Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 0 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
0.0
Ἡ Ἔφεσος ἔστι µὲν τῆς Ἀσίας µητρόπολις· ἐτελεῖτο δὲ τῇ Ἀρτέµιδι, καὶ µάλιστα ταύτην ἐκεῖ ἔσεβον ὡς µείζονα δῆθεν θεόν· καὶ τοσαύτῃ δεισιδαιµονίᾳ οἱ ταύτην τιµῶντες ἐκέχρηντο, ὡς µηδὲ τοὔνοµα τοῦ τὸν ναὸν αὐτῆς ἐµπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ. Καὶ ὁ µακάριος δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς τὰ πολλὰ ἐνδιέτριψεν ἐκεῖ· καὶ γὰρ καὶ ἐξωρίσθη ἐκεῖ, καὶ ἐτελεύτησε. Καὶ τὸν Τιµόθεον δὲ ἐκεῖ κατέλιπεν ὁ Παῦλος, καθὼς γράφων πρὸς αὐτὸν, φησί· Καθὼς παρεκάλεσά σε προσµεῖναι ἐν Ἐφέσῳ. Καὶ τῶν φιλοσόφων οἱ πολλοὶ, καὶ µάλιστα οἱ ἀνθήσαντες περὶ τὴν Ἀσίαν, ἦσαν ἐκεῖ. Λέγεται δὲ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· καὶ γὰρ ἡ Σάµος, ὅθεν ἦν, Ἰωνική ἐστι νῆσος. Τοὺς δὲ περὶ Παρµενίδην καὶ Ζήνωνα καὶ∆ ηµόκριτον, καὶ πολλοὺς ἔτι καὶ νῦν εὕροι τις ἂν φιλοσόφους ἐκεῖ. Ταῦτα δὲ ἡµῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸς ἐκείνους γράφοντι. Λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοηµάτων αὐτοῖς ἐµπιστεῦσαι, ἅτε ἤδη κατηχηµένοις. Ἔστι δὲ νοηµάτων µεστὴ ἡ Ἐπιστολὴ ὑψηλῶν, καὶ δογµάτων. Γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώµης δεδεµένος, καθὼς καὶ αὐτός φησι· Προσεύχεσθε ὑπὲρ ἐµοῦ, ἵνα µοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόµατός µου ἐν παῤῥησίᾳ γνωρίσαι τὸ µυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ ἐγὼ πρεσβεύωἐν ἁλύσει. Καὶ ὑψηλῶν σφόδρα γέµει τῶν νοηµάτων καὶ ὑπερόγκων. Ἃ γὰρ µηδαµοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθα δηλοῖ, ὡς ὅταν λέγῃ· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· καὶ πάλιν, Συνήγειρε καὶ συνεκάθισεν ἡµᾶς ἐν τοῖς ἐπουρανίοις· καὶ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, νῦν ἀπεκαλύφθη τοῖς ἀποστόλοις τοῖς ἁγίοις αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύµατι, εἶναι τὰ ἔθνη συγκληρονόµακαὶ σύσσωµα καὶ συµµέτοχα τῆς κληρονοµίας αὐτοῦ ἐν τῷ Χριστῷ.

Intertext edge

Open linked passage

Note