκεν; ἵνα μηδὲ τοῦ σημείου γένηται χρεία, ἵνα μαθόντες οἱ ἄνθρωποι, ὅτι τόδε ἐκελεύσθη τὸ σημεῖον ποιῆσαι, σωφρονισθῶσιν. Ὁρᾷς πῶς πάντων προνοεῖ ὁ Θεός. Οὕτως εἶπε. Καὶ νῦν ἐγώ εἰμι, οὐ μεταβέβλημαι, ἐπὶ τῆς αὐτῆς δυνάμεώς εἰμι. Ὅρα, πῶς δικαιολογεῖται. Εἰ ἐγὼ ἐποίησα, καὶ δοῦναι κύριος ἂν εἴην. Ἀλλ' οὐ πιστεύεις ὅτι ἐγὼ ἐποίησα, πιστεύσεις διὰ τῶν μετὰ ταῦτα. Ἔδοξέ μοι δοῦναι αὐτὴν τῷ Ναβουχοδονόσορ. Ὅρα, πῶς αὐτῶν καὶ τὸν τύφον καταστέλλει. Μὴ γὰρ οἰκείᾳ παραγίνεται δυνάμει, καὶ τῶν πόλεων περιγίνεται; Αὐτὸς ἄνωθεν ταῦτα τυπῶ. Ὅρα, πῶς αὐτοὺς παιδεύει θεογνωσίαν, ἵνα ἐκ τούτων καὶ τὰ πρότερα μάθωσιν. Καὶ τὰ θηρία. Μὴ γίνεσθε τούτων ἀνοητότεροι μηδὲ ἀχάριστοι· τὰ ἄλογα ὑπήκουσαν, ὑμεῖς δὲ ἀνθίστασθε; μὴ γὰρ ὑμᾶς δίδωμι μόνους; καὶ τὴν πόλιν τὴν ἐμήν. Ὁρᾷς κοινὰ τὰ τῆς προνοίας αὐτοῖς; Πάντας γὰρ ἀνθρώπους αὐτὸς ἐποίησεν· οὐκοῦν πάντων ἴσως προνοεῖ· οὐ γάρ ἐστι προσωποληψία παρ' αὐτῷ. Καὶ τὸ ἔθνος. Ὅρα πῶς πόση περ παῤῥησία, πῶς ἐλεεινῶς τὴν δουλείαν ἐνέφηνε, τῷ σφόδρα θαῤῥεῖν τοῖς λεγομένοις, οὐκ ἐπεσκιασμένως· Ὅσοι μὴ ἐμβάλωσι τὸν τράχηλον, καθάπερ περὶ ἀλόγων τινῶν, οὕτω διαλέγεται. Καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν. Ὁρᾷς δικαστήριον καθήμενον, καὶ βάσανον γινομένην μαντείας καὶ προφητείας; Ταῦτα ἐκεῖνοι λέγουσιν, ἐγὼ δὲ τἀναντία· ἴδωμεν τίνι μαρτυρεῖ τὸ τέλος. Καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ. Μὴ καὶ τοῦτο ἔχει τι; μὴ καὶ τοῦτο στοχασμός; τὸ τοὺς μὲν ἀναιρεῖσθαι, τοὺς δὲ ἀφίεσθαι; διὸ καὶ λιμὸς αὐτοὺς καταλήψεται. Πρὸς Σεδεκίαν. Μὴ νομίσητε, ὅτι ὡς ἐχθρὸς λέγω καὶ πολέμιος· καὶ τοῖς παρ' ἡμῖν ταῦτα προφητεύω. Εἶτα ὅρα, τί γίνεται· ἀντιλέγει ὁ ψευδοπροφήτης. Τοῦτο δὲ ἐποίησεν ὁ διάβολος, ὥστε ἐμποδίσαι τῇ προῤῥήσει. Εἰ προφῆταί εἰσι, καὶ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ τῶν δυνάμεων πρὸς τὸ μὴ πορευθῆναι τὰ σκεύη τὰ ὑπολελειμμένα ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἰκίᾳ βασιλέως Ἰούδα, καὶ ἐν Ἱερουσαλὴμ εἰς Βαβυλῶνα. Ἐπειδὴ οἱ ψευδοπροφῆται ἔφασκον μηδὲν μὲν πάσχειν τοὺς παρόντας, τὸ δὲ ἐναντίον, καὶ τοὺςἀποικισθέντας ἐπανιέναι, λέγει ὁ προφήτης. Εἰ ἀληθῶς εἰσιν οὗτοι προφῆται, καὶ ἀπέστειλεν αὐτοὺς ὁ Θεὸς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ, τουτέστιν, εὐξάσθωσαν πρὸς τὸν Θεὸν, ὥστε τὰ ὄντα μὴ ἀπαχθῆναι, ὅπερ εὔκολον μᾶλλόν ἐστιν, ἢ τοὺς ἀποικισθέντας ἐπανελθεῖν, ἵνα ἀπὸ τούτων γνῶμεν, ὡς κἀκεῖνο ἔσται. Τί ἐστιν· Ἀπαντησάτωσάν μοι τῷ Θεῷ, ὥστε μὴ ἀπαχθῆναι τὰ σκεύη; Τουτέστι κωλῦσαι τὸν Θεὸν, πεῖσαι αὐτὸν, δεικνὺς καὶ ἐκεῖ τὸ τῶν εὐχομένων Forte ἐρχομένων εἰς ἀπάντησιν, μήποτε εἰς πόλεμον ἴσ. μήτε οὐ εἰς πόλ. ἢ εἰς τὸ κωλῦσαι τοὺς Ἰουδαίους ἐπελθεῖν αὐτοῖς. Οὐ λέγω, φησὶν, ὅτι Πεισάτωσαν ἀναγαγεῖν τὰ σκεύη, τὰ ληφθέντα· δυνηθήτωσαν τὰ σκεύη τὰ ὑπόλοιπα κωλῦσαι. ΚΕΦΑΛ. ΚΗʹ. Καὶ εἶπεν Ἱερεμίας. Ἀνανίου τοῦ ψευδοπροφήτου εἰρηκότος, ὡς μετὰ δύο ἔτη ὑποστρέφουσι τὰ ἅγια σκεύη ἐκ τῆς Βαβυλῶνος, εἶπεν ὁ Ἱερεμίας, ὅτι τὸ πέρας δείξει τῶν λόγων τὴν ἀλήθειαν. Ἀληθῶς, κ. τ. λ. Ἵνα μὴ νομίσητε, ὅτι ἐγὼ ὑμῖν πολεμῶ· βούλομαι ἐγὼ καὶ εὔχομαι τοῦτο εἶναι, καὶ ἐμαυτὸν ψεύδεσθαι. Πλὴν ἀκούσατε. Εἶτα ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, ὅρα πῶς αὐτοὺς φοβεῖ, μονονουχὶ λέγων, ὅτι οὐδὲν ἔσται τοιοῦτον, καὶ δεικνὺς, ὅτι πάντες οἱ προφῆται οἱ τὰ λυπηρὰ λέγοντες, οὗτοι μάλιστα ἦσαν ἀληθεῖς.* Καὶ ἔλαβεν Ἀνανίας ὁ ψευδοπροφήτης ἔναντι παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἱερεμίου τοῦ προφήτου, καὶ συνέτριψεν αὐτοὺς, καὶ τὰ ἑξῆς. Ὁ Ἱερεμίας τὸν ζυγὸν ἐπὶ τοῦ τραχήλου φέρων κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα, προφητεύσας κατὰ τῶν ἐθνῶν προεφήτευσε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ἦν δὲ τέταρτον ἔτος τοῦ Σεδεκίου, ὡς αὐτὸς ὁ προφήτης λέγει. Ἐν τοίνυν τῷ πέμπτῳ μηνὶ τούτου τοῦ ἔτους Ἀνανίας ὁ ψευδοπροφήτης ἐλθὼν ἐμήνυεν ἄοδον ἴσ. ἄνοδον τῶν αἰχμαλωτισθέντων, καὶ τοῦ Ναβουχοδονόσορ ἀπώλειαν, καὶ, ὡς δὴ κατὰ πρόσταγμα Θεοῦ ποιῶν, συνέτριψε τὸν ζυγόν. Εἶτα κατ' αὐτοῦ ἀποκάλυψις τοῦ Ἱερεμίου, καὶ ἀποκάλυψις τῆς ἀληθείας τῶν λόγων· φησὶ γὰρ πρὸς αὐτόν. Ὅρα παρ' ἡμῖν τὰ ἁμαρτήματα, τοὺς ἐλέγχους. Τί οὖν ὁ Ἱερεμίας; Οὐδὲν πλέον ἐποίησεν, ἀρκοῦντα τὸν ἔλεγχον ἐπιδειξάμενος.* Τούτῳ τῷ ἐνιαυτῷ σὺ ἀποθανῇ ὅτε ἐκδίκησιν ἐποίησας αὐτῷ, λαλήσας πρὸς τὸν Κύριον. Τουτέστιν ἐναντίαν τῇ βουλῇ τοῦ Θεοῦ, καὶ ἐπάγει· Καὶ ἀπέθανεν Ἀνανίας ὁ ψευδοπροφήτης ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἐν τῷ μηνὶ ἑβδόμῳ μετὰ δύο μῆνας τῶν λόγων τοῦ προφήτου. Τούτων δὲ γενομένων γράφει ὁ Ἱερεμίας κατὰ πρόσταγμα Θεοῦ πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ μὴἀπατᾶσθαι τοῖς λέγουσιν αὐτοῖς, ἐπανιέναι· εἰδέναι δὲ ὡς καὶ οἱ ἐν τῇ γῇ αὖθις ἀποικισθήσονται. ΚΕΦΑΛ. ΚΘʹ. Καὶ οὗτοι οἱ λόγοι. Τίνος οὖν ἕνεκεν, εἰπὲ, πέμπει καὶ πρὸς τοὺς ἐν Βαβυλῶνι; Μὴ γὰρ οὐκ εἶχον ἐκεῖ τὸν Ἰεζεκιήλ; Τί βούλεται καὶ αὕτη ἡ ἐπιστολή; ἐκ περιουσίας γίνεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς καὶ αἰδεσιμώτερον νομίζειν καὶ τὸν ἀπὸ τοῦ ναοῦ, καὶ τὸν ἀπὸ τῶν ἁγίων λέγοντα, σημαίνει τοῦτο. Ἄλλ' ὅρα διεστραμμένην κακίαν. Κἀκείνους ἐκεῖ διέφθειρον οἱ ψευδοπροφῆται.* Ἰδοὺ ἐγὼ δώσω ὑμᾶς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ τὰ ἑξῆς. Οὗτοι ψευδοπροφῆται ἦσαν, καὶ τοῦ Ἱερεμίου μετὰ τὸν θάνατον τοῦ Ἀνανία γράψαντος ἐπιστολὴν ἔχουσαν τὴν δύναμιν, ἣν προεῖπεν πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ, τὰ ἐναντία προεφήτευον. Λέγει τοίνυν κατ' αὐτῶν ὁ Θεὸς διὰ τοῦ προφήτου, καί φησι· Ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν. Ὁ γὰρ ἀκούων, τίς ὁ Ἀχιὰβ καὶ τίς εἴη ὁ δύσμορος οὗτος ὁ ἀποτηγανισθεὶς, ἐμάνθανε καὶ τὴν προφητείαν, καὶ τὰ ἁμαρτήματα αὐτῶν τὰ κεκρυμμένα.* Δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραὴλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν. Ἀκούσας γὰρ ὁ Βαβυλώνιος ταῦτα λέγειν αὐτοὺς, ἀποστείλας παρέστησεν εἰς τὴν Βαβυλῶνα, καὶ τηγανίσας ἀπέκτεινε. Τὸ δὲ, ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν, ὁ Ἑβραῖος. τῶν ἑταίρων αὐτοῦ, ἔχει. Καὶ ἐγώ εἰμι ὁ γνώστης, καὶ μάρτυς, φησὶ Κύριος. Τουτέστιν, ἃ κρυφῆ πράττετε λανθάνοντες τοὺς πολλοὺς, ταῦτα ὁρῶ ἐγὼ καὶ εἰσπράττομαι ὑμᾶς τὴν δίκην. Καὶ πρὸς Σαμέαν. Λέγει δὲ καὶ τὰ συμβησόμενα εἰς τὰς γυναῖκας αὐτῶν. Κύριος ἔδωκέ σε ἱερέα. Τί οὖν, καὶ τούτῳ τῷ Σαμέᾳ πέμπει προφήτην; Ἰδοὺ τρεῖς προφητεῖαι· μία, ὅτι ἑβδομήκοντα ἔτη ποιοῦσιν· ἑτέρα, ὅτι ἀνελεύσονται· ἑτέρα, ὅτι οἱ περὶ Ἀχιὰβ ἀποθανοῦνται, καὶ ἀρὰ ἔσονται.* Διότι ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων· Μακράν ἐστιν, οἰκοδομήσατε τὰς οἰκίας, καὶ τὰ ἑξῆς. Σαμέας οὗτος ἄποικος ἦν μετὰ τῶν ἀπαχθέντων· ἡδόμενος τοίνυν τῇ ἐπανόδῳ ἐτέρπετο τοῖς ταῦτα λέγουσι. Τοῦ τοίνυν προφήτου τὴν ἐπιστολὴν γράψαντος ἐκείνην, καὶ παραινοῦντος τῷ λαῷ στέργειν τὴν ἐν Βαβυλῶνι οἴκησιν, ἀγανακτήσας πρὸς τὸν Σοφονίαν, τότε ἱερέα τυγχάνοντα, πρῶτον γράφει ταῦτα, ἃ νῦν ἐκ τῆς προφητείας παρεθέμην, ἐπιτιμῶν τῷ Σοφονίᾳ, ὅτι μὴ δίκην εἰσεπράξατο τὸν Ἱερεμίαν ἐπιστείλαντα ταῦτα· τὸ δὲ, εἰς τὸ ἀπόκλεισμα Σινὼχ, τουτέστιν, εἰς τὸ ἀπόκλεισμα τῆς φυλακῆς. Τὸ γὰρ Σινὼχ, ἐγκλειστήριον ἑρμηνεύεται· ὁ γὰρ Ἑβραῖος φυλακὴν οὐ δύναται σαφῶς εἰπεῖν, ἀντὶ δὲ δεσμωτηρίου, τῇ τοῦ ἐγκλειστηρίου χρῆται φωνῇ. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι. Τί τούτου γένοιτ' ἂν τερατωδέστερον; Σαμέας ἦν ὁ μὴ μέλλων ὁρᾷν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τὰ προλαβόντα, κἀκείνοις πίστιν ἔδωκεν, ὅτι οὐκ αὐτόματα συνέβη· ἐπειδὴ γὰρ οἱ περὶ Ἰεχονίαν ἑκοντὶ παρέδωκαν ἑαυτοῖς, ἵνα μὴ νομίσωσιν ἔλαττον ἐσχηκέναι ὑπακούσαντες τῷ Θεῷ· Ὄψεσθε, φησὶν, ἃ τούτους διαδέξεται. ΚΕΦΑΛ. Λʹ. Οὕτως εἶπε Κύριος. Οὕτω θαῤῥῶ, φησὶ, τῇ προῤῥήσει, ὅτι καὶ ἔγγραφον αὐτὴν εἶναι βούλομαι, ὃ μάλιστα ἐπιδείξεται τὸ τέλος. Φωνὴν φόβου ἀκούσεσθε. Διαλύει τὴν ἰσχὺν πᾶσαν ὁ φόβος· πολλὴ ἡ φιλανθρωπία τοῦ Θεοῦ, οὐχ ὅτι δεινὰ ἐπάγει μόνον, ἀλλὰ καὶ πρὸ τῶν δεινῶν τὸν φόβον· πρὸς τὴν τῶν γυναικῶν ἀσθένειαν μεταστήσονται. Ἐστράφησαν. Καὶ γὰρ τοῦτο ὁ φόβος ποιεῖ· οὐ σωφρονίζει οἴκοθεν, ἀλλὰ παρὰ τῶν πλησίον. Ὅτι μεγάλη ἡ ἡμέρα. Μεγάλη κατὰ τὴν τῶν δεινῶν ὑπερβολὴν, οὐκ ἔστι τοιαύτη. Ὑπερβολικῶς εἴρηται, καὶ χρόνος στενός ἐστιν· οὐκ ἔστι προφητεία τὸ πρᾶγμα, ἀλλὰ πεῖρα. Συντρίψω τὸν ζυγόν. Ἀλλ' ὅμως ἐκ τῶν ἀφύκτων δεινῶν ἀνοίσουσιν. Καὶ οὐκ ἐργῶνται. Πῶς τῷ Θεῷ ἐργῶνται; Ἐπειδὴ τὰς ἀπαρχὰς ἀνέφερον· οὕτω δὴ καὶ ἐφ' ἡμῶν γίνεται· ὅταν μὴ τῷ Θεῷ ἐργαζώμεθα, μηδὲ τὸν ἀπὸ τῆς σαρκὸς καρπὸν αὐτῷ προσενέγκωμεν, ἀλλὰ τοῖς πάθεσι τῆς ψυχῆς, καθάπερ τοῖς εἰδώλοις ἐκεῖνοι, ἑτέρα τιμωρία μένει. Καὶ τὸν Δαβίδ. Τί τούτου ἁγιώτερον γένοιτ' ἂν, ὅταν οἱ διαπρέψαντες, καὶ πρὸς τὸν Θεὸν παῤῥησίαν ἐσχηκότες οἱ περὶ Ζοροβάβελ, τοῦτον δὴ μέγαν παρὰ τοῦ Θεοῦ δέξωνται τὸν κόσμον, τὸ τῇ προσηγορίᾳ τοῦ Δαβὶδ ὀνομάζεσθαι; Ἀνέστησα σύντριμμα Ὥσπερ ἂν εἴ τις δεσπότης δημίῳ τινὰ ἡμαρτηκότα παραδοὺς τῶν οἰκείων, ἐκείνου πέρα τοῦ μέτρου μαστίξαντος τὸν παραδεδομένον, καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν, ἔλθων οὗτος ὁ παραδοὺς, σχεδὸν καὶ ἀπολογεῖται πρὸς τὸν μεμαστιγωμένον, δεικνὺς ὅτι οὐ κατὰ τὴν αὐτοῦ γέγονε τοῦτο ἐπιτροπὴν, καὶ καταμανθάνων αὐτοῦ τὰ τραύματα ἀκριβῶς, καὶ ἐπαγγελλόμενος μυρίαν ἐκείνῳ τιμωρίαν. Οὕτω καὶ ὁ Θεὸς ποιεῖ. Βίαιον τὸ σύντριμμα. Ὁρᾷς αὐτὸν ἀπολογούμενον, ὅτι χαλεπὸν τὸ τραῦμα ἔλαβε; Τοῦτο γάρ ἐστι βίαιον, οὐχ ὅσον ἔδει, ἀλλὰ πολλῷ πλέον. Οὐκ ἔστι κρίνων. Τουτέστιν, οὐδεὶς ἐξεδίκησεν, οὐδεὶς ἐβοήθησεν. Ἀφόρητον τὸ κακόν τι παθεῖν· τὸ δὲ μετὰ τὸ παθεῖν μηδὲ τὸν παρακαλοῦντα ἔχειν, ἀφορητότερον. Εἰς ἀλγηρὸν ἰατρεύθης. Ἐπειδὴ γὰρ καθάπερ ἰατρείαν τινὰ τὴν αἰχμαλωσίαν προσῆγεν αὐτοῖς, λέγει, Πολλὴν ἡ θεραπεία ὀδύνην ἐναφῆκεν· ὥσπερ ἐπί τινος ἀμαθοῦς ἰατροῦ, οὐκ εἰδότος τέμνειν καλῶς. Διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε. Αἰσχύνας ἀπ' ἀλλήλων ἕξουσι, τοῖς οἰκείοις ἕκαστος τὸν πλησίον θρέψει σώμασι· πείσονται ταῦτα ἅπερ ἐποίησαν. Ὅτι ἀνάξω. Εἰ γὰρ καὶ ἀνίατον τὸ τραῦμα, ἀλλ' οὐκ ἐμοί. Ὅτι ἐσπαρμένη ἐκλήθης. Οἱ λοιποί φασιν, ἐζωσμένη, ἐπειδὴ δίκην ἔδωκας. Μέγα ἀγαθὸν, μὴ διὰ τιμωρίας καὶ κολάσεις σώζεσθαι παρὰ τοῦ Θεοῦ καὶ τοὺς πονηροὺς καὶ ἀπεγνωσμένους, ἀλλὰ δι' ἀρετὴν καὶ μετάνοιαν. Καὶ ἐξελεύσονται, ἀπ' αὐτῶν ᾄδοντες. Τί οὖν πρὸς ἐκείνους τοὺς μέλλοντας ἀναιρεῖσθαι; Οὐ γὰρ δὴ μόνον αὐτοὺς οὐκ εὔφρανε ταῦτα, ἀλλὰ καὶ ἐλύπει πλέον. Ἐννόησον γὰρ ἄνθρωπον γεγηρακότα, ἀκούοντα ὅτι μετὰ ἑβδομήκοντα ἔτη ἔσται τὰ ἀγαθά. Διὰ γὰρ τοῦτο καὶ ἐνδιατρίβει αὐτοῖς, ἵνα μᾶλλον αὐτοὺς δάκῃ· τοὺς δὲ ἐν ἡλικίᾳ, ἵνα εἰς ἐλπίδας ἀγαγὼν σωφρονίσῃ πλέον. Καὶ εἰσελεύσονται. Ὅρα πῶς λέγει τὴν εὐπραγίαν αὐτῶν, τὴν λατρείαν, καὶ τὴν ἄδειαν, καὶ ὅτι πολλοὶ ἔσονται, καὶ τὰ νόμιμα ἕξουσι. Ταῦτα γὰρ αὐτοῖς ἦν φίλα. Ὅτι ὀργή. Ταῦτα, φησὶν, ἔσται, μὴ νῦν ταῦτα ζήτει· νῦν γὰρ τῆς τιμωρίας τῆς ἡμετέρας ὁ καιρός. ΚΕΦΑΛ ΛΑʹ. Ἐν τῷ χρόνῳ. Ὅταν οἱ ἄλλοι ἀπόλωνται, τὰ κατὰ Βαβυλωνίους φησί.* Οὕτως εἶπε Κύριος· Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ πορευομένους εἰς σπονδὰς Ἰσραήλ. Βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ. Σφόδρα ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· αὕτη δὲ ἡ ἔννοια σώζεται παρὰ τῷ Ἑβραίῳ· Εὗρε χάριν ἐν ἐμοὶ ὑπολελειμμένος ἐκ τῆς μαχαίρας ὡς ἐν τῇ πανερήμῳ ὁ Ἰσραήλ. Ὃ γὰρ θερμὸν ἡρμήνευσεν ὁ Ἕλλην, τοῦτο, χάριν, ἔχει ὁ Ἑβραῖος· ἐκ δὲ τῆς ἐπωνυμίας τὸ σφάλμα τῆς ἑρμηνείας γέγονε. Τὸ γὰρ ὣμ κατὰ τὴν Ἑβραίων φωνὴν δασυνόμενον, θερμόν ἐστι, τὸ δὲ ἦν, κάλλος κεχαριτωμένον, τὸ δὲ, ὀλωλότων ἐν μαχαίρᾳ, τουτέστιν, ὁ ὑποληφθεὶς ὑπὸ τῆς μαχαίρας. Ἵνα εἴπῃ, Τοὺς περισωθέντας μετὰ τὸν θάνατον, τούτους σώζω. Τὸ δὲ πορευομένους εἰς σπονδὰς Ἰσραὴλ, τουτέστιν, Ἡνίκα ἐπορευόμην πρὸς ἀνάπαυσιν αὐτοῦ ἐν τῇ πανερήμῳ, ὅπερ σαφέστερον διὰ τῶν ἐπαγομένων λέγει.* Βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ. Τουτέστιν, ἡνίκα ἐβάδιζον προπορευόμενος αὐτοῦ, ἵνα ἀναπαύσω αὐτόν· οὕτω γὰρ ἔχει ὁ Ἑβραῖος. Τὸ δὲ βαδίσατε ἡρμήνευται ἀσαφῶς, διὰ τὸ μὴ τὸν χρόνον φυλάξαι τὸν ἑρμηνευθέντα ἴσ. ἑρμηνεύσαντα· ἀντὶ γὰρ τοῦ, βαδίζων, βαδίσατε ἔχει, οὕτω γὰρ φαίνεται καὶ ὁ Μωσῆς λέγων· Εἰ μὴ σὺ πορεύῃ, μὴ ἀναγάγῃς με. Ὁρᾶς; Πανταχοῦ σπουδάζει δεικνύειν, ὅτι αὐτοῦ τὸ πᾶν ἐστιν. Εἶπε, Βαβυλωνίων ἀπολλυμένων, σὺ διασωθήσῃ. Εἶτα δείκνυσι τὸ παρ' ἐλπίδα, καὶ ὡς οὐκ ἦν ἀνθρωπίνων λογισμῶν μὴ καὶ αὐτοὺς ἀπολέσθαι. Ὥσπερ ἂν εἴ τις ἐν πολλοῖς πτώμασιν εὕροι τινὰ ζέοντα, καὶ ἔτι ἐμπνέοντα, καὶ ἀναψύχοντα ἀποψύχοντα, εἶτα δυνηθείη ποιῆσαι τοιοῦτον πονῆσαι τοσοῦτον, καὶ τοὺς πολεμίους ἀποσοβῆσαι ἀπ' ἐκείνου, μόνον μονονοὺ καὶ ἐπὶ ζωὴν αὐτὸν ἀγαγεῖν, θαύματος ἂν εἴη. Οὕτω καὶ ἐπὶ σοῦ γέγονε, φησίν. Ἐκ μέσου αὐτῶν διανέστησά σε· ἀπὸ ὁδοῦ πολεμίων ἐμπνέοντά σε εὑρὼν, καὶ παρωρμησαμένους παῖσαι διεκώλυσα, οὐκ ἔχοντα σωτηρίας ἐλπίδα.* Πόῤῥωθεν Κύριος ὤφθη αὐτῷ· ἀγάπησιν αἰωνίαν ἠγάπησά σε. Ταῦτα ὁ προφήτης λέγει, τουτέστιν, ὑπέδειξέ μοι δι' ὀπτασίας Θεὸς τὰ πάλαι λεγόμενα, καὶ ἐξ αἰῶνος· ὅπως ὑπὸ ἀγάπης ἐν τῇ πανερήμῳ τὸν λαὸν διήγαγε· καὶ ἔφη μοι νῦν, Ἐκείνην τὴν ἀγάπην αἰωνίως ἠγάπησα αὐτόν· τουτέστιν διὰ τέλους· καὶ ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἐῶ αὐτὸν διαφθαρῆναι· σώζω δὲ τὸν εἰς ἀποικίαν λαόν.* Διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. Τουτέστι, δι' ἐκείνην τὴν ἀγάπην ἠξίωσεν αὐτὸν τῆς νῦν χάριτος, ἀπαλλάξας αὐτὸν τῶν Βαβυλωνίων. Τὸ δὲ εἵλκυσά σε, ἵνα δείξῃ ὡς ἰσχυρῶς κατεχόμενον ἐξέσπασε. Τὸ δὲ, εἰς οἰκτείρημα, Ἐνέδυσα αὐτὸν χάριν, ἔχει. Οὐ πρὸς καιρὸν, καθάπερ σὺ, κἂν μυρία ποιήσῃς, ἐγὼ φιλῶ σε. Οἰκτείρων καὶ ἐλεῶν, οὐχὶ τὰ κατ' ἀξίαν ἀπονέμων.* Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ. Τουτέστι, πάλιν σοι τὸ ἀρχαῖον ἀποδίδωμι σχῆμα, οὐδενὸς δυναμένου ἀντιστῆναι. Ἀδείας πολλῆς, καὶ βαθείας εἰρήνης τεκμήρια λέγει, καὶ αὐτὰ τὰ ῥήματα πιθανά ἴσ. ποθεινά.* Φυτεύσατε φυτείας, καὶ αἰνέσατε, ὅτι ἐστὶν ἡμέρα παρακλήσεως ἀπολογουμένου ἐν ὄρεσιν Ἐφραίμ. Στῆτε, καὶ ἀναβῶμεν εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Ἡ μὲν ἔννοια τοῦ Ἑλληνικοῦ ἐστιν αὕτη, ὅτι Ἐπανελθόντες ἀπολαύσετε τῆς εὐφορίας τῆς γῆς, καὶ τὴν γῆν κατεσχηκότες· τοῦτο γὰρ μηνύει τό· Ἐν ὄρεσιν Ἐφραὶμ, ἀπὸ τοῦ μερικοῦ τὴν πᾶσαν γῆν, ἵνα εἴπῃ· Μετὰ σπουδῆς ἐπανελεύσεσθε εἰς τὸν ναὸν ὑμνοῦντες τὸν Θεόν. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Καὶ φυτεύσουσι καὶ φάγονται τὸν καρπόν. Ἔσται γὰρ ἐν ἡμέρᾳ ἐν ᾗ κεκράξονται οἱ φυλάσσοντες τοὺς ἀμπελῶνας· Ἀνάστητε καὶ ἀνέλθωμεν εἰς Σιών. Σώζεται δὲ ἡ αὐτὴ ἔννοια· τῇ γὰρ ἑκάστου ὠφελείᾳ τὴν περιττὴν εὐσέβειαν δείκνυσι. Ὅτι ἐφυτεύσατε. Ὅρα πανταχοῦ πῶς ἀναμίγνυσι τοῖς ἀγαθοῖς τὴν μετάνοιαν ἐπιστροφὴν αὐτῶν.* Ἀγαλλίασθε, καὶ εὐφραίνεσθε, καὶ χρεμετίσατε, ἐπὶ κεφαλὴν ἐθνῶν. Τουτέστιν, ἐνώπιον τῶν ἐθνῶν βοήσατε, μηδὲν αὐτοὺς δεδοικότες, διὰ τὴν ἐμὴν συμμαχίαν.* Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ γῆς Βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπ' ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ Φασέκ. Τουτέστιν, ὡς ἐν τῇ ἑορτῇ τοῦ Φασὲκ, οὕτως ἅπαντας ἐπανελθεῖν προθύμως ποιήσω. Εἶτα καὶ τὴν ἑορτὴν λέγει καὶ τὸν καιρόν. Ὁρᾷς, ὅτι ἐξέβη ἐν ἑορτῇ Φασὲκ κατὰ τὸν καιρὸν, καθ' ὃν, καὶ ἐξ Αἰγύπτου τότε ἐξελθεῖν ἐλυπήθησαν ἴσ. ἐδυνήθησαν. Οὐχ ἁπλῶς οὗτος ὁ καιρὸς ἑκατέρας ἐστὶ τῆς εἰσόδου. Ἀλλ' ἴστε οἱ μεμυημένοι, τίνος τύπος τοῦτο ἦν. Δεύτερον τότε ἐπανέρχονται. Καὶ τεκνοποιήσῃ. Οὕτω καὶ οἱ ἀνάπηροι τότε θεραπευθέντες τὰ σώματα, πατέρες ἔσονται. Ἐν κλαυθμῷ Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς εἰδότας, καὶ τὸ μῆκος, καὶ τὴν ταλαιπωρίαν τῆς ὁδοῦ ἰλιγγιᾷν, εἰκότως καὶ τοῦτον ἀναιρεῖ τὸν φόβον λέγων, ὅτι Οὐ φεύγοντες ἥξετε, οὐ δὲ θορυβούμενοι, ἀλλὰ μετὰ τιμῆς καὶ παρακλήσεως καὶ ἀνέσεως τῆς προσηκούσης, καίτοι ποῖος τοῦτο λογισμὸς εὑρεῖν δυνήσεται, ὅτι τῆς πόλεως ἁλούσης, καὶ τῶν δεσποτῶν χειρωθέντων, οἱ δοῦλοι παρὰ τῶν δεσποτῶν τῶν χειρωσαμένων μετὰ τιμῆς ἔμελλον ἀπολύεσθαι πρὸς τὴν οἰκείαν; Ὅτι ἐγενόμην. Ὅρα αἰτίαν ἀναγκαίαν τῆς σωτηρίας αὐτῶν, οὐκ ἀφιεῖσαν αὐτοὺς τυφωθῆναι. Οὐ γὰρ ἀπὸ κατορθωμάτων, ἀλλ' ἀπὸ διαθέσεως τῆς φυσικῆς αὐτοὺς σώζω. Τοῦτο δείκνυσιν, ὅτι καὶ πάντας σώσει. Οὐδεὶς γὰρ πατὴρ περιόψεται παῖδα πρωτότοκον, καὶ παρὰ πατέρος σωζόμενος οὐκ ἂν ἔχοι μέγα φρονεῖν. Ἀκούσατε λόγον. Ὁ μάλιστα ἡμαρτηκὼς, ὁ μάλιστα διεφθαρμένος, καὶ οὐκ ἔχων ἐλπίδα σωτηρίας. Πᾶσαν τὴν οἰκουμένην ποιήσατε μάρτυρα τῶν λεγομένων· οὕτω θαῤῥοῦμεν παρὰ Forte περὶ αὐτῶν. Εἴπατε ὁ λικμήσας. Ὅρα πόσος κόσμος, ὅταν μηδὲν παρὰ ἀνθρώπων πάσχωσι δεινὸν, εἴ τις ἀπιστεῖ τὸν πόλεμον παρὰ τοῦ Θεοῦ γεγενῆσθαι, τὸ δυσκολώτερον ὁρῶν, τὴν ἄνοδον παρ' αὐτοῦ γεγενημένην, καὶ περὶ ταύτης τούτου πιστευέτω. Ὡς ὁ βόσκων. Ὁρᾷς ὅτι Θεοῦ τὸ ἔργον ἐστὶν, ὅταν μὴ ἰσόῤῥοπος ἡ μάχη. Ἐξείλατο αὐτόν. Ὅρα ἀγαθὰ διαδεχόμενα, καὶ ἀθρόα τὰ καλὰ, καὶ προῤῥήσεις προῤῥήσεων ἴσ. καὶ προῤῥήσεων περιουσίαν, ἵνα μὴ μόνον τῇ πείρᾳ τῶν παρόντων, ἀλλὰ καὶ ταῖς ἔλπισι τῶν μελλόντων εὐφραίνωνται.* Καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον. Τουτέστιν, παντὸς ἀγαθοῦ πλησθήσονται. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει, ὡς κῆπος μεμεθυσμένος ὕδασιν. Τότε χαρήσονται. Τουτέστιν, οὐκ ἔσται χηρεία τότε· νῦν γὰρ οὐκ εἶχον, οὐ γάμους, οὐ παιδοποιίας, ἀλλὰ τιμωρίας, καὶ συμφορᾶς ἦσαν αὐτοῖς ὑπόθεσις οἱ νέοι. Καὶ ποιήσω. Πᾶσα ἡλικία τῆς ἡδονῆς αἰσθήσεται. Οὐχὶ τὴν ἄκαιρον μέθην, ἀλλ' εὐφρανῶ, φησί· τοῦτο γὰρ τὸ ὄνομα ἐπ' αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ ἐκείνοις τὰ ἀπὸ τῆς γῆς ἐπηγγείλατο, οὗτοι δὲ γῆν οὐκ εἶχον, ἀλλὰ καὶ τούτοις ἐπιῤῥεύσει τὰ ἀγαθὰ, φησί. Οὕτως εἶπε Κύριος. Τοῦτο γέγονεν ἐπὶ Ἡρώδου· γέγονε δὲ καὶ ἤδη.* Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου· Ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην. Ἐπειδὴ τῶν δύο φυλῶν τὴν ἄνοδον μηνύει, δείκνυσιν, ὅτι καὶ αἱ δέκα ἐπανελεύσονται φυλαί· οὐ μικρὰν τὴν ὠφέλειαν ἐκ τῆς αἰχμαλωσίας ἐσχηκυῖαι. Ὥσπερ μόσχος οὐκ ἐδιδάχθην. Τουτέστι, σιδηρὸς ἐγενόμην, καθάπερ μόσχος οὐκ εἴκων ζυγῷ. Ἐλπὶς σωτηρίας οὐ μικρά· καὶ τοῦτο τῆς τῶν λεγομένων ἀξιοπιστίας· εἰ γὰρ μέλλοιεν μετανοεῖν, εὔδηλον ὅτι σώζονται. Ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην. Τὰ σκιρτήματα αὐτοῦ ἐνέφηνε τὴν ἄλογον ἡλικίαν, καὶ τὴν ἀδικίαν τῶν ἐπὶ κακῷ κεκτημένων, τὴν ἄνοιαν τὴν ἐν τῇ νεότητι. Νέος γὰρ ἀποστερούμενος ζυγοῦ καὶ τῆς τῶν λογισμῶν ἀρχῆς, οὐδὲν διέφερεν σκιρτώντων βοϊδίων ἁπλῶς καὶ ὡς ἔτυχεν ἁπανταχῆ φερομένων, οὐδὲ τῶν πρώτων ὀφθαλμῶν οὐδὲ τὰ πρόσθεν τῶν ὀφθαλμῶν ὁρώντων, ἀλλὰ καὶ κατὰ κρημνῶν πηδώντων. Ἐπίστρεψόν με. Μεγάλη ἡ ἀρετὴ, ὅταν ἐπιστρέψαντος Θεοῦ ἐπιστρέφωμεν.* Καὶ πρότερον τοῦ γνῶναί με ἐκρότησα ἐπὶ μικρόν. Τουτέστι, μετὰ τὴν αἰχμαλωσίαν μετέγνων. Τὸ γὰρ ἐκρότησα, ὡς ἐπὶ τῶν μετανοούντων ἔφη. Καί γε ἐνετράπην, καὶ ὑπεῖξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. Τουτέστιν, ὅτι ἀνεμνήσθην ἁμαρτίας νεότητός μου. Νεότητα δὲ λέγει τὰ ἐπὶ τοῦ Ἱεροβοὰμ γεγονότα· ὡς νεωτερήσας ἐπὶ τῇ τῶν μόσχων θρησκείᾳ. Ὅταν πάντα τὸν ἁμαρτάνοντα οὐ κολάζῃς, πάσχειν ἐχρῆν. Καὶ γὰρ πρὸς αἰσχύνην, καὶ πρὸς ἕτερα πολλὰ ἁμαρτήματα μᾶλλον αἴσθησιν παρέχει τιμωρίας τιμωρία. Νῦν δὲ τοὐναντίον γίνεται· ὅταν μὲν ἁμαρτάνωμεν, ἀναισχυντῶμεν, ὅταν δὲκολαζώμεθα, καταπίπτομεν, ἀμείβοντες τοὺς καιρούς. Ἀλλ' οὐχὶ δίκαιοι οὕτως, ἀλλὰ κολαζόμενοι μὲν ἐφρόνουν μέγα, καθάπερ οἱ ἀπόστολοι· ἐπὶ δὲ τῆς ἁμαρτίας οὕτως ᾐσχύνοντο, ὡς μὴ κατὰ τὸν καιρὸν τῶν πλημμελημάτων μόνον, ἀλλὰ καὶ τούτου παρελθόντος, καὶ τῆς τιμωρίας ἀφεθείσης, ὀδύρεσθαι καὶ θρηνεῖν. Καὶ μετ' ὀλίγα· Ἐστέναξα ἐν ἡμέραις αἰσχύνης μου. Τοῦτο φάρμακον τῶν ἁμαρτημάτων, τὸ μὲν κωλύων τοῖς αὐτοῖς περιπεσεῖν, τὸ δὲ γενόμενον ἀποσμήχων ὁ στεναγμός. Καὶ ὑπέδειξά σου. Ὁρᾷς πόσον ἀγαθὸν τὸ ἐπιγινώσκειν τὰ ἁμαρτήματα; μᾶλλον ἡμᾶς ὑποτάττεσθαι ποιεῖ τῷ Θεῷ. Οὐ τὸ ἁμαρτάνειν λέγω, ἀλλὰ τὸ μετὰ τὴν ἁμαρτίαν ἐπιγνῶναι.* Υἱὸς εἶ ἀγαπητὸς Ἐφραὶμ ἐμοί. Τουτέστι, τίμιος υἱὸς εἶ. Παιδίον ἐντρυφῶν, τουτέστι, καὶ παιδίον ἐν ᾧ παρεκαλούμην· ἐκ μεταφορᾶς δὲ αὐτὸ ἔλαβε τῶν πατέρων, τῶν πρὸς τὰ μικρὰ βρέφη τῶν τέκνων παιζόντων. Μνείαν μνησθήσομαι αὐτοῦ. Ὁ Ἑβραῖος, Διὰ τοῦτο ἠλέγχθη τὰ σπλάχνα μου ἐπ' αὐτὸν, καὶ οἰκτηρήσω αὐτὸν, εἶπε Κύριος. Διὰ τοῦτο ἐπεσκεψάμην αὐτὸν, τουτέστιν, ἐκ τῆς περὶ αὐτὸν διαθέσεως οὐκ ἤνεγκα αὐτὸν ἐν συμφοραῖς ἰδεῖν. Εἶδες πόσην μεταβολὴν εἰργάσατο; Τὸν ἐν γῇ, τὸν μυσαρὸν, τὸν πολέμιον, τὸν ἐχθρὸν, παιδίον ἀγαπητὸν, ὥστε μὴ τῆς φύσεως εἶναι τὸ πρᾶγμα μόνον, καὶ παιδίον ἐλεύθερον, καὶ εὐγενές. Στῆσον σεαυτῇ Σιώνιμ σκοπούς. Σιώνιμ σημεῖα ἑρμηνεύεται. Λέγει τοίνυν, ὅτι Σημείωσαι τὴν ὁδὸν ὥσπερ σκοποὺς θεὶς ἐν ἑαυτῇ, διὰ γὰρ ταύτης ἐπανελεύσει.* Ποίησον δὲ αὐτῇ τιμωρίαν. Ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ. Ὁ γὰρ Ἑβραῖος οὕτως ἔχει· Στῆσον σεαυτῇ σημεῖα, ἀντὶ τοῦ, τιμωρίαν· ἴσως δὲ κατὰ τὸ Ἑλληνικὸν αὕτη κεῖται ἡ ἔννοια, ὅτι Παράστησον τὸν σκοπὸν, τουτέστι, τὸ σημεῖον ὅθεν παρῆλθες τιμωρηθεῖσα, ἵνα ἐπανιοῦσα γνῷς τῆς ἐνεργείας τὸ μέγεθος. Εἰδέναι δὲ δεῖ, ὅτι παρὰ τῷ Ἑβραίῳ τὸ, τιμωρία, οὐ κεῖται.* Δὸς τὴν καρδίαν σου εἰς τοὺς ὤμους σου, ὁδὸν ἣν ἐπορεύθης. Τουτέστιν, ἐννόησαι τὴν καρδίαν σου τὴν ὁδὸν ταύτην ἣν πορεύῃ μοχθοῦσα.* Διάστρεψον εἰς τὰς πόλεις σου πενθοῦσα. Ὁ Ἑβραῖος, Ἀνάστρεψον εἰς τὰς πόλεις σου ταύτας. Ἀντὶ γὰρ τοῦ, πενθοῦσα, ταύτας ἔχει· κἀνταῦθα δὲ ἡ ἐπωνυμία τὴν ἐναλλαγὴν τῆς ἑρμηνείας ἐποίησε. Τὸ γὰρ ἀλὰ, πένθος μηνύει, τὸ δὲ ἐλὲ, αὕτη. Οὕτω δὲ νοητέον τὸ Ἑλληνικόν· Ἀνάστρεψον εἰς τὰς πόλεις σου, ἡ πενθοῦσα, τουτέστιν, ἡ νῦν μετὰ πένθους ἀπιοῦσα, ἀναστρέψει μετὰ χαρᾶς.* Ἕως πότε ἐπιστρέψεις, θυγάτηρ ἠτιμωμένη; Ὁ Ἑβραῖος οὕτως ἔχει· Ἕως πότε διασύρεις, θυγάτηρ ἁμαρτάνουσα, ἢ ἀεὶ διαστρεφομένη, τουτέστιν, ἐὰν μεταγνῷς, τάχιστά σε τῆς αἰχμαλωσίας ἐπανάξει Θεός.* Εἰς καταφύτευσιν καινὴν, ἐν τῇ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι. Τουτέστιν, εἰς νέαν φυτείαν ἐργάσεταί σε Θεός. Τὸ γὰρ, καινὴν, ἀντὶ τοῦ, νεαράν. Πότε τοίνυν τοῦτο ποιήσει; ἐν τῇ ἐπανόδῳ, ὅτε σοι τὴν σωτηρίαν παρέξει. Οὐ καθάπερ πρότερον, ὥστε ἀναπαυθῆναι πάλιν, πάντα ἐκεῖνα σεσίγηται· οὐκέτι λόγος αὐτῶν οὐδείς. Καὶ ἐνοικοῦντες. Πανταχοῦ τὰ ἀγαθὰ, καὶ μέχρι τῶν γειτόνων· δίκαιον δὲ ὄρος καὶ ἅγιον· οὐχ ὡς τῶν λίθων δεχομένων τὴν ἀρετὴν, ἀλλὰ τῶν ἐνοικούντων. Εἴωθε γὰρ κοινωνεῖν τοῖς τόποις ἡ φήμη τῶν κατοικούντων. Ὅρα μεταβολήν.* Καὶ ἀρθήσεται ἐν ποιμνίῳ. Τουτέστι, συναχθήσεται ὡς ποίμνιον. Μέγα ἀγαθὸν, οὐχ ὅταν ἀπολαύωμεν τῶν ἀγαθῶν, ἀλλ' ὅταν κατὰ γνώμην Θεοῦ, ὅταν καὶ αὐτὸν τοῦτο εὐφραίνῃ.* Διὰ τοῦτο ἐξηγέρθην, καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη. Ταῦτα, φησὶν, ἀπεκαλύφθη μοι καθεύδοντι, καὶ ἡδὺν τὸν ὕπνον ἔχοντι. Καὶ ἔσται ὥσπερ. Μεθ' ὅσης σπουδῆς κἀκεῖνα ἐποίησα, καὶ ταῦτα, φησὶν, ὅσα μοι οἰκειότερά ἐστι· μηδεὶς οὖν ἀπιστείτω. Ὁ γὰρ οὕτω σφοδρὸς πρὸς τιμωρίαν, πρᾶγμα ἀλλότριον ἐμοὶ, πολλῷ μᾶλλον διεγείρομαι πρὸς τὸ οἰκεῖον. Ἐν ταῖς ἡμέραις. Τοῦτο καὶ Ἰεζεκιήλ φησιν. Ὅλως γὰρ ἐγένετο πρότερον, καὶ συνέβαινε πρᾶγμα τοσαύτης ἀδικίας γέμον, εἰπέ μοι; καὶ πατέρων, ἁμαρτανόντων ἕτερος ἐκολάζετο; καὶ ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι, Καὶ μετ' ὀλίγα· Προσχῶμεν τοῖς λεγομένοις. Οὐ μὴ εἴπωσιν· εἶπεν, οὐκ εἶπεν, Οὐ μὴ γένηται, δεικνὺς ὅτι οὐδὲ πρὸ τούτου ἐγένετο. Εἰ μὲν γὰρ εἶπεν· Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκέτι οὐ μὴ γένηται τοῦτο, καλῶς ἂν εἶπες, ὅτι πρὸ τούτου ἐγένετο. Εἰ δὲ λέγει, Οὐκέτι οὐ μὴ εἴπωσι, τῆς διεφθαρμένης αὐτῶν ψήφου κρίσις ἐστίν. Ἀλλ' ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. Προφητεία τίς ἐστι καὶ σαφὴς, περὶ ἧς καὶ Παῦλος ἐπεμνήσθη ποτὲ, ἐπιστέλλων Ἑβραίοις· Ὅπου δὲ ἄφεσις ἁμαρτημάτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας ἔσται καιρός· καὶ οὐ λέγει ποῖος, καὶ πότε, καὶ μετὰ πόσον χρόνον. Ἐβούλετο γὰρ αὐτὰ συνεσκιάσθαι. Κατὰ τὴν διαθήκην. Εἰπὲ, διατί οὐ τοιαύτην διαθήκην δίδως; Κατέγνω αὐτῆς; ἀτελὲς εἶχεν. Οὐκοῦν οὐδὲ παρὰ τὴν ἀρχὴν δοθῆναι ἔδει· ἄνθρωποι νόμους τιθέασι, καὶ βούλονται διὰ παντὸς εἶναι κυρίους, σὺ δὲ οὐκέτι. Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν. Καὶ μετ' ὀλίγα· Βούλεσθε παραγάγω τὰ ἀποστολικὰ ῥήματα, ἀβιάστως συμφωνοῦντα τοῖς εἰρημένοις; Τί βιάζεσθε ἐπιθεῖναι ζυγὸν, ὃν οὐκ ἴσχυσαν οἱ πατέρες ὑμῶν βαστάσαι; Ὁρᾷς ὅτι διὰ τοῦτο χάρις, ἵνα κατὰ χάριν γένηται εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν. Τὸ γὰρ μὴ ἐμμένειν, καὶ παραβῆναι ταὐτόν. Ἆρα οὖν εἷς ἐστι ὁ τὴν καινὴν καὶ τὴν παλαιὰν διδούς.* Διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς τοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν γράψω αὐτούς. Ὁ γὰρ Μωσῆς ἐκέλευσε πᾶσιν ἀναγινώσκεσθαι τὸν νόμον, ἀλλὰ καὶ διὰ ἑπτὰ ἐτῶν. Λέγει τοίνυν, ὅτι Τοσαύτην αὐτοῖς τὴν εἴδησιν παρέχω τὴν ἐμὴν, ὥστε μὴ δεῖσθαι ἀναγνώσεως, ἐπὶ δὲ τῆς διανοίας ἔχειν τὴν περὶ τὰ καλὰ σπουδήν. Οὐδαμοῦ τῶν ἐθνῶν μέμνηται, ἵνα μὴ δῷ πρόφασιν αὐτοῖς, καθὼς καὶ ὁ Χριστός φησιν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Διδοὺς δώσω. Εἰπὲ, ποῦ τοῦτο γέγονε; καὶ γὰρ γραπτὸς ὁ νόμος ἦν· ἐπειδὴ ἡμῶν ἡμῖν ἐπίδειξις Πνεύματος μυρίαι μαρτυρίαι. Οὐδὲν ἔγγραφον παρέδωκεν ὁ Ἰησοῦς· Ἐκεῖνος ὑμᾶς ἀναμνήσει πάντα. Οὐχὶ λίθιναι πλάκες, οὐδὲ γράμματα ἐγκεχαραγμένα, ἀλλ' ἡ διάνοια αὐτῶν στήλη τῷ νόμῳ τῷ παρ' αὐτοῦ γενήσεται. Καὶ ἐπὶ καρδίας. Καὶ γὰρ ὅρα· ἀπὸ μὲν τῆς πλακὸς οὐκ ἦν πάντας εἰδέναι, ἀπὸ δὲ τῶν ἀποστόλων πάντες ἔμψυχοι στῆλαι περιῄεσαν τὴν οἰκουμένην, φέροντες ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὰ γράμματα ἅπερ εἶχον, ἃ ἐχάραξεν οὐ κάλαμος, οὐ μέλαν, ἀλλ' αὐτὸς ὁ Θεός. Ὅρα ἰσοτιμίαν Πατρὸς καὶ Πνεύματος· ἐκεῖναι τῷ δακτύλῳ τοῦ Θεοῦ αἱ πλάκες ἐγκεχαραγμέναι, αὗται τῇ χάριτι τοῦ Πνεύματος· κἀκεῖναι μὲν συνετρίβησαν, ἐκ προοιμίων δηλοῦσαι τὸ τέλος, καὶ τύπος τὸ γενόμενον ἦν, καὶ ὅτι λήξει ποτὲ ὁ νόμος, καὶ ὅτι συντρίψουσι τὸν ζυγὸν ἑαυτῶν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ἔμειναν αἱ πλάκες ἐκεῖναι, ὑπὸ παντὸς ἀνάλωτοι τοῦ χρόνου γενόμεναι. Καὶ οὐ μὴ διδάξουσι. Τίς οὖν χρεία διδασκαλίας, εἰπέ μοι; εἰς ποίαν χώραν ἀπελθεῖν βούλει, εἰς ποίαν θάλασσαν, εἰς ποίαν γῆν; Εἰς τὴν βάρβαρον, εἰς τὴν Ἑλλάδα, εἰς πόλεις, εἰς ἄοικον, ἐκεῖ τὸν σταυρὸν εὑρήσεις, καὶ ἀκούσῃ μυρία διηγήματα· καὶ ἔρημος, καὶ οἰκουμένη, καὶ ὄρη, καὶ ὕπτια πεδία τὸν Χριστὸν βοᾷ. Καὶ μετ' ὀλίγα· Καθάπερ γὰρ ὁ ἥλιος οὗτος οὐ τοῖς μεγάλοις μόνον, ἀλλὰ καὶ τοῖς μικροῖς φαίνει, οὕτω καὶ ὁ ἥλιος τῆς δικαιοσύνης μικρῶν, μεγάλων, δούλων, ἐλευθέρων, ἀρχόντων, ἀρχομένων, βασιλέων, ἰδιωτῶν, νηπίων, πρεσβυτῶν, τὰς ἁπάντων κατηύγασε ψυχὰς τῷ φωτὶ τῆς γνώσεως. Ὅτι πάντες εἰδήσουσί με. Τοῦτο τὸ λουτρὸν τῆς παλιγγενεσίας χαρίζεται μόνον. Εἶδες ἀκριβὲς σύμβολον τοῦ νόμου; ὁ δὲ νόμος οὐχ οὕτως· Διότι εἰδήσουσί με πάντες· οὐ γὰρ ἐπὶ πόνους καὶ ἱδρῶτας καλοῦνται, ἀλλ' ἐπὶ συγχώρησιν τῶν πεπλημμελημένων αὐτοῖς, ἐπὶ ἀμνηστίαν τῶν ἡμαρτημένων. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. Περὶ ποίων οὖν λέγει Ἰσραηλιτῶν, ἄκουσον· Ἐὰν ᾖ, φησὶν, ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Ἀκριβέστερον δὲ ὁ μακάριος Παῦλος ἑρμηνεύων αὐτὸ, λέγει· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Εἶδες τὸ κατάλειμμα, τοὺς ἀποστόλους, τοὺς ἀπ' αὐτῶν δεξαμένους τὸν λόγον Ἰσραηλίτας, τοὺς τρισχιλίους, καὶ πεντακισχιλίους, τὸ πλῆθος τὸ ἐν ταῖς Πράξεσιν ἐμφερόμενον. Οὕτως εἶπε Κύριος. Λέγει τὰ ἔργα αὐτοῦ, ἵνα ἀξιόπιστα τὰ λεγόμενα ποιῇ. Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύεται γενέσθαι εἰς ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας. Νόμους τοὺς τῆς κτίσεως λέγει· περὶ γὰρ αὐτῆς διαλέγεται· ὡς οὐκ ἐνδέχεταί με, φησὶ, ἀναστρέψαι τοὺς ἐν τῇ κτίσει τεθέντας ὅρους, οὕτως οὐδὲ τὴν πρὸς Ἰουδαίους διὰ τὴν πρὸς Ἀβραὰμ ἐπαγγελίαν.* Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὰ μετέωρα, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ ἀποδοκιμῶ πᾶν τὸ γένος Ἰσραὴλ, φησὶ Κύριος, περὶ πάντων ὧν ἐποίησαν. Τουτέστιν, ἐὰν δυνηθῇ τὸ ὕψος μετρηθῆναι τοῦ οὐρανοῦ, καὶ τὰ βάθη καταληφθῆναι τῆς γῆς, ἐνδέχεται κἀμὲ ἀποποιήσασθαι τοῦ Ἰσραὴλ τὸ γένος. Ἵνα εἴπῃ· Ὡς ταῦτα, οὕτως ἄνωθεν ποιῆσαι ἐδοκίμασα, καὶ γενόμενα διέμεινε τοῖς τεθεῖσιν ὅροις ἑπόμενα, οὕτως ἔσται καὶ ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἀμετάπτωτος. Οὐδὲ γὰρ οὐδὲ νῦν διὰ τὴν τούτων αἰχμαλωσίαν παρέβην τὴν πρὸς ἐκεῖνον συνθήκην.* Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἀνανιὴλ, ἕως τῆς πύλης τῆς γωνίας, καὶ τὰ ἑξῆς. Τουτέστιν, ἀπὸ τοῦ πύργου Ἀνανιήλ. Βούλεται δὲ εἰπεῖν τῆς πόλεως τὸ μέγεθος, καὶ ὅτι μείζων ἔσται, ἢ πάλαι ἐτύγχανεν οὖσα. Ἀνανιὴλ δέ τις ἦν τῶν στρατηγῶν.* Καὶ διεξελεύσεται ἔτι ἐλπὶς τῶν σχοινίων τῆς διαμετρήσεως αὐτῆς. Τὰ μέτρα λέγει τῆς πόλεως, τουτέστιν, ἀπὸ τῆς γωνίας ἐπ' εὐθεῖαν ταθήσεται, ἐλπίδος οὔσης χρηστῆς, ὡς περαιωθήσεται τὸ προκείμενον, Θεοῦ συνεργοῦντος. Ἕως βουνοῦ Γαρὶβ ὄνομα τόπου· καὶ περικυκλωθήσεται τῷ Γοαθᾴ πάλιν ὄνομα τόπου.* Καὶ πᾶσαν τὴν κοιλάδα τῶν Φααγαρὶμ καὶ τὴν σποδιὰν Φααγαρίμ. Τουτέστιν, ἔνθα τὰ νεκρὰ ῥίπτεται. Καὶ τὴν σποδιὰν, ἀντὶ τοῦ, καὶ τὰ κοθέσια ἴσ. νεκροθέσια. Τὸ αὐτὸ δὲ σημαίνει καὶ τὸ ἐπαγόμενον, καὶ πᾶσαν Ἀνασαριμὼθ, ἀντὶ, τόπον κοπρίας. Ἕως χειμάῤῥου Κέδρου, ἕως τῆς γωνίας πύλης, ἵππων Ἀνατολῆς ἁγίασμα τῷ Κυρίῳ. Τουτέστιν, ἃ πάλαι ἦν, ἔξω τῆς πόλεως εἰς τὸ ῥίπτεσθαι τὴν κόπρον, ταῦτα περιληφθήσεται εἰς τὴν πόλιν, καὶ κοσμηθήσεται, καὶ ἔσται ἅπας ὁ τόπος ἁγίασμα τῷ Κυρίῳ, τουτέστιν, ἀφωρισμένα τῷ Θεῷ. Τὸ δὲ, ἵππων Ἀνατολῆς, τουτέστι, τῆς πύλης τῶν ἵππων τῆς ἐξ Ἀνατολῆς. ΚΕΦΑΛ. ΛΒʹ. Ὁ λόγος ὁ γενόμενος. Ὁρᾷς τοῦ Θεοῦ μακροθυμίαν; τοσοῦτον ἠνέσχετο χρόνον αὐτῶν μετὰ τὴν ἀπόστασιν, καὶ τὸ παρασπονδῆσαι, καὶ οὐδὲ οὕτω γέγονε βελτίων· ἀλλὰ καὶ τῶν δεινῶν ἀπειλουμένων, ἴσος ἦν ὁ αὐτός· καὶ οὐκ ἤρκεσε τοῦτο, ἀλλὰ καὶ τὸν προφήτην κατέκλεισεν εἰς δεσμωτήριον. Καὶ Ἱερεμίας ἐφυλάσσετο. Τίνος ἕνεκεν; εἰπέ μοι. Ἐπειδὴ λέγεις· Οὕτως εἶπε Κύριος· Ἰδοὺ δίδωμι τὴν πόλιν ταύτην. Μὴ γὰρ ἐμὰ τὰ ῥήματά ἐστιν; Εἰ μὲν οὖν ἐμὰ, φοβεῖσθαι αὐτὰ οὐ χρή· εἰ δὲ οὐκ ἐμὰ, δεῖ πιστεύειν ὅτι οὐκ ἐμά ἐστι, καὶ ὅτι ἀληθῆ ἔσται· Ἀλλ' ἔθος τοῦτο τοῖς ἐλεγχομένοις λέγειν· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Καὶ ὁ λόγος Κυρίου. Εἶτα ἵνα μὴ ἀπείπῃ, ἀγοράζει κελευσθεὶς παρὰ τοῦ Θεοῦ. Τίς τοῦτο ἂν ἐποίησε; τῆς πόλεως ἁλίσκεσθαι μελλούσης οὗτος ἀγροὺς ἀγοράζει. Καὶ μετ' ὀλίγα· Ἐβούλετο πιστεύεσθαι καὶ περὶ τῶν χρηστῶν. Ἐπειδὴ γὰρ ἐξέβη τὰ λυπηρὰ, καὶ διὰ τῶν πραγμάτων ἔδωκε πεῖραν τῆς αὐτοῦ δυνάμεως ὁ Θεὸς, παραμυθεῖται αὐτοὺς ἐν τοῖς λυπηροῖς ταῖς ἐλπίσι τῶν χρηστῶν· καὶ οὐκέτι ῥήματα, ἀλλὰ πράγματα.* Μηνύσας τοῦ λαοῦ τὴν ἄνοδον, πρὸς πληροφορίαν τῶν λεχθέντων προστάττει τῷ προφήτῃ ἐγκεκλεισμένῳ ἐπὶ τῆς τοῦ βασιλέως φυλακῆς τὸν τοῦ θείου ἀγρὸν, τουτέστι, τοῦ Ἀνανιὴλ, πρίασθαι, καὶ τοῦτο ποιήσας, καὶ τὰ γράμματα συντελέσας, καὶ τὴν νομὴν τοῦ ἀγροῦ δεξάμενος, προσέταξε τῷ Βαροὺχ ἐν ὀστρακίνῳ σκεύει καταθέσθαι τὸ βιβλίον, μήνυμα τοῦ αὖθις τὴν γῆν ἐν ἀπολαύσει τοῦ λαοῦ ἔσεσθαι. Τοῦ δὲ Βαροὺχ περιεστῶτος τὴν πόλιν, δέκατον γὰρ ἦν ἔτος τῆς βασιλείας Σεδεκίου, ἐν ᾧπερ ἀνελθὼν ὁ Βαβυλώνιος ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, ἱκετεύει τὸν Θεὸν θαυμάζων ἐπὶ τῷ γενομένῳ ἢ πῶς προσέταξε τὸν ἀγρὸν λαβεῖν, εἴπερ τὴν πόλιν προδίδωσι, καὶ ὥσπερ εἴς τινα ἀμφιβολίαν κατέστη ἐπὶ τοῖς λεχθεῖσι· λέγει τοίνυν ἀκολούθως, ὡς τοῦ Θεοῦ πρὸς αὐτὸν ἀποκρινομένου. Ὁ ὢν, Κύριε. Οὐχ ἁπλῶς ἐπισημαίνεται, καί φησιν· Ὁ ὢν, Δεσπότα, Κύριε. Οὐκ ἔστιν εἰπεῖν, ὅτι παρελεύσεται· δύνασαι ἀεὶ, ἀεὶ γὰρ Κύριος εἶ. Οὐκοῦν κρατεῖς. Καὶ ἀποδιδούς. Οὐ λέγει, ἐπὶ τὴν τρίτην καὶ τετάρτην γενεὰν, ἀλλὰ τοῦτο σιγᾷ. Βούλεται γὰρ αὐτοὺς ἐλεηθῆναι πάλιν. Τῆς δυνάμεως τοῦτο ἔργον ἐστὶ, τὸ καὶ ἐνταῦθα δύνασθαι σώζειν, καὶ κολάζειν τοὺς μετ' ἐκείνους. Οἷον, ὅτι δύνασαι τοὺς μετὰ ταῦτα κολάσαι, τοὺς δὲ σῶσαι ἐκ τῶν προγόνων. Διό φησιν· Οὐδὲν ἀδυνατήσει σοι ῥῆμα, κἂν ἐλεῆσαι δέῃ, κἂν κολάσαι, κἂν ἐπὶ χρόνον πολύν. Ὁ Θεὸς μέγας. Ὅπερ καθ' ἑαυτὸ κεχωρισμένον ἐστὶ παρὰ ἀνθρώποις, σοφίᾳ καὶ δυνάμει. Οἱ ὀφθαλμοί σου. Καὶ καλῶς εἶπεν, Ἀνεῳγμένοι διὰ παντός εἰσιν· οὐδέ ποτε αὐτοὺς μύεις· ἄγρυπνος ὀφθαλμὸς, ἀκοίμητον ὄμμα. Οὐκ ἔχει τις εἰπεῖν, ὅτι Ὁρᾷς μὲν, οὐκ ἀνταποδίδως δέ. Καὶ αὐτὸ τοῖς ἀνθρώποις πάρεστιν, ἀλλ' οὐχ οὕτως ἐπὶ σοῦ, ἀλλ' εἰς πάσας τὰς ὁδοὺς οἱ ὀφθαλμοί σου, καὶ τὰς λανθανούσας. Ὃς ἐποίησας. Καὶ τοῦτο δυνάμεως, καὶ δικαιοσύνης, καὶ φιλανθρωπίας, καὶ γνώσεως ἔργον ἐστί. Καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου. Καὶ ἐποίησας συμβῆναι αὐτοῖς ἅπαντα τὰ κακὰ ταῦτα. Ἰδοὺ ὄχλος. Οὐ τολμᾷ τὸ λοιπὸν αἰτῆσαι, ἀλλ' ἀναμιμνήσκει τῶν προτέρων ὑπὲρ τοῦ λαοῦ γενομένων. Οὐκ ἔχω τί εἴπω· ἀλλὰ τὸ ἐπιταχθὲν ἐποίησα, καί τοι τῆς πόλεως ἁλούσης.* Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκὸς, μὴ ἀπ' ἐμοῦ κρυβήσεται πᾶς λόγος. Εἶτα προλέγει τῆς πόλεως τὴν ἅλωσιν, καὶ τὴν ἀνάκλησιν ἐπάγει· τοῦτο λέγων πρὸς τὸν προφήτην, ὅτι Μάτην εἰς ἀνίαν κατέστης πριάμενος τὸν ἀγρόν. Ἀκριβῶς γὰρ τὰ μετὰ ταῦτα ἐσόμενα εἰδὼς, τὴν ἀνάκλησιν ὑπεσχόμην. Σημεῖον δὲ ἔστω σοι τῆς ἀκριβείας τοῦ μέλλοντος τὰ παρόντα αὐτοῖς. Ὡς γὰρ νῦν ἔφην ἁλώσεσθαι τὴν πόλιν, καὶ γέγονε τοῦτο· οὕτως μηνύω καὶ τὴν ἀνάκλησιν, καὶ τελέσω τὴν ὑπόσχεσιν. Ἐγὼ Κύριος. Ὁρᾷς, ὅτι τοῦτο αὐτὸν ἠξίου, ὥστε μὴ παραδοῦναι τὴν πόλιν; ὁ δὲ μονονουχὶ ἀπολογούμενος, καὶ τὰ ἁμαρτήματα λέγει τῶν τόπων τῶν μελλόντων κατακαίεσθαι, καὶ τὴν αἰτίαν. Ὅτι ἦσαν. Τὰ παρ' ἐμαυτοῦ πάντα ἐποίησα, φησὶν, ἐδίδαξα, ἐπαίδευσα· οἱ δὲ εἰς κακίαν ἐξώκειλαν. Ἔδειξαν ὅτι προσφιλονεικοῦντες ταῦτα ἐποίουν. Βωμοὺς ἔστησαν ἐν τῷ ναῷ μου· καὶ τὰ ἄλλα δὲ πάντα ἐτόλμων, καὶ τοὺς υἱοὺς κατέκαυσαν, καὶ αὐτὴν τὴν φύσιν ἠγνόησαν. Καὶ νῦν οὕτως εἶπε Κύριος. Ἐγὼ παραδώσω, καὶ ἀνοίσω αὐτούς. Καὶ βίον θαυμαστὸν ἐπιδείκνυται αὐτοῖς, καὶ καρδίαν θεοφιλῆ, ὅπερ ἀεὶ λέγει καὶ διαθήκην αἰώνιον. Ταῦτα τέλος εἴληφεν. Εἰ δὲ οὐκ ἔλαβε, πότε ἔσται, εἰπέ μοι;* Καὶ κτήσεται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεται ἐν βιβλίῳ, καὶ σφραγισθήσεται, καὶ διαμαρτυρεῖται μαρτυρίας ἐν τῇ Βενιαμὶν, καὶ κύκλωθεν Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ ὄρους, καὶ ἐν πόλεσι τῆς Σεφιλᾶ, καὶ ἐν πόλεσι τῆς Νογὲβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν, φησὶ Κύριος. Ὃν γὰρ τρόπον ἐκτήσω σὺ νῦν ἀσφάλειαν τῇ τῆς νομῆς παραδόσει ποιησάμενος, οὕτως ἔσται καὶ μετὰ τὴν ἐπάνοδον. Τὸ δὲ ἐν πόλεσι τῆς Νογὲβ ἀποκλείσματος τὸν τόπον ἐμήνυσε, τουτέστιν, ἐν ταῖς πόλεσι ταῖς πρὸς νότον, ἵνα εἴπῃ, πανταχοῦ τῆς γῆς τῆς ἐπαγγελίας. ΚΕΦΑΛ. ΛΓʹ. Καὶ κράξον πρός με. Ὅρα, πῶς βούλεται οἰκειῶσαι διὰ τῆς εὐχῆς τὸν προφήτην; Ἐπεὶ καὶ Μωϋσῆς αὐτὸ ἔπαθε, λέγων ἐν ταῖς ἐπαγγελίαις· Πῶς τοῦτο; μὴ τὸ ὄψον δώσεις αὐτοῖς τῆς θαλάσσης, καὶ βόας, καὶ πρόβατα θύσεις αὐτοῖς; Εἰ γὰρ καὶ μεγάλοι ἦσαν, ἀλλ' ὅμως ἠγνόουν. Ὅτι οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ περὶ οἰκιῶν τῆς πόλεως, καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἐδέδετο ὁ Ἱερεμίας ὡς δύσφημος, καὶ βασιλεῖ ἅλωσιν ἀπειλῶν, προεῖπε δὲ τὴν ἀνάκλησιν κατὰ πρόσταγμα Θεοῦ, καὶ τῇ τοῦ ἀγροῦ νομῇ ἐβεβαίωσε τὸν λόγον, οὐδεὶς δὲ ἔτι προσεῖχε τοῖς λεγομένοις, οἰόμενοι κολακίᾳ μᾶλλον, ἢ ἀκριβεῖ γνώσει τῶν μελλόντων λέγειν τὸν προφήτην ταῦτα, ὥσπερ εἰς ἀδημονίαν, καὶ ἀμφιβολίαν ἐκπεσὼν διετέλει. Λέγει τοίνυν αὐτῷ ὁ Θεὸς, ὅτι Σκόπησον τὴν δύναμιν τὴν ἐμὴν, καὶ ὥσπερ παρήγαγον τὴν κτίσιν, καὶ τάξιν ἐπέθηκα αὐτῇ προσνοῶν τῶν ἀνθρώπων, καὶ νῦν σοι καλέσαντι ὑπήκουσα, καὶ προλέγω τὰ μέλλοντα, καὶ τὴν ἐσομένην εὐθηνίαν, οἷς ἥκιστα ἀπιστεῖν σε προσήκει· θαῤῥεῖν δὲ, ὡς οὐδὲν τῶν παρὰ σοῦ λεγομένων ψευσθήσεται· καὶ πείθων αὐτῶν ὡς οὐδὲ τὰ τῆς αἰχμαλωσίας μάτην ποιεῖται, ἀλλ' ἐπὶ σωφρονισμῷ τῶν κολαζομένων, ἐπάγει μετὰ τὸ τὴν ἀνάκλησιν μηνύσαι.* Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν λέγων, Ἆράγε οὐκ ᾐδέσθη ὁ λαὸς οὗτος; Ἐλάλησε λέγων· Αἱ δύο πατριαὶ, ἃς ἐξελέξατο Κύριος ἐν αὐτοῖς, καὶ ἰδοὺ ἀπώσατο αὐτοὺς, καὶ παρώξυνα τὸν λαόν μου τοῦ μὴ εἶναι ἔτι ἔθνος ἐνώπιόν μου. Μὴ τοῦτο, φησὶ, λογίσῃ, ὅτι τελείαν ἅλωσιν ἐπάγω τῇ πόλει, ἀλλὰ σκόπησον ὡς ἀπὸ τῶν μερικῶν συμφορῶν σωφρονέστεροι ἥκιστα γεγόνασιν Ἰουδαῖοι. Οἱ γοῦν ψευδοπροφῆται, φησὶ, περιόντες διαβάλλουσί με, ὡς ἐναντίον τῇ ἐμαυτοῦ πεποιηκότα ὑποσχέσει, καὶ ὡς ἐκλεξάμενος τὰς δύο πατριὰς, τουτέστι τὰς δύο βασιλείας, τήν τε τοῦ Ἰούδα, καὶ τοῦ Ἐφραὶμ, μικρὰ τῆς ἑαυτοῦ ὑποσχέσεως φροντίσας ἀπωσάμην τὸ πλῆθος· ἀφ' ὧν εἴς τε ἐμὴν καταφρόνησιν, καὶ παντελῆ τῆς εὐσεβείας μεταβολὴν ἤγαγον τὸν λαόν· ὥστε δίκαιόν ἐστιν, αὐτοὺς καὶ ὑπὲρ ταύτης τῆς ἀσεβείας δοῦναι δίκην, ὡς ἂν σωφρονέστεροι γενόμενοι, μετὰ τοῦ προσήκοντος τὴν γῆν οἰκῷεν ἣν τοῖς πατράσιν ἐπηγγειλάμην. Τάδε λέγει Κύριος· Εἰ μὴ τὴν διαθήκην μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα. Καίγε τὸ σπέρμα Ἰακὼβ, καὶ Δαβὶδ τοῦ δούλου μου, ἀποδοκιμῶ τοῦ μὴ λαβεῖν ἄρχοντας ἐκ τοῦ σπέρματος αὐτοῦ. Ἡ μὲν οὖν ἔννοια αὕτη, ὅτι Ὥσπερ ὁ ἐπαγγειλάμενος τοῖς ἀνθρώποις, μὴ διαλείπειν τὴν ἐν τῇ κτίσει τάξιν, ἀλλ' εἰσαεὶ ἔσεσθαι χειμῶνα καὶ θέρος, ἔαρ καὶ μετόπωρον μέχρι τοῦ νῦν διετέλεσα φυλάττων τὴν ἐμαυτοῦ ὑπόσχεσιν· οὕτως ἐπαγγειλάμενος τῷ Δαβὶδ ἐκ τοῦ σπέρματος αὐτοῦ εἰσαεὶ βασιλεύειν, οὐ διαψεύσομαι. Τινὲς δὲ τὸ, ἡμέρας καὶ νυκτὸς, ἀκριβάσμαστα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, οὕτως ἡρμήνευσαν, ὅτι Οὐκ ἂν ἐποίησα οὐρανὸν καὶ γῆν, εἰ μὴ ἡμέραν καὶ νύκτα ἐβουλόμην εἶναι· ἀλλ' ὥσπερ ἐξ ἀρχῆς προθέμενος διαδοχὴν εἶναι ἡμέρας καὶ νυκτὸς, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν φυσὶν παρήγαγον, καὶ οὐ διέλυσα τὴν ἐπὶ τῇ κτίσει πρόθεσιν, οὕτως οὐδὲ τὴν ἐπαγγελίαν τὴν πρὸς Δαβὶδ διαλύσω. Εἶτα ἐν τούτοις πείσας τὸν προφήτην ὁ Θεὸς, παρακελεύεται αὐτῷ τὴν ἅλωσιν τῆς πόλεως μηνῦσαι τῷ βασιλεῖ Σεδεκίᾳ, καὶ αἰτίαν προσθεῖναι, ὡς ἀμεταμέλητα πταίουσι, καὶ παραβαίνουσι τὰς ἐπὶ Θεοῦ συνθήκας γενομένας· καὶ ἐλέγχει αὐτοὺς, ἐξ ὧν ἀπήλαυσαν ἐλευθερίας κατὰ νόμον ὀμωμόκοτας, τούτους πάλιν ἀνεκαλέσαντο, καὶ ἐπάγει. ΚΕΦΑΛ. ΛΔʹ. Οὐκ ἀποθανῇ. Ἵνα κἂν οὕτως ἀναπνεύσῃ· τοῦτο γὰρ γέγονεν ἀπενεχθέντος εἰς Βαβυλῶνα αὐτοῦ· καὶ εἰρήνης ἔτυχε πολλῆς, ἵνα μάθῃ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἵνα εὐπαράδεκτα γένηται τὰ λυπηρὰ, κλαύσονταί σε. Ὁ λόγος ὁ γενόμενος. Νόμος ἦν παλαιὸς, τὸν Ἑβραῖον ἓξ ἔτη δουλεύειν. Ἐβούλετο γὰρ πρὸς πάντας ἀνθρώπους φιλανθρώπους εἶναι τοὺς Ἰουδαίους. Ἀλλ' ἐπειδὴ μὴ ἤθελον, τέως αὐτοὺς ἀπὸ τῶν συγγενῶν ἀφέλκεται καὶ ἐπάγεται. Τί οὖν γίνεται; συνελθόντες ὅρκους ἔθεντο, καὶ σπονδὰς ἐποιήσαντο ἐπὶ τῶν ἱερέων, ἐπὶ τῶν ἀρχόντων, ἐπὶ τῶν ἄλλων ἁπάντων ἅπαντες, τοῦ Σεδεκίου μεταξὺ τῶν γιγνομένων ὄντος, ὥστε γενήσεσθαι τοῦτο, καὶ ἕκαστον, ἀφεῖναι τὸν δοῦλον καὶ τὴν δούλην. Εἶτα μετενόησαν ἐπὶ τοῖς γιγνομένοις, καὶ εἴασαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν. Πρῶτον ὀφειλέτας καταστήσας, οὕτως ἐνομοθέτησα· δουλείας ἀπήλλαξα, καὶ τὰ αὐτὰ ποιεῖν ἐκέλευον· μισθὸν ἀπῄτουν τῶν εὐεργεσιῶν. Μὴ γὰρ δωρεὰν τοῦτο ἔπραξα; Ὅτε καλῶς ἔλαβον τῆς δουλείας τὴν πεῖραν, τότε αὐτοὺς πρὸς τὴν ἄφεσιν ὥρμησα. Τί οὖν εἴποι τις ἄν; φιλοσοφώτεροι Ἰουδαῖοι ἡμῶν. Καὶ μετ' ὀλίγα· Ἐκεῖ μὲν γὰρ ἑπτὰ συνεχώρησεν ἔτη, ἐνταῦθα δὲ καθόλου τὴν δουλείαν ἀνεῖλεν. Οὐκ ἔστι δοῦλος, οὐκ ἔστιν ἐλεύθερος.– Καὶ μετ' ὀλίγα· Ἵνα μὴ ῥᾳθυμοτέρους τοῦτο τοὺς δούλους ἐργάσηται, Μὴ καταφρονεῖτε αὐτῶν, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, φησίν. Καὶ ὑπεστρέψατε. Οὐχὶ τὴν εἰς ἐκείνους ἀδικίαν ἐκδικῶ γενομένην μόνον, ἀλλὰ καὶ τὴν τοῦ νόμου παράβασιν. Ὑμεῖς οὐκ ἠκούσατέ μου. Τὸ πᾶν ἡμῖν περὶ τῆς εὐσεβείας κινδυνεύεται. Τί οὖν, φησί; χαλεπὴ ἡ τιμωρία, θάνατος ἀντὶ δουλείας, καὶ τίνος ἕνεκεν οὕτως ἀμείβεται; ὅρκοι παρεβάθησαν, σπονδαὶ κατεπατήθησαν, αὐτὸ τὸ μέγα καθυβρίσθη ὄνομα τοῦ Θεοῦ, ὥστε ὅταν ἴδῃς αὐτοὺς διασπειρομένους, μὴ τὴν εἰς τοὺς δούλους γενομένην ἀδικίαν ἐννοήσῃς μόνον, ἀλλὰ προστίθει καὶ τὸν ὑβρισμένον Θεὸν δι' ἐκείνων, καὶ οὐδὲ τὴν ἀξίαν ὄψει δίκην ὑπομένοντας. Ἰδοὺ ἐγὼ καλῶ ὑμῖν ἄφεσιν, φησὶ Κύριος. Εἶτα μετὰ βραχέα. Καὶ δώσω τοὺς ἀνθρώπους τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τοὺς λόγους μου τῆς διαθήκης μου, ἧς ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον, ὃν ἐποίησαν εἰς δύο, καὶ διῆλθον διὰ μέσου τῶν διχοτομημάτων αὐτῶν, τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς ἄρχοντας Ἰερουσαλὴμ, καὶ τὰ ἑξῆς. Τῆς συνθήκης τὸ εἶδος τέθεικεν ὁ προφήτης, ἐναργέστερον τὸν ἔλεγχον ποιούμενος· μόσχον γὰρ θύσαντες τῷ Θεῷ καὶ διχῆ διελόντες, διῆλθον διὰ μέσου, καὶ προσκεκομικότες τὰ διχοτομήματα, συνέθεντο ἀπολύσειν κατὰ τὸν νόμον τοὺς παῖδας ἐλευθέρους τῷ Θεῷ, ὑποσχόμενος τοῦτο ποιήσειν, ὡς δὴ ἐξιλευόμενοι τὸ Θεῖον ἐπὶ τῇ προκειμένῃ ὀργῇ. Εἶτα ἐκ τῆς τῶν ψευδοπροφητῶν αἰτίας, ὡς οὐκ ὀργιζομένου Θεοῦ μεταγράφοντες ἀνεκαλέσαντο τοὺς ἀπολυθέντας. Ὀργισθεὶς τοίνυν ὁ Θεὸς τὸν ἔλεγχον ποιησάμενος, ἀπειλεῖ αὐτοῖς τὴν ἅλωσιν. Εἴπῃ δ' ἄν τις δικαίως, ὡς κἀκεῖνα τὰ τῆς ἀνακλήσεως ῥήματα καθ' ὃν καιρὸν ἀμείνους ἔδοξαν γενέσθαι, ὑπέσχετο ὁ Θεός· ὅθεν καὶ ὁ προφήτης ὡς ὁρῶν αὐτοὺς μεταβεβλημένους, εἰς ἀπορίαν κατέστη, πολιορκουμένης τῆς πόλεως. Διὰ τοῦτο ὁ Θεὸς πείθων αὐτὸν, καὶ τὴν ἅλωσιν προεῖπε, καὶ ἤλεγξε τὴν γνώμην τῶν σχηματιζομένων τὴν εὐσέβειαν. Τὴν πόλιν οὐδὲν ἕτερον ἐποίησεν ἐν πολιορκίᾳ εἶναι, ἀλλ' ἢ τὸ μὴ μεῖναι τὰς συνθήκας, καὶ τὰς πρὸς τοὺς Βαρβάρους τῷ Σεδεκίᾳ γεγενημένας. Τί τούτων γένοιτ' ἂν ἀναισθητότερον; Ἐπιορκία τὴν πόλιν εἷλε, καὶ πάλιν τὸ αὐτὸ νόσημα γίνεται, μονονουχὶ φιλονεικοῦντες τῷ Θεῷ ταῦτα ἐποίουν. Ὅσοι κέχρησθε τοῖς ὅρκοις, καὶ παραβαίνετε τούτους, ὁρᾶτε τὰς τιμωρίας.

Intertext edge

Open linked passage

Note