Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
12.0
Τοῦτο οὖν λέγω καὶ µαρτύροµαι ἐν Κυρίῳ, µηκέτι ὑµᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν µαταιότητι τοῦ νοὸς αὑτῶν, ἐσκο τισµένοιτῇ διανοίᾳ.
12.1
Τὸν διδάσκαλον, οὐ µόνον συµβουλεύοντα καὶ διδάσκοντα δεῖ καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν µαθητευοµένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷΘεῷ παραδιδόντα. Ἐπειδὴ γὰρ τὰ παρὰ τῶν ἀνθρώπων λεγόµενα, ὡς παρὰ ὁµοδούλων, οὐχ ἱκανὰ καθ άψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι λοιπόν. Τοῦτο οὖν καὶ ὁ Παῦλος ποιεῖ. Περὶ ταπεινοφροσύνης γὰρ καὶ ἑνώσεως διαλεχθεὶς, καὶ τοῦ µὴ δεῖν ἕτερον κατεξανίστασθαι τοῦ ἑτέρου, ἄκουσον τί φησι· Τοῦτο οὖν λέγω καὶ µαρτύροµαι ἐν Κυρίῳ, µηκέτι ὑµᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Οὐκ εἶπε, Μηκέτι ὑµᾶς περιπατεῖν, καθὼς περιπατεῖτε· πληκτικώτερος γὰρ ὁ λόγος· ἀλλὰ τὸ αὐτὸ µὲν ἐδήλωσεν, ἀπὸ δὲ ἑτέρων τὸ παράδειγµα ἤγαγε. Καὶ πρὸς Θεσσαλονικέας δὲ γράφων, τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Μὴ ἐν πάθει ἐπιθυµίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη.∆ ιεστήκατε, φησὶ, τοῖς δόγµασιν αὐτῶν, ἀλλὰ τὸ ὅλον γέγονε τοῦ Θεοῦ· ἐγὼ δὲ ζητῶ τὰ παρ' ὑµῶν, τὸν βίον καὶ τὸν περίπατον τὸν κατὰ τὸν Θεόν· τοῦτο ὑµέτερόν ἐστι. Μάρτυρα δὲ τὸν Κύριον καλῶ τῶν εἰρηµένων ἐµοὶ, ὅτι οὐχ ὑπεστειλάµην, ἀλλ' εἶπον πῶς δεῖ περιπατεῖν. Ἐν µαταιότητι, φησὶ, τοῦ νοὸς αὑτῶν. Τί ἐστι νοῦ µαταιότης; Τὸ περὶ τὰ µάταια ἠσχολῆσθαι. Τίνα δέ ἐστι µάταια, ἀλλ' ἢ τὰ παρόντα ἅπαντα; περὶ ὧν φησιν ὁ Ἐκκλησιαστής· Ματαιότης µαταιοτήτων, τὰ πάντα µαταιότης. Ἀλλ' ἐρεῖ τις· Εἰ µάταια καὶ µαταιότης, τίνος ἕνεκεν γέγονεν; εἰ τοῦ Θεοῦ ἔργα, πῶς µάταια; καὶ πολὺς περὶ τούτων ὁ λόγος. Ἀλλ' ἄκουε, ἀγαπητέ· Οὐ τὰ τοῦ Θεοῦ ἔργα εἶπε µάταια, µὴ γένοιτο· οὐκ οὐρανὸς µάταιος, οὐδὲ γῆ µαταία, µὴ γένοιτο· οὐχ ἥλιος, οὐδὲ σελήνη καὶ ἄστρα, οὐδὲ τὸ σῶµα τὸ ἡµέτερον· πάντα γὰρ ταῦτα καλὰ λίαν· ἀλλὰ τί µάταιον; Ἀκούσωµεν αὐτοῦ λέγοντος τοῦ Ἐκκλησιαστοῦ· Ἐφύτευσά µοι ἀµπελῶνας, ἐποίησά µοι ᾄδοντας καὶ ᾀδούσας, ἐποίησά µοι κολυµβήθρας ὑδάτων, ἐγένετό µοι ποίµνια καὶ βουκόλια, συνήγαγον χρυσίονκαὶ ἀργύριον· καὶ εἶδον ὅτι πάντα µαταιότης· καὶ πάλιν, Ματαιότης µαταιοτήτων, τὰ πάντα µαταιότης. Ἄκουε καὶ τοῦ Προφήτου λέγοντος· Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Κατὰ τοῦτο µαταιότης µαταιοτήτων, αἱ λαµπραὶ οἰκοδοµαὶ, ὁ πολὺς καὶ περιῤῥέων χρυσὸς, τῶν ἀνδραπόδων αἱ ἀγέλαι κατὰ τὴν ἀγορὰν σοβοῦσαι, ὁτῦφος καὶ ἡ κενοδοξία, τὰ φρονήµατα καὶ ὁ κόµπος. Ταῦτα γὰρ πάντα µάταια· οὐ γὰρ παρὰ Θεοῦ γεγένηται, ἀλλὰ παρ' ἡµῶν δεδηµιούργηται. Τί δήποτε δὲ µάταια; Ὅτι οὐδὲν ἔχει τέλος χρηστόν. Τὰ χρήµατα µάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται· οὐ µάταια δὲ γίνεται, ὅταν εἰς πένητας σκορπίζηται. Ὅταν δὲ εἰς τρυφὴν ἀναλώσῃς, ἴδωµεν αὐτῶν τὸ τέλος τί ποτέ ἐστι· λιπασµὸς σώµατος, ἐρυγαὶ, πνεύµατα, κόπρου πλῆθος, καρηβαρία, µαλακία σαρκὸς, καὶ θερµότης καὶ ἔκλυσις. Ὡς γὰρ ἂν εἴ τις τετρηµένον πίθον ἐπαντλῶν µαταιοπονεῖ, οὕτω καὶ ὁ τρυφῶν εἰς πίθον τετρηµένον ἀντλεῖ. Ἄλλως δὲ, µάταιον λέγεται τὸ προσδοκηθὲν µὲν ἔχειν τιµὴν, µὴ ἐσχηκὸς δέ· ὅπερ καὶ κενὸν λέγουσι, καὶ κενὰς ἐλπίδας, καὶ τὸ εἰκῆ. Καὶ ἁπλῶς δὲ µάταιον λέγεται τὸ πρὸς µηδὲν χρήσιµον. Ἴδωµεν οὖν, εἰ µὴ τοιαῦτα τὰ ἀνθρώπινα. Φάγωµεν καὶ πίωµεν· αὔριον γὰρ ἀποθνήσκοµεν. Τί οὖν τὸ τέλος, εἰπέ µοι; Φθορά. Ἐνδυσώµεθα καὶ περιβαλώµεθα, καὶ τί τὸ πέρας; Οὐδέν. Τοιαῦτά τινες τῶν Ἑλλήνων ἐφιλοσόφησαν, ἀλλὰ µάτην· τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ' ἁπλῶς, οὐ πρός τι τέλος χρήσιµον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιµήν. Τί δὲ ἡ παρὰ τῶν πολλῶν τιµή; Οὐδέν. Εἰ γὰρ αὐτοὶ οἱ τὴν τιµὴν παρεχόµενοι ἀπόλλυνται, πολλῷ µᾶλλον ἡ τιµή. Ὁ τιµὴν παρέχων ἑτέρῳ, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν· εἰ δὲ µὴ παρέχοι ἑαυτῷ, πῶς ἂν ἑτέρῳ παρέξοι; Νῦν δὲ καὶ τὰς τιµὰς ζητοῦµεν ἐξ εὐτελῶν καὶ εὐκαταφρονήτων ἀνδρῶν, ἀτίµων ὄντων καὶ ἐπονειδίστων. Ποία οὖν αὕτη τιµή;
12.2
Ὁρᾷς ὅτι µαταιότης µαταιοτήτων τὰ πάντα;∆ ιὰ τοῦτο ἔλεγεν· Ἐν µαταιότητι τοῦ νοὸς αὐτῶν. Ἀλλ' ἡ θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι τὰ προσκυνούµενα; Ἥλιον φαίνειν ἡµῖν ἐποίησεν ἀντὶ λύχνου· τίς τὸν λύχνον τὸν ἑαυτοῦ προσκυνεῖ; Ἥλιος παρέχει τὸ φῶς· ἀλλ' ὅταν ἐκεῖνος µὴ δύνηται, λύχνος δύναται· τί τοίνυν οὐ προσκυνεῖς τὸν λύχνον; Ναὶ, φησὶ, προσκυνῶ τὸ πῦρ. Ὢ τοῦ γέλωτος! τοσαύτη ἡ ὕβρις, καὶ οὐκ αἰσχύνῃ; Ὅρα δὲ καὶ ἑτέραν πάλιν· Τὸ προσκυνούµενον τί σβεννύεις; τί ἀπολλύεις; τί ἀναιρεῖς σου τὸν θεόν; διὰ τί µὴ συγχωρεῖς τὴν οἰκίαν ἐµπεπλῆσθαι αὐτοῦ; Εἰ γὰρ θεός ἐστι τὸ πῦρ, ἐπινεµέσθω σου τὸ σῶµα, µὴ τῷ πυθµένι τῆς χύτρας καὶ τοῦ λέβητος τὸν θεὸν ὑποβάλῃς· εἴσαγε εἰς τὰ ταµεῖα, εἴσαγε εἰς τὰ σηρικὰ ἱµάτια. Σὺ δὲ οὐ µόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸςἐπεισελθόντος, ὀδύρῃ καὶ στένεις, καὶ συµφορὰν τὸ πρᾶγµα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι. Ἔχω ἐγὼ Θεὸν, καὶ πάντα ποιῶ, ὥστε αὐτὸν ἐνστερνίσασθαι, καὶ µακαριότητα ἐµαυτοῦ ἡγοῦµαι, οὐχ ὅταν τὴν οἰκίαν ἐπισκέπτηται τὴν ἐµὴν, ἀλλ' ἂν εἰςτὴν καρδίαν αὐτὸν ἑλκύσω τὴν ἐµήν. Ἕλκυσον καὶ σὺ τὸ πῦρ εἰς τὴν καρδίαν τὴν σήν. Γέλως ταῦτα, καὶ µαταιότης. Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσκύνησιν· εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐµοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐµοῦ· ἐκεῖνο δι' ἐµὲ γέγονεν, οὐκ ἐγὼ δι' αὐτό. Εἰ προσκυνεῖς τὸ πῦρ, τί αὐτὸς µὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, µαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ; Αὐτὸς ἀνάδεξαι τὴν µαγειρικὴν, καὶ ἀρτοκόπος γενοῦ, εἰ βούλει, καὶ χαλκεύς. Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιµιώτερον, ἐπειδὴ ταῦτα ὁ σὸς ἐπισκέπτεται θεός. Τί ὕβριν ἡγῇ τὴν τέχνην, ἔνθα σου πολὺς ὁ θεός; τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς; Καλὸν τὸ πῦρ, ἐπειδὴ καὶ καλοῦ δηµιουργοῦ, ἀλλ' οὐ θεός· ἔργον γὰρ Θεοῦ, οὐ θεὸς ἐκλήθη. Οὐχ ὁρᾷς αὐτοῦ τὸ ἄτακτον; πῶς ὅταν ἐπιλάβηται οἰκίας, οὐδαµοῦ ἵσταται; ἀλλ' ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν µὴ τεκτόνων χεῖρες ἢ καὶ ἄλλων τινῶν σβέσωσιν αὐτοῦ τὴν µανίαν, οὐ φίλους οἶδεν, οὐ πολεµίους, ἀλλ' ὁµοίως πᾶσι κέχρηται. Τοῦτο οὖν θεὸς, καὶ οὐκ αἰσχύνεσθε; Ὄντως καλῶς εἶπεν· Ἐν µαταιότητι τοῦ νοὸς αὑτῶν. Ἀλλ' ὁ ἥλιος, φησὶ, θεός. Τοῦτο γὰρ, εἰπέ µοι, πόθεν, καὶ διὰ τί; ὅτι φῶς ἀφίησι πολύ; Ἀλλ' οὐχ ὁρᾷς αὐτὸν νικώµενον ὑπὸ τῶν νεφῶν, καὶ ἀνάγκῃ δουλεύοντα φύσεως, καὶ ἐκλείποντα καὶ ὑπὸ σελήνης καὶ νέφους κρυπτόµενον; Καίτοι γε νέφος ἀσθενέστερον ἡλίου, ἀλλ' ὅµως πολλαχοῦ κρατεῖ, καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Ὁ Θεὸς παναρκὴς εἶναι ὀφείλει, οὗτος δὲ πολλῶν ἐστιν ἐνδεής· τοῦτο δὲ οὐκ ἔστι Θεοῦ.∆ εῖται γὰρ ἀέρος πρὸς τὸ φᾶναι, καὶ ἀέρος λεπτοῦ· ὡς ὅ γε σφόδρα πυκνωθεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι· δεῖται καὶ ὕδατος, καὶ ἑτέρου τοῦ ἐπέχοντος, ὥστε µὴ καταφλέξαι. Εἰ γὰρ µὴ πηγαὶ καὶ λίµναι καὶ ποταµοὶ καὶ θάλασσαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτµῶν συνέστησαν ἀναδόσεως, οὐδὲν ἂν ἐκώλυσεν ἐκπυρωθῆναι τὰ πάντα. Ὁρᾷς οὖν, φησὶν, ὅτι θεός; Ὢ τῆς µανίας! ὢ τοῦ γέλωτος! ἐπειδὴ, φησὶ, βλάψαι δύναται, θεός, Καὶ µὴν διὰ τοῦτο οὐ θεὸς, ὅτι ἐν οἷς µὲν βλάπτει, οὐδενὸς δεῖται, ἐν οἷς δὲ ὠφελεῖ, πολλῶν ἑτέρων χρῄζει· Θεοῦ δὲ τὸ µὲν βλάπτειν, πόῤῥω, τὸ δὲ ὠφελεῖν, οἰκεῖον. Ὅταν οὖν τὸ ἐναντίον ᾖ, πῶς θεός; Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρµακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν;∆ ιὰ σὲ τοίνυν ἐστὶ τοιοῦτος, καὶ καλὸς καὶ ἀσθενής· καλὸς µὲν, ἵνα ἐπιγινώσκῃς τὸν∆ εσπότην· ἀσθενὴς δὲ, ἵνα µὴ∆ εσπότην αὐτὸν εἶναι λέγῃς. Ἀλλὰ τρέφει, φησὶ, τὰ φυτὰ καὶ τὰ σπέρµατα. Τί οὖν µὴ παρὰ τοῦτο καὶ ἡ κόπρος θεός; καὶ γὰρ καὶ ἐκείνη τρέφει. Τί µὴ παρὰ τοῦτο καὶ τὸ δρέπανον, καὶ αἱ τοῦ γεωργοῦ χεῖρες;∆ εῖξόν µοι µόνον τρέφοντα τὸν ἥλιον, καὶ µηδενὸς δεόµενον, µήτε γῆς, µήτε ὕδατος, µήτε γεωργίας· ἀλλὰ βαλλέσθω τὰ σπέρµατα, καὶ τὴν ἀκτῖνα ἀφεὶς δεικνύτω τοὺς ἀστάχυας. Εἰ δὲ οὐκ αὐτοῦ µόνου, ἀλλὰ καὶ τῶν ὑετῶν ἐστι, διὰ τί µὴ καὶ τὸ ὕδωρ θεός; Ἀλλὰ µήπω περὶ τούτου.∆ ιὰ τί µὴ καὶ ἡ γῆ θεός; διὰ τί µὴ καὶ ἡ κόπρος, καὶ ἡ δίκελλα; Πάντα οὖν, εἰπέ µοι, προσκυνήσοµεν; Ὢ τῆς ληρωδίας! Καίτοι µᾶλλον ἄνευ ἡλίου γένοιτο ἄσταχυς, ἢ ἄνευ γῆς καὶ ὕδατος, καὶ φυτὰ καὶ τὰ ἄλλα ἅπαντα. Γῆς µὲν οὖν οὐκ οὔσης, οὐκ ἄν ποτε τούτων τι φανείη· εἰ δέ τις ἐν κεραµίῳ, οἷα τὰ παιδία ποιοῦσι καὶ αἱ γυναῖκες, γῆν ἐναποθέµενος, ὑπὸ τὸν ὄροφον κατάθοιτο, κέραµον ἐµπλήσας κόπρου πολλῆς, ἀσθενῆ µὲν, ἀναδίδοται δὲ ὅµως τὰ φυτά. Ὥστε πλείων ἡ παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια, καὶ ταῦτα µᾶλλον ἐκείνου χρὴ προσκυνεῖν. Οὐρανοῦ δεῖται, ἀέρος δεῖται, ὑδάτων δεῖται τούτων, ὥστε µὴ βλάπτειν καθάπερ χαλινῶν κατεχόντων αὐτοῦ τὴν τῆς δυνάµεως ἀγριότητα, καὶ οὐκἐώντων ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον. Εἰπὲ δή µοι, ποῦ ἡµῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ ὁ θεὸς ἀποδεδήµηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περικλείεσθαι καὶ περατοῦσθαι· σωµάτων γὰρ ὄντως τοῦτο µόνον. Ἀλλὰ καὶ δύναµίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται. Αὕτη οὖν ἡ δύναµις, εἰπέ µοι, θεός; τί οὖν αὕτη δεῖται, καὶ µὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ ὁ αὐτός µοι λόγος. Τί δὲ ἡ δύναµις ἐκείνη; φωτιστική τί[ ς] ἐστιν, ἢ διὰ τούτου φωτίζει, αὐτὴ µετέχουσα τούτων µηδενός; Οὐκοῦν µείζων αὐτῆς ὁ ἥλιος. Μέχρι τίνος ἀνελίττοµεν λαβύρινθον;
12.3
Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος πάλιν φιλονείκου. Οὐχὶ θεὸς, φησὶν, ᾧ πρὸς τοσαῦτα κεχρήµεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁµοίως. Ὄντως, Ἐν µαταιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισµένοι τὴν διάνοιαν. Ἀλλὰ περὶ βίου ταῦτά φησι νῦν· Πορνεύουσι καὶ µοιχεύουσιν Ἕλληνες. Εἰκότως· οἱ γὰρ τοιούτους ὑπογράφοντες ἑαυτοῖς θεοὺς, πάντα ἀκολούθως ἐργάζονται· κἂν τοὺς τῶν ἀνθρώπων δυνηθῶσι λαθεῖν ὀφθαλµοὺς, οὐδεὶς ὁ καθέξων αὐτούς. Τί γὰρ δυνήσεται ὁ περὶ ἀναστάσεως λόγος, µῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα µῦθοι· καὶ θέα τὴν σατανικὴν ἔννοιαν. Ὅταν µὲν λέγωσιν αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι µύθους, ἀλλὰ πείθονται· ὅταν δὲ περὶ κολάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα µυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις. Ἀλλ' οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεµνὸν πάντως, καὶ τούτων κρεῖττον. Πῶς; οἱ τὴν εἱµαρµένην ἐπεισάγοντες, καὶ ἀπρονόητα εἶναι λέγοντες τὰ πάντα, καὶ µηδενὶ µέλειν µηδενὸς, ἀλλ' ἐξ ἀτόµων συνεστάναι; ἀλλ' ἕτεροι οἱ σῶµα τὸν Θεὸν εἰπόντες; Ἀλλὰ τίνες, εἰπέ µοι; οἱ τὰς ἀνθρωπίνας ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους πείθοντες, ὅτι καὶ κύων ἐγένετό ποτέ τις, καὶ λέων καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισµένοι τῇ διανοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέγουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογµάτων καὶ τὰ περὶ βίου. Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν µέσῳ κειµένων, ὅς ἐστιν ἐσκοτισµένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόµισεν αὐτόµατον· ὑπὸ φραγµοῦ πάλιν κατασχεθεὶς, ἐνόµισεν ἄνθρωπόν τινα ἢ δαίµονα κατέχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φόβον, οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν. Ἀλλὰ καθάπερ τὰ παιδία τῷ µὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολµηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόµενα, σάκκον δὲἄνδρα ἐνδεδυµένον φοβοῦνται· οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία( ὡς καί τις τῶν παρ' αὐτοῖς εἶπεν· Ἕλληνες ἀεὶ παῖδες), τὰ µὲν οὐκ ὄντα ἁµαρτήµατα δεδοίκασιν, οἷον ῥύπον σώµατος, κῆδος, λέχος, καὶ ἡµερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα· ἃ δέ ἐστιν ὄντως ἁµαρτήµατα, παιδεραστία, µοιχεία, πορνεία, τούτων οὐδὲ λόγον ἔχουσιν. Ἀλλ' ἴδοις ἂν αὐτὸν ἀπὸ µὲν νεκροῦ λουόµενον, ἀπὸ δὲ νεκρῶν ἔργων, οὐκέτι· καὶ χρηµάτων µὲν ἕνεκεν πολλὴν ποιούµενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι τὸ πᾶν διαλελύσθαι νοµίζοντα· οὕτως ἐσκοτισµένοι εἰσὶ τῇ διανοίᾳ. Πολλῶν δειµάτων αὐτοῖς ἡ ψυχὴ µεστή, οἷον, Ὁ δεῖνά µοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς οἰκίας· πάντως µυρία δεῖ κακὰ συµπεσεῖν. Νῦν ὁ οἰκέτης ὁ µιαρὸς τὰ ὑποδήµατα ἐπιδιδοὺς, πρῶτον ὤρεξε τὸ ἀριστερόν· συµφοραὶ δειναὶ, καὶ ὕβρεις. Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔβην ποδί· καὶ τοῦτο συµφορῶν σηµεῖον. Καὶ ταῦτα µὲν περὶ τὴν οἰκίαν τὰ κακά· ἔξω δὲ ἐξελθόντι ὁ ὀφθαλµός µοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ· δακρύων τοῦτο τεκµήριον. Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστόποδι προσαρασσόµενοι κροτῶσιν οἱ κάλαµοι, ἢ ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σηµεῖον καὶ τοῦτο ποιοῦνται. Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαµοι ὑπὸ τῆς ἐντόνου πληγῆςκροτῶσι προσαρασσόµενοι τῷ ἱστόποδι, σηµεῖον καὶ τοῦτο ποιοῦνται· καὶ µυρία ἕτερα γέλωτος ἄξια. Κἂν ὄνος ἀνακράξῃ, κἂν ἀλεκτρυὼν, κἂν πτάρῃ τις, κἂν ὁτιοῦν συµβῇ, καθάπερ µυρίοις δεδεµένοι δεσµοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳκατεχόµενοι, πάντα ὑποπτεύουσι, καὶ µυρίων εἰσὶν ἀνδραπόδων δουλικώτεροι. Ἀλλὰ µὴ καὶ ἡµεῖς· ἀλλὰ πάντων τούτων καταγελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν οὐρανῷ πολιτευόµενοι, καὶ πρὸς τὴν γῆν οὐδὲν ἔχοντες κοινὸν, ἓν µόνον ἡγώµεθαεἶναι φοβερὸν τὴν ἁµαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ. Τούτου δὲ οὐκ ὄντος, πάντων καταγελάσωµεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος διαβόλου. Ὑπὲρ δὴ τούτων εὐχαριστῶµεν τῷ Θεῷ· σπουδάσωµεν, µηδέποτε µήτε αὐτοὶ ταύτῃ ἁλῶναι τῇ δουλείᾳ, καὶ εἴ τις ἡµῖν τῶν φίλων ἑάλωκε, διαῤῥήξωµεν αὐτοῦ τὰ δεσµὰ, ἀποδύσωµεν αὐτὸντῆς χαλεπωτάτης καὶ καταγελάστου ταύτης εἱρκτῆς, εὔλυτον αὐτὸν ἐργασώµεθα πρὸς τὸν δρόµον τὸν εἰς τὸν οὐρανὸν, τὰ πτερὰ βαρούµενα ἀνορθώσωµεν, καὶβίου καὶ δόγµατος ἕνεκεν διδάσκωµεν φιλοσοφεῖν. Εὐ χαριστῶµεν τῷ Θεῷ πάντων ἕνεκεν· παρακαλῶµεν αὐτὸν, µὴ ἀναξίους ἡµᾶς ἀποφανῆναι τῆς παρασχεθείσης δωρεᾶς· καὶ αὐτοὶ µετὰ τούτων σπουδάζωµεν τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, ἵνα µὴ µόνον λέγοντες, ἀλλὰ καὶ ποιοῦντες διδάσκωµεν. Οὕτω γὰρ δυνησό µεθα τῶν µυρίων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
12.3
Ὥστε ὅσῳ ἂν εὐδόκιµος γένηται ἐν τῷ βίῳ τῷ παρόντι, τοσούτῳ αὐτῷ δεῖ τῆς παιδεύσεως ταύτης. Ἄν τε γὰρ ἐν βασιλείοις τρέφηται, πολλοὶ καὶ Ἕλληνες ἐκεῖ καὶ φιλόσοφοι καὶ οἱ πεφυσηµένοι ἐπὶ τῇ παρούσῃ δόξῃ, καθάπερ τόπος τιςὑδερικῶν ἐµπεπλησµένος. Τοιοῦτόν τί ἐστι τὰ βασίλεια· πάντες εἰσὶ πεφυσηµένοι καὶ φλεγµαίνοντες· οἱ δὲ οὐκ ὄντες σπουδάζουσι τοῦτο γενέσθαι. Ἐννόησον οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, µετὰ τῶν ὀργάνων εἰσιέναι τῶν δυναµένων καταστέλλειν τὴνἑκάστου φλεγµονὴν, καὶ προσιέναι ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάµνον σῶµα ποιεῖν, φάρµακα ἐπιτιθέντα τὰ ἀπὸ τῶν Γραφῶν, καὶ τοὺς περὶφιλοσοφίας ἐκχέοντα λόγους. Ὁ γὰρ µονάζων τίνι διαλέξεται; τῷ τοίχῳ καὶ τῷ ὀρόφῳ; ἀλλὰ τῇ ἐρηµίᾳ καὶ ταῖς νάπαις; ἢ τοῖς ὄρνισι καὶ τοῖς δένδροις; Οὐκ ἔχει τοίνυν πολλὴν ἀνάγκην ἐκεῖνος τῆς τοιαύτης διδασκαλίας· ἀλλ' ὅµως ἔργον τίθεται τοῦτο κατορθῶσαι, οὐχ ὥστε ἑτέρους τοσοῦτον παιδεῦσαι, ἀλλ' ὥστε ἑαυτόν. Πολλὴ οὖν χρεία µάλιστα τοῖς ἐν τῷ βίῳ τούτῳ στρεφοµένοις τῆς τοιαύτης διδασκαλίας· καὶ γὰρ τοῦ ἁµαρτάνειν πλείονα οὗτος ἀνάγκην ἔχει, ἢ ἐκεῖνος. Εἰ δὲ βούλει γνῶναι, καὶ ἐν τῷ κόσµῳ αὐτῷ ἐπιτηδειότερος ἔσται. Πάντες γὰρ αὐτὸν αἰδεσθήσονται ἀπὸ τῶν ῥηµάτων ἐκείνων, ὅταν ὁρῶσιν αὐτὸν ἐν πυρὶ µὴ καιόµενον, µηδὲ ἀρχῆς ἐπιθυµοῦντα· τότε καὶ τεύξεται ταύτης, ὅταν µὴ ἐπιθυµῇ, καὶ βασιλεῖ αἰδεσιµώτερος ἔσται. Οὐ γὰρ ἔνι τὸν τοιοῦτον λαθεῖν. Ἐν µὲν γὰρ πολλοῖς ὑγιαίνουσι λήσεται ὁ ὑγιαίνων· ἐν δὲ πολλοῖς κάµνουσιν ὅταν εἷς ὑγιαίνων ᾖ, ταχέως καὶ εἰς τὰς βασιλικὰς ἀκοὰς ἡ φήµη διαδραµεῖται, καὶ πολλοῖς αὐτὸν ἐπιστήσει ἔθνεσι. Ταῦτα οὖν εἰδότες, ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου τὰ τέκνα. Ἀλλὰ πένης τίς ἐστι; Πάλιν πένης· ἀλλὰ τοῦ ἐν βασιλείοις στρεφοµένου οὐδὲν ἔσται εὐτελέστερος, ἐπειδὴ µὴ ἐν βασιλείοις ἐστὶν, ἀλλὰ θαυµασθήσεται, καὶ ταχέως εἰς ἀρ χὴν ἥξειτὴν ἑκούσιον, οὐ τὴν χειροτονητήν. Εἰ γὰρ Ἕλληνες ἄνδρες τριωβολιµαῖοί τινες καὶ κύνες, φιλοσοφίαν τοιαύτην ἀναδεξάµενοι τριωβολιµαῖον( τοιαύτη γὰρ ἡ Ἑλληνικὴ), µᾶλλον δὲ οὐδὲαὐτὴν, ἀλλ' ὄνοµα αὐτῆς, καὶ τρίβωνα περιθέµενοι, καὶ κόµην θρέψαντες, πολλοὺς δυσωποῦσι· πόσῳ µᾶλλον ὁ ὄντως φιλόσοφος; Εἰ σχῆµα ψευδὲς, εἰ σκιὰ φιλοσοφίας φαινοµένη οὕτως αἱρεῖ, τί ἐὰν τὴν ἀληθῆ φιλοσοφίαν ἀγαπήσωµεν καὶ τὴν εἰλικρινῆ; οὐχὶ πάντες θεραπεύσουσι; καὶ οἰκίας καὶ γυναῖκας καὶ παῖδας τοῖς τοιούτοις µετὰ πολλῆς τῆς ἀδείας ἐγχειρίσουσιν; Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστι τοιοῦτος φιλόσοφος νῦν.∆ ιὰ τοῦτο οὐδὲ τὸ ὑπόδειγµα ἔστιν εὑρεῖν. Εἰσὶ µὲν γὰρ ἐν µονάζουσιν, ἐν δὲ κοσµικοῖς οὐκέτι. Καὶ ὅτι ἐν µονάζουσίν εἰσι, δυνατὸν πολλοὺς παραγαγεῖν· ὅµως ἕνα ἀπὸ πλειόνων ἐρῶ. Ἴστε δήπου, καὶ ἀκηκόατε, οἱ δὲ καὶ ἐθεωρήσατε τὸν ἄνδρα, ὃν µέλλω νῦν ἐρεῖν· Ἰουλιανὸν λέγω τὸν θαυµάσιον. Οὗτος ἦν ἀνὴρ ἄγροικος, ταπεινὸς καὶ ἐκ ταπεινῶν· οὐδὲ ὅλως τῆς ἔξωθεν παιδείας ἔµπειρος, ἀλλὰ τῆς ἀπλάστου φιλοσοφίας πεπληρωµένος. Τούτου εἰς τὰς πόλεις ἐµβάλλοντος( σπανιάκις δὲ τοῦτο ἐγίνετο), οὔτε ῥητόρων, οὔτε σοφιστῶν, οὔτε ἄλλου τινὸς εἰσελαύνοντος, τοιαύτη τιςἐγίνετο συστροφή. Τί δὲ λέγω; οὐχὶ πάντων βασιλέων καὶ τὸ ὄνοµα αὐτοῦ λαµπρότερον ᾄδεται ἔτι καὶ νῦν; Εἰ δὲ ἐν τῷ κόσµῳ τούτῳ ταῦτα, ἐν τῷ κόσµῳ, ἐν ᾧ µηδὲν ἡµῖν ἐπηγγείλατο ἀγαθὸν ὁ∆ εσπότης, ἐν ᾧ ξένους ἡµᾶς εἶπεν εἶναι, ἐννοήσωµεν ἐν τοῖςοὐρανοῖς πόσα ἔσται τὰ ἀποκείµενα ἀγαθά· εἰ ἔνθα πάροικοι ἦσαν, τοσαύτης ἀπέλαυον τιµῆς, ἔνθα αἱ πόλεις εἰσὶ, πόσης ἀπολαύσουσι δόξης; εἰ ἔνθα θλῖψιν ἐπηγγείλατο, τοσαύτη θεραπεία, ἔνθα ὄντως τιµὰς ἐπαγγέλλεται, πόση ἔσται ἡ ἄνεσις; Ἀλλὰ βούλεσθε καὶ κοσµικοὺς ἐπιδείξωµεν; Νῦν µὲν γὰρ οὐκ ἔχοµεν· πλήν εἰσι µὲν ἴσως καὶ κοσµικοὶ ἐπιεικεῖς, ἀλλ' εἰς τὴν ἄκραν οὐχ ἥκοντες φιλοσοφίαν.∆ ιὸ ἀπὸ τῶν παλαιῶν καὶ ἁγίων ἐρῶ ὑµῖν τὰ ὑποδείγµατα. Πόσοι γυναῖκας ἔχοντες, καὶ παῖδας τρέφοντες, τῶν εἰρηµένων οὐδὲν ἔλαττον, οὐδὲν ἔλαττον ἔσχον; Ἀλλὰ νῦν οὐκέτι ἐστὶ διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, καθώς φησιν ὁ µακάριος οὗτος. Τίνα οὖν βούλεσθε εἴπω; τὸν Νῶε, ἢ τὸν Ἀβραάµ; τὸν τούτου παῖδα, ἢ τὸν ἐκείνου; ἀλλὰ τὸν Ἰωσήφ; Ἀλλὰ βούλεσθε ἐπὶ τοὺς προφήτας ἔλθωµεν; τὸν Μωϋσέα λέγω, τὸν Ἡσαΐαν.