Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.0
Ἓν σῶµα καὶ ἓν πνεῦµα, καθὼς καὶ ἐκλήθητε ἐν µιᾷ ἐλπίδι τῆς κλήσεως ὑµῶν· εἷς Κύριος, µία πίστις, ἓν βάπτισµα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡµῶν ἐδόθη ἡ χάρις κατὰ τὸ µέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
11.1
Ἀγάπην ζητεῖ παρ' ἡµῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν ἡµᾶς καὶ ἀδιασπάστως ἔχειν πρὸς ἀλλήλους ποιοῦσαν, καὶ τοσαύτηνἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχοµένην, ὡσανεὶ µέλη πρὸς µέλη. Αὕτη γάρ ἐστιν ἡ τὰ µεγάλα ἐργαζοµένη καλά.∆ ιὰ τοῦτό φησιν· Ἓν σῶµα, καὶ τῇ συµπαθείᾳ, καὶ τῷ µὴ βάλλεσθαι τοῖς ἑτέρων ἀγαθοῖς, καὶ τῷ συγχαίρειν. Καὶ πάντα ὁµοῦ διὰ τούτου δείξας, Καὶ ἓν πνεῦµα, καλῶς εἶπε, δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώµατος ἓν πνεῦµα ἔσται, ἢ ὅτι ἔστι µὲν σῶµα εἶναι ἓν, οὐχ ἓνδὲ πνεῦµα· ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ἀπὸ τούτου πρὸς ὁµόνοιαν δυσωπεῖ, τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦµα λαβόντες, καὶ ἐκ µιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἢ πνεῦµα ἐνταῦθα τὴν προθυµίαν φησίν. Εἶτα ἐπάγων, Καθὼς ἐκλήθητε, φησὶν, Ἐν µιᾷ ἐλπίδι τῆς κλήσεως ὑµῶν. Τουτέστιν, Ὁ Θεὸς ὑµᾶς ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειµε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν, πᾶσι ζωὴν αἰώνιον, πᾶσι δόξαν ἀθάνατον, πᾶσιν ἀδελφότητα, πᾶσι κληρονο. 30] µίαν ἐχαρίσατο. Κοινὴ πάντων ἐγένετο κεφαλὴ, πάντας συνήγειρε καὶ συνεκάθισεν. Οἱ τοίνυν ἐν τοῖς πνευµατικοῖς τοσαύτην ἔχοντες ἰσοτιµίαν, πόθεν µέγα φρονεῖτε; ὅτι ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα ἰσχυρός; καὶ πῶς οὐκ ἂν εἴη τοῦτο γέλως; Εἰπὲ γάρ µοι, εἰ ὁ βασιλεύς ποτε λαβὼν ὀνόµατα δέκα, πάντας ἁλουργίδα ἐνέδυσε, καὶ ἐπὶ τοῦ θρόνου ἐκάθισε τοῦ βασιλικοῦ, καὶ πᾶσιν ἔδωκε τὴναὐτὴν τιµὴν, ἆρα ἂν τούτων ἐτόλµησέ τις ὀνειδίσαι τὸν ἕτερον, ὡς πλουσιώτερος ὢν, ἢ ὡς λαµπρότερος; Οὐδαµῶς. Καὶ οὔπω τὸ πᾶν εἴρηκα· οὐ γὰρ τοσοῦτον τὸ µέσον. Ἐν οὖν τοῖς οὐρανοῖς ἴσοι, καὶ κάτω διεστήκαµεν; Εἷς Κύριος, µία πίστις, ἓν βάπτισµα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν αὐτός. Μὴ γὰρ σοὶ µὲν ὁ µείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεκλήθη; µὴ γὰρ σὺ µὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη; µὴ γὰρ σοὶ µὲν ἀφείθη διὰ τοῦ βαπτίσµατος, ἐκείνῳ δὲ οὔ; Ἄπαγε· Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑµῖν. Ὁ ἐπὶ πάντων, τουτέστιν, ὁ ἐπάνω πάντων· Καὶ διὰ πάντων, τουτέστι, προνοῶν, διοικῶν· Καὶ ἐν πᾶσιν ὑµῖν, τουτέστιν, ὁ ἐν πᾶσιν οἰκῶν. Καίτοι τοῦ Υἱοῦ, τοῦτο εἶναί φησιν· ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Πατρὸς ἐῤῥήθη. Ἑνὶ δὲ ἑκάστῳ ἡµῶν ἐδόθη ἡ χάρις. Τί οὖν, φησὶ, καὶ πόθεν τὰ χαρίσµατα διάφορα; Τοῦτο γὰρ ἀεὶ καὶ αὐτοὺς καὶ Κορινθίους καὶ πολλοὺς ἑτέρους, τοὺς µὲν εἰς ἀπόνοιαν, τοὺς δὲ εἰς ἀθυµίαν καὶ φθόνον ἀνῆγε.∆ ιὰ τοῦτο πανταχοῦ τὸ τοῦ σώµατος ὑπόδειγµα παραλαµβάνει· διὰ τοῦτο καὶ νῦν τοῦτο τέθεικεν, ἐπειδὴ ἔµελλε διαφόρων χαρισµάτων µνηµονεύειν. Ἀκριβέστερον µὲν οὖν αὐτὸ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται, ἐπειδὴ καὶ ἐκεῖ µάλιστα τὸ νόσηµα τοῦτο ἐτυράννει· νῦν δὲ ἐνταῦθα µόνον ᾐνίξατο· καὶ ὅρα τί φησιν. Οὐκ εἶπε, Κατὰ τὴν ἑκάστου πίστιν, ἵνα µὴ εἰς ἀθυµίαν ἐµβάλῃ ἐκείνους, τοὺς µεγάλων µὴ τετυχηκότας· ἀλλὰ τί; Κατὰ τὸ µέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Τὰ πάντων κεφαλαιωδέστερα, φησὶ, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισµα, τὸ διὰ πίστεως σωθῆναι, τὸ τὸν Θεὸν ἔχειν Πατέρα, τὸ τοῦ αὐτοῦ Πνεύµατοςἅπαντας µετέχειν. Εἰ δέ τι πλέον ὁ δεῖνα ἔχει ἐν τῷ χαρίσµατι, µὴ ἄλγει, ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστί· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο µόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου.∆ ιὰ τοῦτο καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραµυθεῖται τὸν ἀκούοντα. Πρὸς καταρτισµὸν τῶν ἁγίων, φησὶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδοµὴν τοῦ σώµατος τοῦ Χριστοῦ.∆ ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐαί µοι, ἐὰν µὴ εὐαγγελίζωµαι. Οἷον, ἀποστολῆς ἔλαβέ τις χάρισµα. Ἀλλὰ διὰ τοῦτο αὐτῷ οὐαὶ, ἐπειδὴ ἔλαβε· σὺ δὲ τοῦ κινδύνου ἀπήλλαξαι. Κατὰ τὸ µέτρον. Τί ἐστι, Κατὰ τὸ µέτρον; Τουτέστιν, οὐ πρὸς τὴν ἡµετέραν ἀξίαν· ἐπεὶ οὐδ' ἂν ἔλαβεν οὐδεὶς ἃ ἔλαβεν· ἀλλὰ πάντες ἀπὸ τῆς δωρεᾶς ἐλάβοµεν.
11.2
Καὶ διὰ τί ὁ µὲν πλέον, ὁ δὲ ἔλαττον; Οὐδὲν τοῦτο ποιεῖ, φησὶν, ἀλλ' ἀδιάφορον τὸ πρᾶγµά ἐστιν· ἕκαστος γὰρ πρὸς τὴν οἰκοδοµὴν συντελεῖ. Καὶ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ µὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι' ἑτέρους, ὡς αὐτὸς ἐµέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Τὰ δὲ µέλη ἔθετο ἓν ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ λέγει τὸν λόγον, ἵνα µὴ καταβάλῃ τὰ φρονήµατα τῶν ἀκουόντων.∆ ιὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχµαλώτευσεν αἰχµαλωσίαν, καὶ ἔδωκε δόµατα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε· Τί µέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ µὲν Προφήτης φησὶν ἐν τῷ ψαλµῷ· Ἔλαβες δόµατα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόµατα ἐν ἀνθρώποις. Τοῦτο ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ µὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα µέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, µὴ µετάβασιν νόµιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα µέρη κατέβη τῆς γῆς. Εἰ γὰρ µὴ τοῦτο ἦν, περιττὸς οὗτος ὁ λόγος ὅνπερ λέγει· Ὑπήκοος γενόµενος µέχρι θανάτου. Ἀπὸ δὲ τοῦ ἀναβῆναι τὴν κατάβασιν αἰνίττεται. Τὰ δὲ κάτω µέρη τῆς γῆς, τὸν θάνατόν φησιν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς µου µετ' ὀδύνης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλµῷ, Ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον· τουτέστι, τοῖς ἀποθανοῦσι.∆ ιὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργάζεται ἐνταῦθα; καὶ ποίαν αἰχµαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχµάλωτον γὰρ τὸν τύραννον ἔλαβε, τὸν διάβολον λέγω, καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν καὶ τὴν ἁµαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ µὴ ὅτι καὶ κατέβη; Τοῦτο πρὸς τοὺς Παύλου τοῦ Σαµοσατέως. Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησὶ, µέρη κατέβη τῆς γῆς, µεθ' ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, µεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας· καὶ γὰρ καὶ πάλαι πάντα πεπλήρωτο. Καὶ αὐτὸς ἔδωκε τοὺς µὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιµένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισµὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδοµὴν τοῦ σώµατος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ,∆ ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει· Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ εἰς τὰ κατώτερα µέρη τῆς γῆς κατελθεῖν, οὐδὲ ἐνεπόδισε πρὸς τὸ ἀνωτέρω γενέσθαι τῶν οὐρανῶν. Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ, τοσούτῳ µᾶλλον ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω κατενέγκῃ, τοσούτῳ µᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήµατοςἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει· οὕτω ἐπὶ τῆς ταπεινοφροσύνης. Ἀλλ' ὅταν περὶ Θεοῦ λέγωµεν τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν ἐννοεῖν· ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ τὴν πρόνοιαν αὐτοῦ δείκνυσι καὶ τὴν σοφίαν, καί φησιν· Ὁ τοιαῦτα ἐργασάµενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ µέχρι τῶν κατωτέρων µερῶν µὴ παραιτησάµενος κατελθεῖν δι' ἡµᾶς, οὐκ ἂν ἁπλῶς τὰς διανοµὰςτῶν χαρισµάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦµα τοῦτο εἰργάσατο, οὕτω λέγων· Ἐν ᾧ ἔθετο ὑµᾶς τὸ Πνεῦµα τὸ ἅγιον ἐπισκόπους ποιµαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα µέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ Θεός· καὶ πάλιν, Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς µὲν ἀποστόλους, τοὺς δὲ προφήτας. Ἐν δὲ τῇ πρὸς Κορινθίους φησίν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν ἀλλ' ὁ Θεὸς ηὔξανε· καὶ πάλιν, Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον µισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὕτω καὶ ἐνταῦθα. Τί γὰρ, εἰ ἔλαττον εἰσφέρεις; τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι.∆ εύτερον προφήτας· ἦσαν γάρ τινες, οἳ ἀπόστολοι µὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγαβος. Τρίτον εὐαγγελιστάς· οἱ µὴ περιιόντες πανταχοῦ, ἀλλ' εὐαγγελιζόµενοι µόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιµένας καὶ διδασκάλους, τοὺς ὁλόκληρον ἐµπεπιστευµένους ἔθνος. Τί οὖν; οἱ ποιµένες καὶ οἱ διδάσκαλοι ἐλάττους; Καὶ πάνυ, τῶν περιιόντων καὶ εὐαγγελιζοµένων οἱ καθήµενοι καὶ περὶ ἕνα τόπον ἠσχοληµένοι, οἷον Τιµόθεος, Τίτος. Ἄλλως δὲ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν ὑποταγὴν καὶ τὴν προτίµησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί· µηδὲν ἀντείπῃς. Ἢ εὐαγγελιστάς φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρτισµὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδοµὴν τοῦ σώµατος τοῦ Χριστοῦ.
11.3
Ὁρᾷς τὸ ἀξίωµα; Ἕκαστος οἰκοδοµεῖ, ἕκαστος καταρτίζει, ἕκαστος διακονεῖ. Μέχρις οὗ καταντήσοµεν, φησὶν, οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς µέτρον ἡλικίαςτοῦ πληρώµατος τοῦ Χριστοῦ. Ἡλικίαν ἐνταῦθά φησι τὴν τελείαν ἐπίγνωσιν. Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς φρένας περιφέρονται, οὕτω καὶ ἐπὶ τῶν πιστῶν. Εἰς τὴν ἑνότητα, φησὶ, τῆς πίστεως. Τουτέστιν, ἕως ἂν δειχθῶµεν πάντες µίαν πίστιν ἔχοντες. Τοῦτο γάρ ἐστιν ἑνότης πίστεως, ὅταν πάντες ἓν ὦµεν, ὅταν πάντες ὁµοίως τὸν σύνδεσµον ἐπιγινώσκωµεν. Μέχρι τότε ἐργάζεσθαι χρὴ, εἰ διὰ τοῦτο χάρισµα ἔλαβες, ἵνα ἄλλους οἰκοδοµῇς. Βλέπε µὴ σαυτὸν καταστρέψῃς, ἑτέρῳ φθονῶν. Ἐτίµησέ σε ὁ Θεὸς, καὶ ἔταξεν, ὥστε καταρτίζειν ἕτερον. Καὶ γὰρ καὶ ὁ ἀπόστολος πρὸς τούτῳ ἦν, καὶ ὁ προφήτης πρὸς τούτῳ ἦν προφητεύων καὶ πείθων, καὶ ὁ εὐαγγελιστὴς εὐαγγελιζόµενος, καὶ ὁ ποιµὴν καὶὁ διδάσκαλος· πάντες ἓν ἔργον ἦσαν ἀναδεδεγµένοι. Μὴ γάρ µοι τὴν διαφορὰν τῶν χαρισµάτων εἴπῃς· πάντες ἓν ἔργον εἶχον. Ὅταν δὲ πάντες ὁµοίως πιστεύωµεν, τότε ἑνότης ἐστίν. Ὅτι γὰρ τοῦτο λέγει ἄνδρα τέλειον, δῆλον. Καὶ µὴν ἀλλαχοῦ νηπίους ἡµᾶς φησι, καὶ, ὅταν τέλειοι ὦµεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. Ἐκεῖ µὲν γὰρ πρὸς τὴν µέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν· εἰπὼν γὰρ, Ἐκ µέρους γινώσκοµεν, ἐπήγαγε καὶ τὸ,∆ ι' αἰνιγµάτων, καὶ ὅσα τοιαῦτα· ἐνταῦθα δὲ πρὸς ἕτερον εἶπε, πρὸς τὸ εὐµετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· Τελείων δὲ ἡ στερεὰ τροφή. Ὁρᾷς κἀκεῖ τελείους πῶς φησιν; Ὅρα καὶ πῶς ἐκάλεσε τελείους ἐνταῦθα διὰ τῶν ἐπαγοµένων, εἰπών· Ἵνα µηκέτι ὦµεν νήπιοι. Αὐτό φησι τὸ µέτρον τὸ ὀλίγον ὅπερ ἐλάβοµεν, ἵνα κατέχωµεν µετὰ πάσης σπουδῆς, µετὰ στεῤῥότητος καὶ βεβαιώσεως. Ἵνα µηκέτι. Τὸ, Μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας, καὶ τίθησι καὶ ἑαυτὸν ἐν τάξει διορθώσεως, καὶ διορθοῦται.∆ ιὰ τοῦτό φησι· Τέκτονες τοσοῦτοι γεγόνασιν, ἵνα ἡ οἰκοδοµὴ µὴ σαλεύηται, ἵνα µὴ περιφέρηται, ἵνα πεπηγότες ὦσιν οἱ λίθοι. Ἐκείνων γὰρ τοῦτό ἐστι τὸ κλυδωνίζεσθαι, τὸ περιφέρεσθαι καὶ σαλεύεσθαι. Ἵνα µηκέτι ὦµεν, φησὶ, νήπιοι, κλυδωνιζόµενοι, καὶ περιφερόµενοι παντὶ ἀνέµῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸςτὴν µεθοδείαν τῆς πλάνης. Καὶ περιφερόµενοι, φησὶ, παντὶ ἀνέµῳ. Ἐπεξῆλθε τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς ἐν οἵῳ κινδύνῳ εἰσί. Παντὶ ἀνέµῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν µεθοδείαν τῆς πλάνης. Κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρηµένοι. Τοιοῦτοί εἰσιν οἱ πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι· καὶ γὰρ ἐκεῖνοι µετατιθέασι καὶ µεταφέρουσιν ἅπαντα. Ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες δὲ, φησὶν, ἐν ἀγάπῃ, αὐξήσωµεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶµα, ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συναρµολογούµενον καὶ συµβιβαζόµενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν µέτρῳ ἑνὸς ἑκάστου µέλους, τὴν αὔξησιν τοῦσώµατος ποιεῖται εἰς οἰκοδοµὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Σφόδρα ἀσαφῶς ἡρµήνευσε, τῷ πάντα ὁµοῦ θελῆσαι εἰπεῖν. Ὃ δέ φησι, τοῦτό ἐστι· Καθάπερ τὸ πνεῦµα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον, τὸ διὰ τῶν νεύρων[ τὸ] αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστουµέλους, τῷ µὲν δυναµένῳ πλέον δέξασθαι, πλέον, τῷ δὲ ἐλάττω, ἔλαττον( τοῦτο γάρ ἐστιν ἡ ῥίζα, τὸ πνεῦµα)· οὕτω καὶ ὁ Χριστός· καθάπερ γὰρ µελῶν τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτηµένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισµάτων κατὰ ἀναλογίαν ἐν µέτρῳ τὴν ἑνὸς ἑκάστουµέλους αὔξησιν ποιεῖται. Τί δέ ἐστι,∆ ιὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας; Τουτέστι, διὰ τῆς αἰσθήσεως. Τὸ γὰρ πνεῦµα ἐκεῖνο τὸ ἐπιχορηγούµενον τοῖς µέλεσιν ἀπὸ τῆς κεφαλῆς, ἑκάστου µέλους ἁπτόµενον οὕτως ἐνεργεῖ. Ὡς ἄν τις εἴποι· Τὸ σῶµα ἀντιλαµβανόµενον τῆς ἐπιχορηγίας, κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ µελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν· ἢ ἑτέρως· Τὰ µέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου µέτρου δεχόµενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται ἢ καὶ ἑτέρως· Τὸ πνεῦµα ἄνωθεν ἐπιῤῥεόµενον ἀφθόνως, καὶ πάντων ἁπτόµενον τῶν µελῶν, καὶ χορηγούµενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐν ἀγάπῃ; Οὐ γὰρ ἄλλως ἔνι κατελθεῖν ἐκεῖνο τὸ πνεῦµα. Καθάπερ γὰρ, εἰ τύχοι χεὶρ ἀποσπασθεῖσα τοῦ σώµατος, τὸ πνεῦµα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ζητοῦν, καὶ µὴ εὑρὸν, οὐκ ἐξάλλεται τοῦσώµατος, καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἐξέρχεται, ἀλλ' ἂν µὴ εὕρῃ κείµενον, οὐχ ἅπτεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν µὴ ὦµεν τῇ ἀγάπῃ συνδεδεµένοι.
11.4
Ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴρηται. Τί γὰρ, φησὶν, εἰ πλέον λαµβάνει ὁ δεῖνα; τὸ αὐτὸ πνεῦµα ἔλαβεν, ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεµπόµενον, ὁµοίως ἐνεργοῦν, ὁµοίως ἁπτόµενον, Συναρµολογούµενον καὶ συµβιβαζόµενον, τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιµελείας. Οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶµα· ὡς, ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. Ὥστε οὐχ ἡνῶσθαι τῷ σώµατι δεῖ µόνον, ἀλλὰ καὶ τὸν οἰκεῖον τόπον ἐπέχειν, ὡς ἐὰν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνεῦµα. Ἢ οὐχ ὁρᾷς ἐν ταῖς τῶν ὀστῶν µεταθέσεσι ταῖς κατά τινα περίστασιν συµβαινούσαις, ὅταν τὸν οἰκεῖον τόπον ὑπερβὰν, τὸν ἑτέρου κατέχῃ, πῶς τῷπαντὶ σώµατι λυµαίνεται, καὶ θάνατον πολλάκις εἰργάσατο, ἔστι δὲ ὅπου καὶ ἀνάξιον εὑρέθη λοιπὸν τοῦ κατέχεσθαι; πολλοὶ γὰρ πολλάκις αὐτὸ ἐκκόψαντες, διάκενον τὸν τόπον ἐποίησαν. Πανταχοῦ γὰρ ἡ πλεονεξία κακόν. Καὶ ἐπὶ τῶν στοιχείων δὲ, ὅταν τὴν οἰκείαν ἀφέντα συµµετρίαν πλεονάσῃ, τὸ πᾶν λυµαίνεται. Τοῦτό ἐστι τὸ Συναρµολογούµενον, καὶ συµβιβαζόµενον. Ὥστε ἕκαστον ἐπὶ τῆς οἰκείας µένειν χώρας, καὶ µὴ τῆς ἑτέρας καὶ µηδὲν αὐτῷ προσηκούσης ἐπιβαίνειν, ἐννόησον ὅσον ἐστί. Σὺ τὰ µέλη συντιθεῖς, ἐκεῖνος ἄνωθεν ἐπιχορηγεῖ. Καθάπερ γὰρ ἐπὶ τοῦ σώµατός ἐστιν ὄργανα τοιαῦτα δεκτικὰ, οὕτως ἐστὶ καὶ ἐπὶ τοῦ πνεύµατος, τῆς ῥίζης ἄνωθεν οὔσης πάσης· οἷον ἡ καρδία, τοῦ πνεύµατος· τὸ ἧπαρ, τοῦ αἵµατος· ὁ σπλὴν, τῆς χολῆς καὶ ἄλλα ἄλλου· πάντα δὲ ταῦτα ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰτίαν ἔχει· οὕτω καὶ ὁ Θεὸς ἐποίησε, τὸν ἄνθρωπον σφόδρα τιµῶν, καὶ οὐ βουλόµενος αὐτοῦ ἀπέχειν, τὴν µὲν αἰτίαν αὐτὸς ἀναρτησάµενος, συνεργοὺς δὲἑαυτῷ καταστήσας· καὶ τὸν µὲν ἔθηκεν εἰς τοῦτο, τὸν δὲ εἰς ἐκεῖνο. Οἷον ἀπόστολος ἀγγεῖον τοῦ σώµατός ἐστι τὸ καιριώτερον, δεχόµενος παρ' αὐτοῦ τὰ πάντα. Ὥστε ὥσπερ διὰ φλεβῶν καὶ ἀρτηριῶν, τοῦ λόγου λέγω, εἰς πάντας διατρέχειν ποιεῖ τὴν ζωὴν τὴν αἰώνιον. Ὁ προφήτης προλέγει τὰ µέλλοντα, καὶ αὐτὸς τὰ αὐτὰ κατασκευάζει· καὶ ἐκεῖνος µὲν συντίθησι τὰ ὀστᾶ· αὐτὸς δὲ αὐτοῖς ζωὴν χορηγεῖ, Πρὸς καταρτισµὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἡ ἀγάπη ἀνοικοδοµεῖ, καὶ τὸ συγκολλᾶσθαι ἀλλήλοις καὶ συµπήγνυσθαι καὶ ἁρµόζεσθαι, τοῦτο ποιεῖ. Εἰ τοίνυν βουλόµεθα τοῦ πνεύµατος ἀπολαύειν τοῦ ἀπὸ τῆς κεφαλῆς, ἀλλήλων ἐχώµεθα.∆ ύο γάρ εἰσι διαιρέσεις ἀπὸ τοῦ σώµατος τοῦ ἐκκλησιαστικοῦ· µία µὲν, ὅταν ψύξωµεν τὴν ἀγάπην, δευτέρα δὲ, ὅταν ἀνάξια τοῦ τελεῖν εἰς ἐκεῖνο τὸ σῶµα τολµήσωµεν· ἑκατέρως γὰρ χωρίζοµεν ἑαυτοὺς τοῦ πληρώµατος. Εἰ δὲ καὶ ἄλλους εἰς τὸ οἰκοδοµεῖν τετάγµεθα, οἱ µὴ οἰκοδοµοῦντες, ἀλλὰ καὶ πρότερον σχίζοντες, τί οὐκ ἂν πάθοιεν; Οὐδὲν οὕτως Ἐκκλησίαν δυνήσεται διαιρεῖν, ὡς φιλαρχία· οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι. Κἂν µυρία ὦµεν ἐργασάµενοι καλὰ, τῶν τὸ σῶµα αὐτοῦ διατεµόντων οὐκ ἐλάττονα δώσοµεν δίκην, οἱ τὸ πλήρωµα κατατέµνοντες τὸ ἐκκλησιαστικόν. Ἐκεῖνο µὲν γὰρ ἐπὶ κέρδει τῆς οἰκουµένης ἐγένετο, εἰ καὶ µὴ ἀπὸ διανοίας τοιαύτης· τοῦτο δὲ οὐδὲν οὐδαµοῦ τὸ χρήσιµον ἔχει, ἀλλὰ πολλὴ ἡ βλάβη. Ταῦτά µοι οὐχὶ πρὸς τοὺς ἄρχοντας εἴρηται µόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀρχοµένους. Ἀνὴρ δέ τις ἅγιος εἶπέ τι δοκοῦν εἶναι τολµηρὸν, πλὴν ἀλλ' ὅµως ἐφθέγξατο. Τί δὴ τοῦτό ἐστιν; Οὐδὲ µαρτυρίου αἷµα ταύτην δύνασθαι ἐξαλείφειν τὴν ἁµαρτίαν ἔφησεν. Εἰπὲ γάρ µοι, τίνος ἕνεκεν µαρτυρεῖς; οὐ διὰ τὴν δόξαν τοῦ Χριστοῦ; Ὁ τοίνυν τὴν ψυχὴν προέµενος ὑπὲρ τοῦ Χριστοῦ, πῶς τὴν Ἐκκλησίαν πορθεῖς, ὑπὲρ ἧς τὴν ψυχὴν προήκατο ὁ Χριστός; Ἄκουε τοῦ Παύλου λέγοντος, ὅτι Οὐκ εἰµὶ ἄξιος καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἔστιν αὕτη ἐλάττων ἡ βλάβη τῆς παρὰ ἐχθρῶν, ἀλλὰ πολὺ µείζων. Ἐκείνη µὲν γὰρ καὶ λαµπροτέραν αὐτὴν ἐργάζεται, αὕτη δὲ αὐτὴν καὶ παρὰ τοῖς ἐχθροῖς καταισχύνει, ὅταν ὑπὸ τῶν ἰδίων τέκνων πολεµῆται. Μέγα γὰρ δεῖγµα ἀπάτης εἶναι δοκεῖ παρ' αὐτοῖς τὸ τοὺς γεννηθέντας ἐν αὐτῇ καὶ τραφέντας, καὶ τὰ ἀπόῤῥητα αὐτῆς µεµαθηκότας ἀκριβῶς, τούτους µεταβαλλοµένους ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν διατίθεσθαι.
11.5
Ταῦτά µοι εἰρήσθω πρὸς τοὺς ἀδιαφόρως διδόντας ἑαυτοὺς τοῖς σχίζουσι τὴν Ἐκκλησίαν. Εἰ µὲν γὰρ καὶ δόγµατα ἔχουσιν ἐναντία, καὶ διὰ τοῦτο οὐ προσῆκεν ἐκείνοις ἀναµίγνυσθαι· εἰ δὲ τὰ αὐτὰ φρονοῦσι, πολλῷ µᾶλλον. Τί δήποτε; Ὅτι φιλαρχίας ἐστὶν ἡ νόσος. Οὐκ ἴστε τί πεπόνθασιν οἱ περὶ Κορὲ καὶ∆ αθὰν καὶ Ἀβειρών; ἆρα αὐτοὶ µόνοι, οὐχὶ δὲ καὶ οἱ µετ' αὐτῶν; Τί λέγεις; ἡ αὐτὴ πίστις ἐστὶν, ὀρθόδοξοί εἰσι κἀκεῖνοι. Τίνος οὖν ἕνεκεν οὐκ εἰσὶ µεθ' ἡµῶν· Εἷς Κύριος, µία πίστις, ἓν βάπτισµα. Εἰ τὰ ἐκείνων καλῶς γίνεται, τὰ ἡµέτερα κακῶς· εἰ δὲ τὰ ἡµέτερα καλῶς, τὰ ἐκείνων κακῶς. Νήπιοι, φησὶ, κλυδωνιζόµενοι καὶ περιφερόµενοι παντὶ ἀνέµῳ. Ἀρκεῖν τοῦτο ἡγεῖσθε, εἰπέ µοι, τὸ λέγειν, ὅτι ὀρθόδοξοί εἰσι, τὰ τῆς χειροτονίας δὲ οἴχεται καὶ ἀπόλωλε; Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωµένης; Ὥσπερ γὰρ ὑπὲρ τῆς πίστεως, οὕτω καὶ ὑπὲρ ταύτης µάχεσθαι χρή. Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν τὰς χεῖρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι, παρίτωσαν πάντες, εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόµηται τοῦτο, εἰκῆτὸ πλήρωµα τῆς Ἐκκλησίας, εἰκῆ τῶν ἱερέων ὁ ἀριθµός· ἀνέλωµεν αὐτὰ καὶ διαφθείρωµεν. Μὴ γένοιτο, φησίν. Ὑµεῖς αὐτὰ ποιεῖτε, καί φατε, Μὴ γένοιτο; πῶς λέγεις, Μὴ γένοιτο, γενοµένων αὐτῶν; Ἐγὼ λέγω καὶ µαρτύροµαι, οὐ τὸ ἐµαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ὑµετέραν σωτηρίαν· εἰ δέ τις ἀδιαφοροίη, αὐτὸς ἂν εἰδείη· εἰ δέ τινι τούτων οὐ µέλει, ἀλλ' ἡµῖν µέλει· Ἐγὼ ἐφύτευσα, φησὶν, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Πῶς οἴσοµεν τὸν παρὰ τῶν Ἑλλήνων γέλωτα; Εἰ γὰρ ὑπὲρ τῶν αἱρέσεων ἐγκαλοῦσιν ἡµῖν, ὑπὲρ τούτων τί οὐκ ἐροῦσιν; Εἰ τὰ αὐτὰ δόγµατα, εἰ τὰ αὐτὰ µυστήρια, τίνος ἕνεκεν ἕτερος ἄρχων ἑτέρᾳ Ἐκκλησίᾳ ἐπιπηδᾷ; Ὁρᾶτε, φησὶν, ὅτι πάντα κενοδοξίας πεπλήρωται τὰ Χριστιανῶν, καὶ φιλαρχία παρ' αὐτοῖς καὶ ἀπάτη, γύµνωσον αὐτοὺς τοῦ πλήθους, φησὶ, τὴννόσον ἔκκοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι. Βούλεσθε εἴπω ἃ περὶ τῆς πόλεως λέγουσι τῆς ἡµετέρας; πῶς ἡµᾶς εἰς εὐκολίαν διαβάλλουσιν; Ἔξεστι, φησὶ, παντὶ τῷ βουλοµένῳ εὑρεῖν τοὺς πειθοµένους, καὶ οὐκ ἄν ποτε ἀπορήσειε τούτων. Ὢ τοῦ γέλωτος! ταῦτα πόσης αἰσχύνης; Ἀλλὰ καὶ ἕτερος γέλως, ἑτέρα αἰσχύνη· Ἄν τινες ἁλόντες παρ' ἡµῖν ἐπὶ τοῖς αἰσχίστοις, µέλλωσιν ἐπιτιµίου τυγχάνειν τινὸς, πολὺς ὁ τρόµος, πολὺς ὁ φόβος πάντοθεν· Μὴ ἀποπηδήσῃ, φησὶ, µὴ µετ' ἐκείνων στῇ. Ἀποπηδήσῃ µὲν γὰρ µυριάκις ὁ τοιοῦτος, καὶ ἔστω µετ' ἐκείνων, οὐχὶ τῶν ἡµαρτηκότων λέγω· ἀλλ' εἴ τις ἀναµάρτητος ὢν τυγχάνοι, καὶ βούλεται µεταθέσθαι, µεταθέσθω. Ἀλγῶ µὲν γὰρ καὶ κόπτοµαι καὶ ὀδύροµαι καὶ διαπρίοµαι τὰ σπλάγχνα, ὡς οἰκείου µέλους ἀποστερούµενος· πλὴν ἀλλ' οὐχ οὕτως ἀλγῶ ὡς ἀναγκάζεσθαί τι, διὰ τὸν φόβον τοῦτον, τῶν µὴ προσηκόντων ποιεῖν. Οὐ κυριεύοµεν ὑµῶν τῆς πίστεως, ἀγαπητοὶ, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττοµεν· εἰς διδασκαλίαν λόγου προεχειρίσθηµεν, οὐκ εἰς ἀρχὴν οὐδὲ εἰς αὐθεντίαν· συµβούλων τάξιν ἐπέχοµεν παραινούντων. Ὁ συµβουλεύων λέγει τὰ παρ' ἑαυτοῦ, οὐκ ἀναγκάζων τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγοµένων αἱρέσεως κύριον· ἐν τούτοις ἐστὶν ὑπεύθυνος µόνον, ἂν τὰ παραστάντα µὴ εἴποι.∆ ιὰ τοῦτο καὶ ἡµεῖς ταῦτά φαµεν, ταῦτα λέγοµεν, ἵνα ὑµῖν µὴ ἐξῇ κατ' ἐκείνην τὴν ἡµέραν λέγειν Οὐδεὶς ἡµῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαµεν, οὐδὲν ἡγούµεθα τὸ ἁµάρτηµα εἶναι.∆ ιὰ τοῦτο λέγω καὶ διαµαρτύροµαι, ὅτι τοῦ εἰς αἵρεσιν ἐµπεσεῖν τὸ τὴν Ἐκκλησίαν σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν. Εἰπέ µοι, εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων, ἑτέρῳ µὲν βασιλεῖ µὴ πρόσθοιτο, µηδὲ δῷ ἑαυτὸν ἄλλῳ, αὐτοῦ δὲ ἐκείνου τὴν ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν εἰς πολλὰ ῥήγµατα, ἆρα ἧττον ἂν τῶν ἑτέρῳ προσθεµένων ἐκολάσθη; Τί δέ, εἰ µετὰ τούτου αὐτὸν τὸν βασιλέα ἀπὸ τοῦ λαιµοῦ κατασχὼν ἔσφαττε, κατὰ µέλος διαξαίνων αὐτοῦ τὸ σῶµα, ποίαν ἂν δίκην δοὺς, τὴν ἀξίαν ἔδωκεν; Εἰ δὲ εἰς βασιλέα τὸν ὁµόδουλον τοῦτο ἐργασάµενος, πάσης ἂν µείζονα δίκης εἰργάσατο· ὁ τὸν Χριστὸν σφάττων καὶ διαξαίνων κατὰ µέλος, ποίας γεέννης οὐκ ἔσται ἄξιος; ἆρα ταύτης[ τῆς] ἀπειλουµένης; Οὐκ ἔγωγε οἶµαι, ἀλλ' ἑτέρας πολλῷ χαλεπωτέρας. Εἴπατε, ὅσαι πάρεστε( ὡς γὰρ ἐπὶ τὸ πολὺ γυναικῶν τοῦτο τὸ ἐλάττωµα), ταῖς ἀπούσαις διηγήσασθε τοῦτο τὸ ὑπόδειγµα, φοβήσατε. Εἴ τινες ἡµᾶς λυπεῖν καὶ ἀµύνασθαι τούτῳ νοµίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα µάτην ποιοῦσιν. Εἰ γὰρ ἡµᾶς ἀµύνασθαι βούλει, ἐγώ σοι δίδωµι τρόπον, καθ' ὃν χωρὶς τῆς σῆς βλάβης ἀµύνασθαι δυνήσῃ· µᾶλλον δὲ οὐκ ἔστι χωρὶς βλάβης ἀµύνασθαι, πλὴν ἀλλὰ µετὰ ἐλάττονος βλάβης· ῥάπισον, ἔµπτυσον ἐντυχοῦσα δηµοσίᾳ, καὶ πληγὰς ἔντεινον.
11.6
Φρίττεις ταῦτα ἀκούουσα; Ἂν εἴπω, Ἐµὲ ῥάπισον, φρίττεις· καὶ τὸν∆ εσπότην σου σπαράττεις, καὶ οὐ φρίττεις; τὰ µέλη τὰ∆ εσποτικὰ διαξαίνεις, καὶ οὐ τρέµεις; Οἶκός ἐστιν ἡ Ἐκκλησία πατρικός· Ἓν σῶµα, καὶ ἓν πνεῦµα. Ἀλλὰ βούλει µε ἀµύνασθαι; Μέχρις ἐµοῦ στῆθι. Τί ἀντ' ἐµοῦ τὸν Χριστὸν ἀµύνῃ; µᾶλλον δὲ τί κατὰ τῶν ἥλων λακτίζεις; Οὐδαµοῦ µὲν οὖν τὸ ἀµύνασθαι καλόν· τὸ δὲ ἑτέρου ἀδικοῦντος ἕτερον ὑβρίζειν, πολλῷ χαλεπώτερον. Παρ' ἡµῶν ἠδίκησαι; τί τὸν οὐκ ἠδικηκότα λυπεῖς; τοῦτο µανίας ἐσχάτης. Οὐκ εἰρωνευόµενος, ὃ µέλλω λέγειν, φηµὶ, οὐδὲ ἁπλῶς, ἀλλ' ὡς ἔχω καὶ ὡς διάκειµαι· ἕκαστον τῶν σὺν ὑµῖν λυπουµένων πρὸς ἡµᾶς, καὶ διὰ ταύτην τὴν λύπην βλαπτόντων ἑαυτοὺς, καὶ ἀλλαχοῦ πορευοµένων, ἐβουλόµηνπληγὰς ἐντείνειν ἡµῖν εἰς τὴν ὄψιν αὐτὴν, καὶ γυµνοὺς ἀποδύσαντα αἰκίζεσθαι µάστιξιν, εἴτε δικαίως εἴτε ἀδίκως ἐγκαλοίη, καὶ µᾶλλον εἰς ἡµᾶς ἀφιέναι τὴν ὀργὴν, ἢ ταῦτα τολµᾷν, ἃ νῦν τολµῶσιν. Εἰ τοῦτο γέγονεν, οὐδὲν ἂν ἦν, οὐδαµινὸν ἄνθρωπον καὶ οὐδενὸς ἄξιον λόγου τοιαῦτα πάσχειν. Ἄλλως δὲ ἂν καὶ παρεκάλεσα ὁ ἠδικηµένος καὶ ὑβρισµένος ἐγὼ τὸν Θεὸν, καὶ ἀφῆκεν ὑµῖν τὰ ἁµαρτήµατα· οὐκ ἐπειδὴ παῤῥησίαν ἔχω τοσαύτην, ἀλλ' ἐπειδὴ ὁ ἠδικηµένος, ὅταν ὑπὲρ τοῦ ἠδικηκότος παρακαλῇ, πολλὴν κέκτηται τὴν παῤῥησίαν. Ἂν εἰς ἄνθρωπόν τις ἁµάρτῃ, φησὶ, προσεύξονται περὶ αὐτοῦ. Εἰ δὲ µὴ ἠδυνάµην ἐγὼ, ἑτέρους ἂν ἁγίους ἐζήτησα καὶ παρεκάλεσα, καὶ τοῦτο ἂν εἰργάσαντο. Νῦν δὲ τίνα καὶ παρακαλέσοµεν, τοῦ Θεοῦ παρ' ἡµῶν ὑβριζοµένου; Ὅρα ἀνωµαλίαν. Τῶν γὰρ εἰς τὴν Ἐκκλησίαν ταύτην τελούντων οἱ µὲν οὐδέποτε προσίασιν, ἢ τοῦ ἐνιαυτοῦ ἅπαξ, καὶ τότε εἰκῆ καὶ ὡς ἔτυχεν· οἱ δὲ συνεχέστερον µὲν, καὶ αὐτοὶ δὲ εἰκῆ καὶ ἁπλῶς, διαλεγόµενοι καὶ ἐρεσχελοῦντες ὑπὲρ τοῦ µηδενός· οἱ δὲ δῆθεν σπουδάζειν δοκοῦντες, οὗτοί εἰσιν οἱ τὴν συµφορὰν ταύτην ἐργαζόµενοι. Εἰ γοῦν τούτων ἕνεκεν σπουδάζετε, βέλτιον καὶ ὑµᾶς µετὰ τῶν ἀµελούντων τετάχθαι· µᾶλλον δὲ τὸ βέλτιον ἦν, µήτε ἐκείνους εἶναι ἀµελεῖς, µήτε τοιούτους ὑµᾶς· οὐχ ὑµᾶς λέγω τοὺς παρόντας, ἀλλ' ἐκείνους τοὺς ἀποπηδῶντας. Μοιχεία τὸ πρᾶγµά ἐστιν. Εἰ δὲ οὐ δέχῃ περὶ ἐκείνων ταῦτα ἀκούειν, οὐκοῦν οὐδὲ περὶ ἡµῶν· τῶν γὰρ δύο τὸ ἕτερον παρανόµως γεγενῆσθαι δεῖ. Εἰ µὲν οὖν περὶ ἡµῶν ταῦτα ὑποπτεύετε, ἕτοιµοι παραχωρῆσαι τῆς ἀρχῆς ὅτῳπερ ἂν βούλησθε· µόνον Ἐκκλησία ἔστω µία· εἰ δὲ ἡµεῖς ἐννόµως γεγενήµεθα, πείσατε καταθέσθαι τοὺς παρανόµους ἐπὶ τὸν θρόνον ἀναβεβηκότας. Ταῦτα εἶπον, οὐχ ὡς ἐπιτάττων, ἀλλ' ὑµᾶς ἀσφαλιζόµενος καὶ φρουρῶν. Ἐπειδὴ ἕκαστος ἡλικίαν ἔχει, καὶ τῶν αὐτῷ πεπραγµένων δώσει τὰς δίκας, παρακαλῶ µὴ τὸ πᾶν ἐφ' ἡµᾶς ῥίψαντας, νοµίζειν ἀνευθύνους εἶναι ὑµᾶςαὐτοὺς, ἵνα µὴ µάτην ἀπατῶντες ἑαυτοὺς κόπτητε. Λόγον µὲν γὰρ δώσοµεν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ἀλλ' ὅταν τὰ παρ' ἡµῶν ἐλλείπῃ, ὅταν µὴ παρακαλέσωµεν, ὅταν µὴ νουθετήσωµεν, ὅτανµὴ διαµαρτυρώµεθα. Μετὰ δὲ ταῦτα, δότε καὶ ἐµοὶ εἰπεῖν· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵµατος πάντων, καὶ, ὅτι Τὴν ψυχήν µου ῥύσεται ὁ Θεός. Εἴπατε ὃ βούλεσθε, καὶ αἰτίαν δικαίαν δι' ἣν ἄπιτε, καὶ ἀπολογήσοµαι. Ἀλλ' οὐκ ἐρεῖτε.∆ ιὸ, παρακαλῶ, σπουδάσατε καὶ ὑµᾶς αὐτοὺς ἐντεῦθεν ἤδη στῆσαι βεβαίως, καὶ τοὺς µετατεθέντας ἐπαναγαγεῖν, ἵνα ὁµοθυµαδὸνἀναπέµψωµεν εὐχαριστίαν τῷ Θεῷ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν.