Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 10 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
10.0
Ἓν σῶµα καὶ ἓν πνεῦµα, καθὼς καὶ ἐκλήθητε ἐν µιᾷ ἐλπίδι τῆς κλήσεως ὑµῶν.
10.1
Ὅταν ἐπί τι µεῖζον παρακαλῇ ὁ µακάριος Παῦλος, συνετὸς ὢν σφόδρα καὶ πνευµατικὸς, ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ποιεῖται τὴν παράκλησιν, τοῦτο δὴαὐτὸ παρὰ τοῦ Κυρίου µεµαθηκώς· καθὼς καὶ ἀλλαχοῦ φησι· Περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡµᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶν· καὶ πάλιν, Τοῦτο φρονείσθω ἐν ὑµῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν µορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὅταν γὰρ ᾖ τὰ ὑποδείγµατα τὰ προκείµενα µεγάλα, σφοδρός ἐστι ζήλῳ καὶ τῷ πόθῳ. Τί οὖν φησιν, εἰς ἑνότητα προτρέπων ἡµᾶς; Ἓν σῶµα καὶ ἓν πνεῦµα, καθὼς καὶ ἐκλήθητε ἐν µιᾷ ἐλπίδι τῆς κλήσεως ὑµῶν· εἷς Κύριος, µία πίστις, ἓν βάπτισµα. Τί δέ ἐστιν, Ἓν σῶµα; Οἱ πανταχοῦ τῆς οἰκουµένης πιστοὶ καὶ ὄντες καὶ γενόµενοι καὶ ἐσόµενοι. Πάλιν καὶ οἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας εὐηρεστηκότες, ἓν σῶµά εἰσι. Πῶς; Ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. Πόθεν δῆλον; Ἀβραὰµ ὁ πατὴρ ἡµῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡµέραν τὴν ἐµὴν, καὶ εἶδε, καὶ ἐχάρη· καὶ πάλιν, Εἰ ἐπιστεύσατε, φησὶ, Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐµοί· περὶ γὰρ ἐµοῦ ἐκεῖνος ἔγραψε, καὶ οἱ προφῆται. Οὐκ ἂν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν ἃ ἔλεγον· εἰδότες δὲ αὐτὸν, καὶ προσεκύνουν. Ὥστε κἀκεῖνοι ἓν σῶµα. Οὐ διέστηκε σῶµα πνεύµατος, ἐπεὶ οὐκ ἂν εἴη σῶµα. Οὕτω καὶ ἡµῖν ἔθος ἐπὶ τῶν ἡνωµένων καὶ πολλὴν τὴν ἀκολουθίαν ἐχόντων λέγειν· Ἓν σῶµά ἐστιν. Οὕτω καὶ ἐπὶ τῆς ἑνώσεως τὸ σῶµα λαµβάνοµεν µιᾷ κεφαλῇ. Εἰ δὲ µία κεφαλὴ καὶ ἓν σῶµα, τὸ σῶµα ἐξ ἐντίµων καὶ ἀτίµων σύγκειται µελῶν. Πλὴν ἀλλ' οὔτε τοῦ φαυλοτάτου τὸ µεῖζον κατεξανίσταται, οὔτε τοῦτο ἐκείνῳ διαφθονεῖται. Καίτοι γε οὐ τὴν αὐτὴν συντέλειαν τὰ πάντα εἰσφέρει, ἀλλὰ κατὰ τὸν τῆς ἀνάγκης λόγον. Καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους, πάντα ὁµότιµα. Ἔστι δὲ τὰ µὲν κυριώτατα, τὰ δὲ ἧττον· οἷον, ἡ κεφαλὴ παντὸς τοῦ σώµατός ἐστι κυριωτέρα, τάς τε αἰσθήσεις πάσας ἐν ἑαυτῇ ἔχουσα, καὶ τὸ τῆς ψυχῆς ἡγεµονικόν· καὶ κεφαλῆς ἄνευ ζῆσαι οὐκ ἔνι· ποδῶν δὲ ἐκκοπέντων πολλοὶ πολὺν χρόνον ἐβίωσαν. Ὥστε οὐ τῇ θέσει µόνον αὕτη βελτίων ἐκείνων, ἀλλὰ καὶ αὐτῇ τῇ ἐνεργείᾳ καὶ τῇ τάξει. Τί δὴ τοῦτο λέγω; Εἰσὶν ἐν τῇ Ἐκκλησίᾳ πολλοὶ, εἰσὶν εἰς ὕψος ἀνωρθωµένοι, καθάπερ ἡ κεφαλὴ, τὰ οὐράνια περισκοποῦντες, καθάπερ οἱ ὀφθαλµοὶ οἱ ἐν τῇ κεφαλῇ, πολὺτῆς γῆς ἀφεστηκότες, οὐδὲν ἔχοντες κοινὸν πρὸς αὐτήν· ἄλλο ι δὲ ποδῶν τάξιν ἐπέχουσι, τὴν γῆν πατοῦντες, ποδῶν µέντοι ὑγιεινῶν. Οὐ γὰρ τὸ τὴν γῆν πατεῖν ἔγκληµα ποδῶν, ἀλλὰ τὸ εἰς πονηρίαν τρέχειν· Οἱ πόδες γὰρ αὐτῶν, φησὶν, εἰς πονηρίαν τρέχουσι. Μήτε δὴ οὖν οὗτοι, φησὶ, µέγα φρονείτωσαν κατὰ τῶν ποδῶν, µηδὲ ἐκεῖνοι τούτοις βασκαινέτωσαν· ἐπεὶ τὸ οἰκεῖον ἑκάστου κάλλος ἀνῄρηται, καὶ ἡ χρεία ἡ αὐτοτελὴς ἐµπεπόδισται· καὶ εἰκότως· ὁ γὰρ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτῷ πρῶτον ἐπεβούλευσεν. Ἄν τε οὖν οἱ πόδες µὴ βουληθῶσι κοµίσαι που τὴν κεφαλὴν εἰς ἔξοδον ἀναγκαίαν, καὶ ἑαυτοῖς ἐλυµήναντο διὰ τῆς ἀκινησίας καὶ τοῦ ὄκνου· ἄν τε ἡ κεφαλὴ µηδεµίαν βουληθῇ τῶν ποδῶν ποιήσασθαι τὴν πρόνοιαν, αὕτη πρώτη τὴν βλάβην ἐδέξατο. Ἀλλ' ἐκεῖνα µὲν εἰκότως ἀλλήλων οὐ κατεξανίσταται· φυσικῶς γὰρ οὕτω τέτακται· ἄνθρωπον δὲ πῶς δυνατὸν ἀνθρώπου µὴ κατεξαναστῆναι; Οὐδὲ γὰρ ἀγγέλων τις κατεξανίσταται· ἐπειδὴ οὔτε ἐκεῖνοι τῶν ἀρχαγγέλων· οὐδὲ ἐµοῦ πάλιν τὰ ἄλογα µεῖζόν τι φρονῆσαι δύναται· ἔνθα δὲ ὁµότιµος ἡ φύσις καὶ µία ἡ δωρεὰ, καὶ οὐδὲν οὗτος ἐκείνου πλέον ἔσχηκε, πῶς οὐ µὴ κατεξαναστῇ; Καὶ µὴν διὰ ταῦτα κατεξαναστῆναι οὐκ ὀφείλεις κατὰ τοῦ πλησίον. Εἰ γὰρ πάντα κοινὰ, καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, πόθεν ἡ ἀπόνοια; Φύσεως µετέχοµεν τῆς αὐτῆς, ψυχῆς καὶ σώµατος ὁµοίως, τὸν αὐτὸν ἀναπνέοµεν ἀέρα, ταῖς αὐταῖς κεχρήµεθα τροφαῖς· πόθεν ἡ ἐξανάστασις; Καὶ µὴν τὸ δύνασθαι διὰ τὴν ἀρετὴν τῶν ἀσωµάτων περιγίνεσθαι δυνάµεων ἱκανὸν εἰς ἀλαζονείαν ἀγαγεῖν· µᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο ἀλαζονεία. Ἐγὼ γὰρ εἰκότως κατὰ τοῦ δαίµονος µέγα φρονῶ, καὶ σφόδρα µέγα. Καὶ ὅρα καὶ Παῦλος πῶς µέγα ἐφρόνει κατὰ τοῦ δαίµονος. Ὅτε γὰρ µεγάλα περὶ αὐτοῦ ἔλεγε καὶ θαυµαστὰ ὁ δαίµων, ἐπεστόµισεν αὐτὸν, οὐδὲ κολακεύοντος ἀνασχόµενος. Λεγούσης γὰρ ἐκείνης τῆς παιδίσκης τῆς τὸ πνεῦµα τοῦ πύθωνος ἐχούσης, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινεςκαταγγέλλουσιν ὑµῖν ὁδὸν σωτηρίας, ἐπιτιµήσας σφοδρῶς ἐπεστόµισεν αὐτοῦ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ πάλιν ἀλλαχοῦ γράφει λέγων· Συντρίψει ὁ Θεὸς τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑµῶν ἐν τάχει. Μή τι τὸ τῆς φύσεως παρηλλαγµένον ἐποίησεν;
10.2
Ὁρᾷς ὅτι οὐδὲν ποιεῖ τὸ τῶν φύσεων µέσον, ἀλλὰ τὸ τῆς προαιρέσεως;∆ ιὰ τὴν προαίρεσιν τοίνυν πολὺ χείρους ἁπάντων εἰσίν. Ἀλλ' ἀγγέλου οὐ κατεξανίσταµαι, φησί· πολὺ γὰρ τὸ µέσον ἐµοῦ κἀκείνου. Καὶ µὴν ἀνθρώπου κατεξανίστασθαι οὐκ ὀφείλεις, οὐ µᾶλλον ἢ ἀγγέλου. Ὁ µὲν γὰρ ἄγγελος τῇ φύσει σοῦ διέστηκεν, ὅπερ οὔτε ἐγκώµιον ἐκείνου, οὔτε κακία γένοιτο· ἄνθρωπος δὲ ἀνθρώπου οὐκέτι φύσει, ἀλλὰ προαιρέσει διέστηκε· καὶ ἔστι καὶ ἐν ἀνθρώποις ἄγγελος. Ὥστε εἰ κατ' ἀγγέλων µὴ κατεξανίστασαι, πολλῷ µᾶλλον κατὰ ἀνθρώπων τῶν ἐν τῇ φύσει ταύτῃ γενοµένων ἀγγέλων. Εἰ γὰρ γένοιτο ἐν ἀνθρώποις ἐνάρετος οὕτως ὡς ἄγγελος, πολύ σου µᾶλλον οὗτος µείζων, ἢ ἐκεῖνός ἐστι. Τί δήποτε; Ὅτι ὅπερ ἀπὸ φύσεως ἔσχεν ἐκεῖνος, τοῦτο κατώρθωσεν ἀπὸ προαιρέσεως αὐτός· καὶ ὅτι ἀπῴκισταί σου ὁ ἄγγελος καὶ τῷ τόπῳ καὶ τὸν οὐρανὸν οἰκεῖ· οὗτος δὲ ἀναστρέφεται µετὰ σοῦ, καὶ δίδωσί σοι τοῦ ζήλου ῥοπήν. Καὶ µὴν καὶ οὗτος ἀπῴκισται µᾶλλον ἢ ἐκεῖνος. Ἡµῶν γὰρ, φησὶ, τὸ πολίτευµα ἐν οὐρανοῖς. Ὅτι δὲ µᾶλλον οὗτος ἀπῴκισται, ἄκουσον, ποῦ αὐτοῦ κάθηται ἡ κεφαλή· Εἰς τὸν θρόνον, φησὶ, τὸν βασιλικόν· ὅσῳ δὲ πόῤῥω ἡµῶν ὁ θρόνος, τοσούτῳ καὶ οὗτος. Ἀλλ' ὁρῶ τιµῆς ἀπολαύοντα, φησὶ, καὶ εἰς ζηλοτυπίαν ἄγοµαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ οὐ τὴν οἰκουµένην µόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν µυρίων ἐνέπλησε θορύβων. Καὶ καθάπερ εἰς λιµένα γαληνὸν πνεύµατα ἄγρια ἐξ ἐναντίας ἐµπεσόντα, πάσης σπιλάδος καὶ παντὸς πορθµοῦ ἐπισφαλέστερον αὐτὸν καθίστησιν· οὕτω δὴ καὶ ὁ τῆς δόξης ἔρως ἐπεισελθὼν, πάντα ἀνέτρεψε καὶ συνέχεε. Παραγεγόνατε πολλάκις ἐµπρησµῷ οἰκιῶν µεγάλων· εἴδετε πῶς ἄνεισιν εἰς τὸν οὐρανὸν ὁ καπνὸς, καὶ µηδενὸς προσιόντος σβέσαι τὸ κακὸν, ἀλλὰ τὸ καθ' ἑαυτὸν ἑκάστου σκοπουµένου, µετὰ πολλῆς τῆςἡσυχίας τὸ πῦρ ἅπαντα ἐπινέµεται· καὶ περιέστηκε µὲν πολλάκις κύκλῳ πᾶσα ἡ πόλις, περιεστήκασι δὲ θεαταὶ κακῶν, οὐ σύµµαχοι οὐδὲ βοηθοί· καὶ ἔστιν ἰδεῖν οὐδὲν ποιοῦντας ἅπαντας τοὺς περιεστῶτας, ἀλλ' ἕκαστον αὐτῶν τὴν χεῖρα ἐκτείνοντα, καὶ τῷ προσφάτως ἐλθόντι πρὸς τὸντόπον ἐπιδεικνύντα, ἢ διὰ θυρίδος λαµπάδα ἐξαλλοµένην συνεχῶς, ἢ δοκοὺς καταῤῥιπτοµένας, ἢ περίβολον ὁλόκληρον τῶν ἐρεισµάτων ἀποσπασθέντα καὶ πρὸςτὴν γῆν ἐπειγόµενον. Εἰσὶ δὲ πολλοὶ τῶν τολµηρῶν καὶ ῥιψοκινδύνων, οἳ καὶ πλησίον αὐτῶν γενέσθαι τῶν καιοµένων οἰκοδοµηµάτων κατετόλµησαν, οὐχ ὥστε χεῖρα ὀρέξαιαὐτοῖς καὶ σβέσαι τὸ κακὸν, ἀλλ' ὥστε ἡδυτέραν γενέσθαι τὴν θέαν, ἐκ τοῦ σύνεγγυς πάντα δυναµένων αὐτῶν περισκοπεῖν, ἃ τοὺς ἔξωθεν πολλάκις ἔλαθεν. Εἰ δὲ καὶ λαµπρὰ καὶ µεγάλη τύχοι οὖσα ἡ οἰκία, ἐλεεινὸν θέαµα καὶ πολλῶν αὐτοῖς δακρύων ἄξιον εἶναι δοκεῖ. Καὶ ἔστιν ἀληθῶς ἰδεῖν θέαµα ἐλεεινὸν, κιόνων κεφαλὰς κόνιν γινοµένας, πολλοὺς δὲ καὶ αὐτοὺς διακεκλασµένους, τοὺς µὲν τοῦ πυρὸςκατεργαζοµένου, τοὺς δὲ πολλάκις τῶν οἰκοδοµησάντων αὐτοὺς χειρῶν ὠθουσῶν, ὥστε µὴ πλείονα τροφὴν γενέσθαι τῷ πυρί. Ἔστι δὲ ἰδεῖν ἀγάλµατα, ἃ µετὰ πολλοῦ τοῦ κόσµου, τῆς ὀροφῆς ἐπικειµένης, εἰστήκει, ἀνακαλυφθέντα, τῆς στέγης ἀφαιρεθείσης, καὶ ἐν αἰθρίῳ µετὰπολλῆς τῆς ἀµορφίας ἑστηκότα. Τί δέ; τὸν πλοῦτον τὸν ἔνδον ἐναποκείµενον τίς διηγήσαιτο, τὰ ἱµάτια τὰ χρυσᾶ, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ; Καὶ γὰρ ἔνθα µόνος ὁ δεσπότης εἰσῄει µετὰ τῆς ἑαυτοῦ συζύγου, ἔνθα τῶν πολλῶν ἱµατίων καὶ ἀρωµάτων τὸ ταµεῖον ἦν, τῶν λίθων τῶν πολυτελῶντὰ δοχεῖα, µιᾶς πυρᾶς γενοµένης, καὶ βαλανευταὶ καὶ κοπρῶναι καὶ δραπέται καὶ πάντες λοιπὸν ἔνδον, καὶ πάντα τὰ ἔνδον ὕδωρ καὶ πῦρ καὶ πηλὸς καὶ κόνις, καὶ ξύλα ἡµίκαυστα. Τί δὲ τὴν εἰκόνα ταύτην ἐπιπλέον ἐξέτεινα; Οὐχ ἁπλῶς οἰκίας ἐµπρησµὸν ὑπογράψαι βουλόµενος· τί γάρ µοι τούτου µέλει; ἀλλὰ παραστῆσαι βουλόµενος τοῖς ὑµετέροις ὀφθαλµοῖς, ὡς οἷόν τε, τὰ τῆς Ἐκκλησίας κακά. Καθάπερ γὰρ ἐµπρησµὸς ὄντως, ἢ σκηπτός τις ἄνωθεν φερόµενος, οὕτως εἰς αὐτὸν κατηνέχθη τῆς Ἐκκλησίας τὸν ὄροφον, καὶ οὐδένα διανίστησιν· ἀλλὰ τῆς οἰκίας τῆς πατρῴας καιοµένης, καθεύδοµεν ὕπνον τινὰ βαθὺν καὶ ἀναίσθητον. Τίνος γὰρ οὐχ ἥψατο τοῦτο τὸ πῦρ; ποίων ἀγαλµάτων τῶν ἐν Ἐκκλησίᾳ ἑστώτων; Ἐκκλησία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ διὰ τῶν ἡµετέρων ψυχῶν ᾠκοδοµηµένη οἰκία. Ἡ δὲ οἰκία αὕτη οὐκ ἔστιν ἰσότιµος ἅπασα, ἀλλὰ τῶν εἰς αὐτὴν συντελούντων λίθων οἱ µέν εἰσι λαµπροὶ καὶ φαιδροὶ, οἱ δὲ ἐκείνων µὲν ἐλάττουςκαὶ ἀµαυρότεροι, πολλῷ δὲ ἄλλων βελτίους. Ἔστιν ἰδεῖν ἐνταῦθα πολλοὺς καὶ χρυσοῦ τάξιν ἐπέχοντας, χρυσοῦ τοῦ κοσµοῦντος τὸν ὄροφον· ἔστιν ἰδεῖν καὶ τὸν ἀπὸ ἀγαλµάτων κόσµον ἄλλους παρεχοµένους· πολλοὺς ἔστιν ἰδεῖν ὡς στύλους ἑστῶτας. Οἶδε γὰρ καὶ ἀνθρώπους στύλους καλεῖν, οὐ τῇ δυνάµει µόνον, ἀλλὰ καὶ τῷ κάλλει πολὺν παρέχοντας κόσµον, κεφαλὰς ἔχοντας κεχρυσωµένας. Ἔστι πλῆθος ἰδεῖν, ὡς ἐπὶ πολὺ τὸ διάστηµα καὶ τὴν εὐρυχωρίαν τῶν περιβόλων εἶναι· τὸ γὰρ πολὺ πλῆθος τὴν τάξιν ἐπέχει τῶν λίθων τῶν τοὺς τοίχους οἰκοδοµούντων.
10.3
Μᾶλλον δὲ ἐπὶ λαµπροτέραν ἐλθεῖν εἰκόνα δεῖ. Αὕτη ἡ Ἐκκλησία οὐκ ἀπὸ τῶν λίθων τούτων ᾠκοδόµηται, ἀλλ' ἀπὸ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τῶν λίθων τῶν τιµίων, καὶ πολὺς πανταχοῦ διέσπαρταιὁ χρυσός. Ἀλλ' ὢ τῶν πικρῶν δακρύων! πάντα γὰρ ταῦτα κατέφλεξε τῆς κενοδοξίας ἡ τυραννὶς, ἡ παµφάγος αὕτη φλὸξ, καὶ οὐδεὶς ἀνωτέρω τοῦ πράγµατος γέγονεν· ἀλλ' ἑστήκαµεν τὴν µὲν φλόγα θαυµάζοντες, σβέσαι δὲ τὸ κακὸν οὐκέτι δυνάµενοι. Κἂν σβέσωµεν δὲ πρὸς βραχὺν καιρὸν, ἀλλὰ πάλιν µετὰ δύο καὶ τρεῖς ἡµέρας ὥσπερ ἀπό τινος σποδιᾶς σπινθὴρ ἐντυφόµενος ἀνέτρεψεν ἅπαντα, καὶὅσα τοῖς πρότερον οὐ κατειργάσατο. Οὕτω δὴ καὶ ἐνταῦθα γίνεται· καὶ γὰρ καὶ ἐπὶ τῆς πυρκαϊᾶς τοῦτο συµβαίνειν ἔθος ἐστί. Τὸ δὲ αἴτιον, τῶν στύλων αὐτῶν τῆς Ἐκκλησίας τὰ ἐρείσµατα διέφυγεν ἡµᾶς, τοὺς τὸν ὄροφον ἀνέχοντας, καὶ πρότερον πᾶσαν συγκρατοῦνταςτὴν οἰκοδοµίαν περιέβαλε τῷ πυρί.∆ ιὰ τοῦτο καὶ εἰς τοὺς λοιποὺς τοίχους εὔκολος γέγονεν ἡ διαδροµή. Καὶ γὰρ ἐπὶ τῶν οἰκοδοµηµάτων, ὅταν µὲν ξύλων ἐπιλάβηται, µᾶλλον ὁπλίζεται κατὰ τῶν λίθων· ὅταν δὲ τοὺς στύλους κατενέγκῃ καὶ ῥίψῃ χαµαὶ, οὐδὲν δεῖται λοιπὸν πρὸς τὸ τὰ λοιπὰ τῇ φλογὶ κατεργάσασθαι. Τῶν γὰρ ἐρειδόντων καὶ ὑποστηριζόντων τὰ ἄνω καταπιπτόντων, αὐτόµατα κἀκεῖνα µετὰ πολλῆς τῆς ἑτοιµότητος τούτοις ἕπεται. Οὕτω δὴ καὶ νῦν γέγονεν ἐπὶ τῆς Ἐκκλησίας· πάντων τὸ πῦρ ἐπελάβετο· τιµὰς τὰς παρὰ ἀνθρώπων ζητοῦµεν, καὶ περὶ τὴν δόξαν ἐκκαιόµεθα, καὶ οὐκ ἀκούοµεν τοῦ Ἰὼβ λέγοντος· Εἰ καὶ ἁµαρτὼν ἀκουσίως, διετράπην πολυοχλίαν; Εἶδες ψυχὴν ἐνάρετον; Οὐκ ᾐσχύνθην, φησὶν, ἐναντίον τοῦ πλήθους παντὸς εἰπεῖν τὰ ἀκούσια ἁµαρτήµατα. Εἰ δὲ ἐκεῖνος οὐκ ᾐσχύνετο, πολλῷ µᾶλλον ἡµᾶς ἐχρῆν τοῦτο ποιεῖν. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἀνοµίας σου πρῶτος, ἵνα δικαιωθῇς. Πολλὴ γέγονεν ἡ σφοδρότης τούτου τοῦ κακοῦ, πάντα ἀνατέτραπται καὶ ἠφάνισται. Τιµῆς δοῦλοι γεγόναµεν, ἀφέντες τὸν Θεόν· οὐκέτι τοῖς ἀρχοµένοις ἐπιπλῆξαι δυνάµεθα, τῷ αὐτῷ καὶ αὐτοὶ κατεχόµενοι πυρετῷ· καὶ αὐτοὶ δὲ δεόµεθα ἰατρείας, οἱ ταχθέντες εἰς τὸ θεραπεύειν τοὺς ἄλλους ὑπὸ τοῦ Θεοῦ. Ποία λοιπὸν ἐλπὶς σωτηρίας ὑπολείπεται, τῶν ἰατρευόντων καὶ αὐτῶν τῆς ἑτέρων δεοµένων χειρός; Ταῦτα οὐχ ἁπλῶς εἶπον, οὐδὲ µάτην ὀδύροµαι, ἀλλ' ἵνα κοινῇ πάντες µετὰ γυναικῶν καὶ παίδων σποδὸν καταπασάµενοι, καὶ σάκκονπεριζωσάµενοι, νηστείαν ἐπιτείνωµεν, τὸν Θεὸν παρακαλέσωµεν αὐτὸν ἡµῖν χεῖρα ὀρέξαι, καὶ σβέσαι τὸ δεινόν. Τῆς γὰρ ἐκείνου χειρὸς ὄντως χρεία, τῆς µεγάλης, τῆς θαυµαστῆς. Μείζονα τῶν Νινευϊτῶν γενέσθαι δεῖ παρ' ἡµῶν. Ἔτι τρεῖς ἡµέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὸν τὸ κήρυγµα, καὶ πολλῆς γέµον τῆς ἀπειλῆς· πῶς γὰρ οὔ; µετὰ τρεῖς ἡµέρας προσδοκᾷν τὴν πόλιν αὐτοῖς ἔσεσθαι τάφον, καὶ µιᾷ τιµωρίας ἰδέᾳ πάντας ἀπολέσθαι. Εἰ γὰρ ὅταν συµβῇ κατὰ τὸν καιρὸν ἐν οἰκίᾳ µιᾷ δύο παῖδας ἀπολέσθαι, ἀφόρητον γίνεται τὸ δεινὸν, καὶ εἰ τῷ Ἰὼβ τοῦτο µάλιστα πάντων ἔδοξενεἶναι ἀφόρητον, ὅτι πᾶσιν αὐτοῦ τοῖς παισὶν ἔπεσεν ὁ ὄροφος, καὶ οὕτως ἀνηρέθησαν· τί ἦν, ἰδεῖν οὐ µίαν οἰκίαν, οὐδὲ δύο παῖδας, ἀλλ' ἔθνος δώδεκα µυριάδων ὑπὸ τῶν ὀρόφων καταχωννύµενον; Ἴστε ἡλίκον τὸ δεινόν. Καὶ γὰρ καὶ ἡµῖν πρώην αὕτη γέγονεν ἡ ἀπειλὴ, οὐ προφήτου τινὸς φωνὴν ἀφιέντος( οὐ γὰρ ἄξιοι ἡµεῖς τοιαύτης ἀκοῦσαι φωνῆς), ἀλλὰ πάσηςσάλπιγγος εὐσηµότερον τῆς ἄνωθεν ἀπειλῆς ἀνακραγούσης. Ἀλλ', ὅπερ ἔφην, Ἔτι τρεῖς ἡµέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὰ ὄντως ἡ ἀπειλή. Ἀλλ' οὐδὲν τοιοῦτόν ἐστι νῦν. Οὐ γὰρ ἔτι τρεῖς ἡµέραι, οὐδὲ Νινευῒ καταστραφήσεται, ἀλλὰ πολλαὶ ἡµέραι ἐξ οὗ τῆς οἰκουµένης ἡ Ἐκκλησία κατέστραπται, καὶ εἰς ἔδαφοςκεῖται, πάντων ἐξ ἴσης τῷ κακῷ κατεχοµένων, µᾶλλον δὲ τῶν ἐν ἀρχαῖς ὄντων τοῖς αὐτοῖς ὑπευθύνων· ὅθεν καὶ τὸ κακὸν χεῖρον, ὅσῳ καὶ πλείων αὐτοῖς ἡ ἀνάγκη. Μὴ τοίνυν θαυµάσητε διὰ τί µείζονα παρῄνεσα ποιεῖν τῶν Νινευϊτῶν· µᾶλλον δὲ οὐ νηστείαν κηρύττω νῦν µόνον, ἀλλὰ τὸ φάρµακον ἐκεῖνο ὑποδείκνυµι, ὃ καὶ τὴν πόλιν ἐκείνην πίπτουσαν ἀνέστησε. Ποῖον δὴ τοῦτο; Εἶδε Κύριος, φησὶν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ µετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Τοῦτο πράττωµεν καὶ ἡµεῖς καὶ ὑµεῖς· ἀποστῶµεν τοῦ τῶν χρηµάτων ἔρωτος, τοῦ τῆς δόξης, παρακαλοῦντες τὸν Θεὸν χεῖρα ὀρέξαι, καὶ διαναστῆσαι τὰ πεπτωκότα µέλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ὁ φόβος. Τότε µὲν γὰρ λίθοι καὶ ξύλα καταπίπτειν ἔµελλον, καὶ σώµατα ἀναιρεῖσθαι· νῦν δὲ τούτων οὐδὲν, ἀλλὰ ψυχαὶ τῷ τῆς γεέννης µέλλουσι παραδίδοσθαι πυρί. Παρακαλέσωµεν, ἐξοµολογησώµεθα, ὑπὲρ τῶν προτέρων αὐτῷ χάριν ὁµολογήσωµεν, ὑπὲρ τῶν µελλόντων αἰτῶµεν ἵνα καταξιωθῶµεν, τοῦ θηρίουτούτου τοῦ χαλεποῦ καὶ δεινοτάτου ἀπαλλαγέντες, χάριν ἀναπέµψαι τῷ φιλανθρώπῳ Θεῷ καὶ Πατρὶ, µεθ' οὗ τῷ Υἱῷ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note