Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 13 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
13.0
Τοῦτο οὖν λέγω καὶ µαρτύροµαι ἐν Κυρίῳ, µη κέτι ὑµᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν µαταιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισµένοιτῇ διανοίᾳ, ὄντες ἀπηλλοτριω µένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρ δίας αὐτῶν, οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρ σίας πάσης ἐν πλεονεξίᾳ.
13.1
Οὐ πρὸς Ἐφεσίους ταῦτα εἴρηται µόνον, ἀλλὰ καὶ πρὸς ὑµᾶς νῦν λέγεται, καὶ οὐ παρ' ἡµῶν, ἀλλὰ καὶ παρὰ Παύλου, µᾶλλον δὲ οὔτε παρ' ἡµῶν, οὔτεπαρὰ Παύλου, ἀλλὰ παρὰ τῆς τοῦ Πνεύµατος χάριτος. Ὡς οὖν αὐτῆς ταῦτα φθεγγοµένης, οὕτω διακεῖσθαι χρή. Ἄκουε δὲ καὶ τί φθέγγεται· Τοῦτο οὖν λέγω καὶ µαρτύροµαι ἐν Κυρίῳ, µηκέτι ὑµᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν µαταιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισµένοιτῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωµένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τί ἐγκαλεῖς; τὸν γὰρ ἀγνοοῦντα οὐ κακῶς πάσχειν, οὐδὲ ἐγκαλεῖσθαι, ἀλλὰ µανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. Ἀλλ' ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώµης. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, καὶ τῇ ἐργασίᾳ τῆς ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑµεῖς δὲ οὐχ οὕτως ἐµάθετε τὸν Χριστόν.∆ είκνυσιν ἐνταῦθα ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος ἐξ οἰκείας γέγονε ῥᾳθυµίας καὶ ἀναλγησίας. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιµον νοῦν, τούτου µέµνησο τοῦ ῥήµατος, ὅτι ἑαυτοὺς παρέδωκαν. Εἰ οὖν ἑαυτοὺς παρέδωκαν, πῶς ὁ Θεὸς παρέδωκεν; εἰ δὲ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ἑαυτοὺς παρέδωκαν; Ὁρᾷς τὴν δοκοῦσαν ἐναντίωσιν; Τὸ οὖν, Παρέδωκε, τοῦτό ἐστι, συγκεχώρηκεν. Ὁρᾷς ὅτι οὗ µὴ καθαρὸς βίος, καὶ δογµάτων τοιούτων ἐστὶν ὑπόθεσις; Πᾶς, φησὶν, ὁ φαῦλα πράσσων, µισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Πῶς γὰρ ἂν δύναιτο µιαρὸς ἀνὴρ, καὶ µᾶλλον τῶν ἐγκαλινδουµένων βορβόρῳ χοίρων τοῖς ἁπασῶν τῶν γυναικῶν σώµασιν ἐµφυρόµενος, καὶ χρηµάτωνἐρῶν, καὶ οὐδὲ ὅλως σωφροσύνης ἐφιέµενος, τοῦτον ἀναδέξασθαι τὸν βίον; Ἐργασίαν, φησὶν, ἔθεντο τὸ πρᾶγµα. Ἀπὸ τούτου ἡ πώρωσις, ἀπὸ τούτου ἡ σκοτοµήνη τῆς διανοίας. Ἔστι καὶ φωτὸς λάµψαντος ἐσκοτίσθαι, ὅταν οἱ ὀφθαλµοὶ ἀσθενεῖς ὦσιν· ἀσθε νεῖς δὲ γίνονται, ἢ χυµῶν ἐπιῤῥοῇ πονηρῶν, ἢ ῥεύµατος πληµµύρᾳ. Οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἡ πολλὴ ῥύµη τῶν βιωτικῶν πραγµάτων τὸ διορατικὸν ἡµῶν ἐπικλύσῃ τῆς διανοίας, ἐν σκοτώσει γίνεται· καὶ καθάπερ ἐν ὕδατι κατὰ βάθους κείµενοι, τὸν ἥλιον οὐκ ἂν δυνηθείηµεν ὁρᾷν, ὥσπερ τινὸς διαφράγµατος τοῦ πολλοῦ ἄνωθεν ἐπικειµένου ὕδατος· οὕτω δὴ καὶ ἐν τοῖς ὀφθαλµοῖς τῆς διανοίας γίνεται πώρωσις τῆς καρδίας, ὅταν µηδεὶς τὴν ψυχὴν κατασείῃ φόβος. Οὐκ ἔστι φόβος Θεοῦ, φησὶν, ἀπέναντι τῶν ὀφθαλµῶν αὐτοῦ. Καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Πώρωσις δὲ οὐδαµόθεν γίνεται, ἀλλ' ἢ ἀπὸ ἀναισθησίας· τοῦτο διαφράττει τοὺς πόρους. Ὅταν γὰρ ῥεῦµα πεπηγὸς εἰς ἕνα συνάγηται τόπον, νεκρὸν γίνεται τὸ µέλος καὶ ἀναίσθητον· κἂν καύσῃς, κἂν τέµῃς, κἂν ὁτιοῦν ποιῇς, οὐκ αἰσθάνεται. Οὕτω καὶ ἐκεῖνοι ἅπαξ ἑαυτοὺς δόντες τῇ ἀσελγείᾳ, κἂν πυρὸς δίκην, κἂν σιδήρου ἐπαγάγῃς αὑτοῖς τὸν λόγον, οὐδὲν καθάπτεται, οὐδὲν καθικνεῖται αὐτῶν· νενέκρωται γὰρ αὐτῶν ἅπαξ τὸ µέλος· κἂν µὴ τὴν ἀναισθησίαν ἀνέλῃς, ὥστε ὑγιαινόντων ἅψασθαι µελῶν, πάντα εἰκῆ ποιεῖς. Ἐν πλεονεξίᾳ, φησίν. Ἐνταῦθα µάλιστα αὐτῶν τὴν ἀπολογίαν ἀφείλετο. Ἐξῆν γὰρ αὐτοῖς, εἴ γε ἐβούλοντο, µήτε πλεονεκτεῖν, µήτε ἀσελγαίνειν, µήτε γαστρίζεσθαι, καὶ τῶν ἐπιθυµιῶν ἀπολαύειν· ἐξῆν καὶ χρηµάτων, ἐξῆν καὶ ἡδονῆς καὶ τρυφῆς µετέχειν µετὰ συµµετρίας· ἀλλ' ἐπειδὴ ἀµέτρως ἐχρήσαντο τῷ πράγµατι, πάντα διέφθειραν. Εἰς ἐργασίαν ἀκαθαρσίας, φησίν. Ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖ συγγνώµης, ἐργασίαν ἀκαθαρσίας εἰπών; Οὐ παραπεσόντες, φησὶν, ἥµαρτον, ἀλλ' εἰργάζοντο αὐτὰ τὰ δεινὰ, καὶ µελέτῃ τῷ πράγµατι ἐκέχρηντο. Ἐν πάσῃ ἀκαθαρσίᾳ. Ἀκαθαρσία πᾶσα µοιχεία, πορνεία, παιδεραστία, φθόνος, πᾶσα ἀκολασία καὶ ἀσέλγεια. Ὑµεῖς δὲ οὐχ οὕτως ἐµάθετε τὸν Χριστὸν, φησὶν, εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. Τὸ, Εἴ γε αὐτὸν ἠκούσατε, οὐκ ἀµφιβάλλοντός ἐστιν, ἀλλὰ καὶ σφόδρα διαβεβαιουµένου, καθάπερ καὶ ἀλλαχοῦ φησιν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑµᾶς θλῖψιν. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις ἐµάθετε τὸν Χριστόν. Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑµᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸνἄνθρω πον. Ἄρα καὶ τοῦτο µαθεῖν ἐστι τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν. Ὁ γὰρ πονηρῶς βιῶν, ἀγνοεῖ τὸν Θεὸν, καὶ ἀγνοεῖται παρ' αὐτοῦ. Ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Θεὸν ὁµολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑµᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις συνέθου. Οὐ µαταιότης τὰ παρ' ἡµῖν, ἀλλ' ἀλήθεια· ὥσπερ τὰ δόγµατα ἀληθῆ, οὕτω καὶ ὁ βίος. Ματαιότης γὰρ ἡ ἁµαρτία ἐστὶ καὶ ψεῦδος· ὁ δὲ βίος ὁ ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ καὶ τέλος µέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ. Τὸν φθειρόµενον, φησὶν, κατὰ τὰς ἐπιθυµίας τῆς ἀπάτης αὑτοῦ. Ὥσπερ αἱ ἐπιθυµίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός.
13.2
Πῶς ἄρα αἱ ἐπιθυµίαι αὐτοῦ φθείρονται; Τῷ θανάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐν ἐκείνῃ τῇ ἡµέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισµοὶ αὐτοῦ. Καὶ οὐ τῷ θανάτῳ µόνον, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον τὸ κάλλος, καὶ νόσου καὶ γήρως ἐπελθόντος, ὑπεξέστη καὶ ἀπέθανε καὶ ἐφθάρη· ἡ ῥώµη τοῦ σώµατος τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονήν. Καὶ δῆλον ἡµῖν τοῦτο ἀπὸ τοῦ Βερζελλῆ. Ἴστε πάντως τὴν ἱστορίαν. Ἢ ἑτέρως πάλιν τοῦτον αὐτὸν φθείρει καὶ ἀπόλλυσιν ἡ ἐπιθυµία. Καθάπερ γὰρ τὸ ἔριον, ἀφ' ὧν τίκτεται, ὑπὸ τούτων καὶ ἀπόλλυται· οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος. Καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν, καὶ ἐπιθυµία ἐξηπάτησεν. Οὐ γάρ ἐστιν ὄντως ἡδονὴ, ἀλλὰ πικρία καὶ ἀπάτη τὸ πρᾶγµα, ὑπόκρισις καὶ σκηνή· καὶ τὸ µὲν πρόσωπον λαµπρὸν τῶν πραγµάτων, αὐτὰ δὲ τὰ πράγµατα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέµοντα καὶ ἀηδίας καὶ πολλῆςτῆς πενίας· κἂν ἀφέλῃς τὸ προσωπεῖον, καὶ γυµνώσῃς τὴν ὄψιν, ὄψει τὴν ἀπάτην. Ἀπάτη γὰρ τοῦτό ἐστιν, ὅταν ὅπερ τί ἐστι, µὴ φαίνηται, ἀλλ' ὅπερ µή ἐστι, δείκνυται. Οὕτω καὶ οἱ παραλογισµοὶ γίνονται. Τέσσαρας δὲ ἡµῖν ἀνθρώπους ἐνταῦθα ὑπογράφει· καὶ, εἰ βούλεσθε, τούτων ἤδη τὴν ἀπόδειξιν παρέχω· Ἐνταῦθα µὲν δύο, οὕτω λέγων· Ἀποθέµενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνανεοῦσθε τῷ πνεύµατι τοῦ νοὸς ὑµῶν, καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ἐν δὲ τῇ πρὸς Ῥωµαίους ἄλλους δύο, ὡς ὅταν λέγῃ· Βλέπω δὲ ἕτερον νόµον ἐν τοῖς µέλεσί µου, ἀντιστρατευόµενον τῷ νόµῳ τοῦ νοός µου, αἰχµαλωτίζοντά µε τῷ νόµῳ τῆς ἁµαρτίας τῷ ὄντι ἐν τοῖς µέλεσί µου. Καὶ οὗτοι πρὸς ἐκείνους ἔχουσι τὴν συγγένειαν, πρὸς µὲν τὸν ἔσω ὁ καινὸς, πρὸς δὲ τὸν ἔξω ὁ παλαιός· ἀλλ' ὅµως οἱ τρεῖς διεφθάρησαν. Μᾶλλον δὲ τρεῖς εἰσι καὶ νῦν, καινὸς καὶ παλαιὸς, καὶ οὗτος ὁ οὐσιώδης καὶ φυσικός. Ἀνανεοῦσθε δὲ, φησὶ, τῷ πνεύµατι τοῦ νοὸς ὑµῶν. Ἵνα µή τις νοµίσῃ, ὅτι ἐπεισάγει ἄνθρωπον ἕτερον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· Ἀνανεοῦσθε. Ἀνανεοῦσθαί ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεῶται, ἄλλο ἐξ ἄλλου γινόµενον. Ὥστε τὸ µὲν ὑποκείµενον τὸ αὐτὸ, ἡ δὲ µεταβολὴ περὶ τὸ συµβεβηκός. Καθάπερ τὸ µὲν σῶµά ἐστι τὸ αὐτὸ, ἡ δὲ µεταβολὴ περὶ τὸ συµβεβηκὸς, οὕτω δὴ καὶ ἐνταῦθα. Πῶς δ' ἂν γένοιτο ἡ ἀνανέωσις; Ἐν τῷ πνεύµατι τοῦ νοὸς ὑµῶν, φη σίν. Ὃς ἐὰν οὖν ἔχῃ πρᾶγµα παλαιὸν, οὐδὲν ἐργάσεται· οὐ γὰρ ἀνέξεται τὸ πνεῦµα παλαιῶν πράξεων. Τῷ πνεύµατι, φησὶ, τοῦ νοὸς ὑµῶν· τουτέστι, τῷ πνεύµατι τῷ ἐν τῷ νῷ. Καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ µὲν ὑποκείµενον ἕν ἐστι, τὰ δὲ ἐνδύµατα δύο, τό τε ἐκδυόµενον καὶ τὸ ἐνδυόµενον; Τὸν καινὸν ἄνθρωπον, φησὶ, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.∆ ιὰ τί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετὴν, καὶ διὰ τί ἄνθρωπον τὴν κακίαν; Ὅτι χωρὶς ἐνεργείας οὐκ ἂν δειχθείη ἄνθρωπος. Ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν, εἴτε καλὸν, εἴτε πονηρόν. Ὥσπερ δὲ τὸ ἀποδύσασθαι, εὔκολον, οὕτω καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν. Ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡµεῖς ἰσχυροὶ γενώµεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων. Ὁ νέος ῥυτίδα οὐκ ἔχει· οὐκοῦν µηδὲ ἡµεῖς. Ὁ νέος οὐ περιφέρεται, οὐδέ ἐστιν εὐάλωτος τοῖς νοσήµασιν· οὐκοῦν µηδὲ ἡµεῖς. Τὸν κτισθέντα. Ὅρα ἐνταῦθα πῶς κτίσιν καλεῖ τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν. Τί δέ; ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; Οὐδαµῶς, ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δηµιουργὸς τῆς ἁµαρτίας. Πῶς; Ὁ γὰρ ἄνθρωπος οὐκ ἀπὸ ὕδατος, οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ' ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Τί ἐστι τοῦτο; Υἱὸν εὐθέως, φησὶν, αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσµατος γίνεται· αὕτη ἐστὶν ἡ οὐσία. Καλῶς εἶπεν· Ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Ἦν ποτε δικαιοσύνη, ἦν καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ' οὐ τῆς ἀληθείας, ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκείνη. Τὸ γὰρ καθαρὸν εἶναι σώµατι τύπος καθαρότητος ἦν, οὐχὶ ἀλήθεια καθαρότητος· τύπος δικαιοσύνης ἦν, οὐχὶ ἀλήθεια δικαιοσύνης. Ἐν ὁσιότητι, φησὶ, καὶ δικαιοσύνῃ τῆς ἀληθείας. Τάχα καὶ πρὸς τὸ ψευδὲς εἴρηται τοῦτο, ὅτι εἰσὶ πολλοὶ παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς.∆ ικαιοσύνη δὲ, ἡ καθολικὴ ἀρετὴ λέγεται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν µὴ περισσεύῃ ἡ δικαιοσύνη ὑµῶν πλέον τῶν γραµµατέων καὶ Φαρισαίων, οὐ µὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν,∆ ίκαιος λέγεται ὁ µηδεµίαν ἔχων λαβήν. Ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις ἐκεῖνόν φαµεν δίκαιον, τὸν ἀδικηθέντα, καὶ µὴ ἀνταδικήσαντα. Ἂν τοίνυν καὶ ἡµεῖς ἐπὶ τοῦ φρικτοῦ δικαστηρίου δυνηθῶµεν δίκαιοι πρὸς ἀλλήλους ὀφθῆναι, δυνησόµεθα φιλανθρωπίας τινὸς τυχεῖν. Πρὸς µὲν γὰρ τὸν Θεὸν ἀδύνατον, ὅσα ἂν ἐπιδειξώµεθα· πανταχοῦ γὰρ αὐτὸς τοῖς δικαίοις νικᾷ, καθὼς καὶ ὁ Προφήτης λέγει· Καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε. Ἀλλὰ τὰ πρὸς ἀλλήλους δίκαια ἂν µὴ διαφθείρωµεν, τότε ἐσόµεθα δίκαιοι· ἂν δυνηθῶµεν δεῖξαι, ὅτι ἠδικήθηµεν, τότε ἐσόµεθα δίκαιοι. Πῶς ἐνδεδυµένοις αὐτοῖς πάλιν λέγει, Ἐνδύσασθε; Ἀπὸ τοῦ βίου νῦν φησι καὶ τῶν ἔργων. Τότε γέγονεν ἀπὸ τοῦ βαπτίσµατος τὸ ἔνδυµα, νῦν δὲ ἀπὸ τῆς πολιτείας καὶ τῶν ἔργων, οὐκέτι κατὰ τὰς ἐπιθυµίας τῆς ἀπάτης, ἀλλὰ κατὰ τὸν Θεόν. Τὸ δὲ ὅσιον τί ἐστι; Τὸ καθαρὸν, τὸ ὀφειλόµενον.∆ ιὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ ἀπελθόντων φαµέν· τουτέστιν, Οὐδὲν ὀφείλω αὐτοῖς λοιπὸν, οὐκ εἰµὶ ὑπεύθυνος. Οὕτως ἔθος ἡµῖν λέγειν καὶ τὸ, Ἀφωσιωσάµην, καὶ ὅσα τοιαῦτα, τουτέστι τὸ, Μηδὲν ὀφείλω.
13.3
Ἡµῶν τοίνυν ἐστὶ µὴ ἀποδύσασθαι τὸ τῆς δικαιοσύνης ἱµάτιον, ὃ καὶ ὁ Προφήτης ἱµάτιον σωτηρίου καλεῖ, ἵνα τῷ Θεῷ ὁµοιωθῶµεν· καὶ γὰρ αὐτὸς δικαιοσύνην ἐνδέδυται. Τοῦτο ἐνδυσώµεθα τὸ ἱµάτιον. Τὸ δὲ, ἐνδύσασθαι, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ µηδέποτε ἀποθέσθαι. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐνεδύσατο κατάραν ὡς ἱµάτιον, καὶ ἥξει αὐτῷ. Καὶ πάλιν, Ὁ περιβαλλόµενος φῶς ὡς ἱµάτιον. Καὶ πάλιν ἡµῖν ἔθος λέγειν ἐπὶ τῶν ἀνθρώπων· Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο. Ὥστε οὐ µίαν ἡµέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ διαπαντὸς ἡµᾶς βούλεται εἶναι ἐν ἀρετῇ, καὶ µηδέποτε γυµνοὺς εἶναι τοῦ ἱµατίου τούτου. Οὐ γὰρ οὕτως ἄνθρωπος ἀσχηµονεῖ γυµνὸς ὢν τὸ σῶµα, ὡς γυµνὸς ὢν τὴν ἀρετήν. Ἐνταῦθα αὐτὸν οἱ ὁµόδουλοι βλέπουσιν ἀσχηµονοῦντα, ἐκεῖ δὲ ὁ∆ εσπότης καὶ οἱ ἄγγελοι. Ἂν οὖν τινα ἴδῃς, εἰπέ µοι, γυµνὸν διὰ τῆς ἀγορᾶς προϊόντα, οὐχὶ ἀλγεῖς; Ὅταν οὖν σὺ γυµνὸς τοῦ ἱµατίου τούτου τρέχῃς, τί ἐροῦµεν; Οὐχ ὁρᾷς τούτους τοὺς προσαιτοῦντας, οὓς λώταγας ἡµῖν ἔθος καλεῖν, πῶς περιίασι, πῶς καὶ αὐτοὺς ἐλεοῦµεν; Ἀλλ' ὅµως τούτοις οὐδὲ συγγνώµη τίς ἐστιν· οὐδὲ γὰρ συγγινώσκοµεν αὐτοῖς, ὅταν κυβεύοντες ἑαυτῶν τὰ ἱµάτια ἀπολλύωσι. Πῶς οὖν ἡµῖν ὁ Θεὸς συγγνώσεται τὸ ἱµάτιον τοῦτο ἀπολέσασιν; Ὅταν γὰρ ὁ διάβολος ἴδῃ γυµνὸν ἀρετῆς τινα, εὐθέως καὶ ἀσβολοῖ καὶ ἀµαυροῖ τὸ πρόσωπον, καὶ τιτρώσκει, καὶ ἀναγκάζει µεγάλα. Γυµνοὶ γενώµεθα χρηµάτων, ἵνα µὴ γυµνωθῶµεν ἀπὸ δικαιοσύνης· ἡ τῶν χρηµάτων περιβολὴ τοῦτο λυµαίνεται τὸ ἱµάτιον· ἀκανθῶν ἐστι περιβολή. Τοιαῦταί εἰσιν αἱ ἄκανθαι, καὶ ὅσῳ ἂν πλείονας περιβαλώµεθα, τοσούτῳ µᾶλλον γυµνούµεθα. Ἡ ἀσέλγεια γυµνοῖ τοῦ ἱµατίου τούτου· πῦρ γάρ ἐστι, τὸ δὲ πῦρ ἀναλωτικὸν τοῦ ἱµατίου τούτου. Σής ἐστιν ὁ πλοῦτος· καθάπερ ὁ σὴς πάντα διατρώγει καὶ οὐδὲ τῶν σηρικῶν φείδεται, οὕτω καὶ οὗτος. Πάντα τοίνυν ταῦτα ἀποθώµεθα, ἵνα γενώµεθα δίκαιοι, ἵνα ἐνδυσώµεθα τὸν καινὸν ἄνθρωπον. Μηδὲν παλαιὸν, µηδὲν φαινόµενον, µηδὲν φθειρόµενον κατέχωµεν. Οὐκ ἔστιν ἡ ἀρετὴ ἐπίπονος, οὐκ ἔστι δυσκατόρθωτος. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς ὄρεσιν; ἐκεῖνοι καὶ οἰκίας ἀφιᾶσι καὶ γυναῖκας καὶ παῖδας καὶ προστασίαν ἅπασαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσµου ποιησάµενοι, σάκκον περιθέµενοι, σποδὸν ὑποστρωσάµενοι, κλοιὰ τῶν τραχήλων ἐξαρτήσαντες, ἐν οἰκίσκῳ µικρῷ κατακλείσαντες ἑαυτοὺς, οὐδὲ µέχρι τούτων ἵστανται, ἀλλὰ καὶ νηστείαις καὶλιµῷ διηνεκεῖ κατατείνουσιν ἑαυτούς. Εἰ τοιαῦτα ἐπέταττον νῦν ἐγὼ, οὐκ ἂν ἅπαντες ἀπεπηδήσατε; οὐκ ἂν εἴπατε τὸ πρᾶγµα φορτικόν; Οὐδὲ τοιοῦτόν φηµι δεῖν ποιεῖν· βούλοµαι µὲν γὰρ, πλὴν οὐ νοµοθετῶ. Ἀλλὰ τί; Καὶ λουτροῖς κέχρησο, καὶ τὸ σῶµα θεράπευε, καὶ εἰς ἀγορὰν ἔµβαλλε, καὶ οἰκίαν ἔχε, καὶ διακόνοις διακονοῦ, καὶ χρῶ σιτίοις καὶ ποτοῖς· πανταχοῦ τὴν πλεονεξίαν ἔκβαλλε. Ἐκείνη γάρ ἐστιν ἡ τὴν ἁµαρτίαν ποιοῦσα, καὶ τὸ αὐτὸ πρᾶγµα πλεονάζον ἁµαρτία γέγονεν. Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ πλεονεξία, ἢ ἁµαρτία. Καὶ ὅρα· Ὁ θυµὸς ὅταν πλέον τοῦ δέοντος κινηθῇ, τότε ἐκπηδῶν λοιδορεῖται, τότε ἀδίκως πάντα ποιεῖ· ὁ τῶν σωµάτων ἔρως, ὁ τῶν χρηµάτων, ὁ τῆς δόξης, ὁ τῶν ἄλλων ἁπάντων. Καὶ µή µοι εἴπῃς, ὅτι ἐκεῖνοι ἠδυνή θησαν· πολλοὶ γὰρ πολλῷ ἀσθενέστεροί σου καὶ πλουσιώτεροι καὶ τρυφερώτεροι τὸν σκληρὸν ἐκεῖνον καὶ τραχὺν ἀνεδέξαντο βίον. Καὶ τί λέγω ἄνδρας; κόραι εἰκοστὸν ἔτος οὔπω γενόµεναι, ἐν θαλάµοις καὶ ἐν σκιατροφίᾳ τὸν ἅπαντα διατελέσασαι χρόνον,[ ἐν] θαλάµοις µύρων γέµουσαι καὶ θυµιαµάτων, ἐπὶ στρωµνῆς ἁπαλῆς κατακείµεναι, ἁπαλαὶ καὶ αὐταὶ τὴν φύσιν, καὶ τῇ πολλῇ θεραπείᾳ µαλακώτεραι γινόµεναι, διὰ τῆς ἡµέρας πάσης οὐδὲν ἕτερον ἔργονἔχουσαι, ἢ τὸ καλλωπίζεσθαι καὶ χρυσοφορεῖν καὶ τρυφῆς ἀπολαύειν πολλῆς, οὐδὲ ἑαυταῖς διακονούµεναι, ἀλλὰ πολλὰς ἔχουσαι τὰς θεραπαινίδαςτὰς παρεστηκυίας, ἱµάτια ἔχουσαι µαλακὰ τοῦ σώµατος µαλακώτερα, λεπτὰς ὀθόνας καὶ τρυφερὰς, ἐν ῥόδοις καὶ ταῖς τοιαύταις εὐωδίαις διηνεκῶς ἀσχολούµεναι· αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκείνην ἀποδυσάµεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόµεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ µαλακὰ ἐκεῖνα ἀποδυσάµεναι, εἰς µέσους ἐνέβησαν τοὺς ἀγῶνας. Καὶ ἴσως µὲν ἄπιστα δόξω ἐρεῖν, πλὴν ἀλλ' ἀληθῆ. Ταύτας δὴ τὰς οὕτως ἁπαλὰς κόρας ἤκουσα ἐγὼ, ὅτι εἰς τοσαύτην σκληραγωγίαν ἑαυτὰς ἤγαγον, ὡς τὰ τραχύτερα τῶν τριχίνων περιθέσθαι ἑαυτῶντοῖς σώµασι γεγυµνωµένοις, καὶ ἀνυποδήτους εἶναι τὰς ἁπαλὰς πτέρνας ἐκείνας, καὶ ἐπὶ στιβάδος κατακεῖσθαι· µᾶλλον δὲ τὸ πλέον ἐγρηγορέναι τῆς νυκτὸς, καὶ οὔτε µύρου, οὔτε ἄλλου τινὸς τῶν παλαιῶν πρόνοιαν ποιεῖσθαι, ἀλλὰ καὶ τὴν οὕτωθεραπευοµένην κεφαλὴν ἀτηµέλητον ἔχειν, ἁπλῶς καὶ εἰκῆ τὰς τρίχας ἐνδεδεµένην, ὥστε µὴ εἰς ἀσχηµοσύνην ἐµπεσεῖν. Τράπεζα δὲ αὐταῖς ἐστιν ἑσπερινὴ µόνη, τράπεζα οὐδὲ λαχάνου οὐδὲ ἄρτου, ἀλλὰ σεµίδαλις καὶ κύαµος καὶ ἐρέβινθος, καὶ ἐλαία καὶ σῦκα· καὶ ταλασιουργία διηνεκὴς καὶ τῶν οἴκοι θεραπαινίδων ἔργα πολλῷ χαλεπώτερα. Τί γάρ; τὰς καµνούσας τὸ σῶµα θεραπεύειν ἀνεδέξαντο, τὰς κλίνας βαστάζουσαι, τοὺς πόδας νίπτουσαι· πολλαὶ δὲ αὐτῶν καὶ µαγειρεύουσι. Τοσαῦτα δύναται τοῦ Χριστοῦ τὸ πῦρ· οὕτω καὶ φύσεως ἀνώτερον ἡ προθυµία. Πλὴν ἀλλ' οὐδὲν τοιοῦτον ἐγὼ ὑµᾶς ἀπαιτῶ, ἐπειδὴ βούλεσθε παρελαύνεσθαι παρὰ γυναικῶν.
13.4
Κἂν γοῦν ὅσα µὴ φορτικὰ, ταῦτα πράττετε, χειρὸς κρατεῖτε καὶ ἀκολάστων ὀφθαλµῶν. Τί δύσκολον, εἰπέ µοι, τί δυσχερές;∆ ίκαια πράττετε, µηδένα ἀδικεῖτε, µήτε ὁ πένης, µήτε ὁ πλούσιος, µήτε ὁ ἀγοραῖος, µήτε ὁ µισθωτός· ἔστι γὰρ καὶ µέχρι πενήτων ἀδικίαν διελθεῖν. Ἢ οὐχ ὁρᾶτε πόσας οὗτοι µάχας ποιοῦσι, καὶ πάντα ἀνατρέπουσι; Κέχρησο γάµῳ, ἔχε παῖδας· καὶ Παῦλος τοιούτοις ἐπέταττε, τοιούτοις ἔγραφε. Μέγας ἐκεῖνος ὁ ἀγὼν, καὶ ὑψηλὸς ὁ σκόπελος, καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ µέγα; Οὐκοῦν κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κατωτέρων ἐφίεσο. Οὐ δύνασαι κενῶσαι τὰ χρήµατα; κἂν τὰ τῶν ἄλλων µὴ ἅρπαζε, µηδὲ ἀδίκει. Οὐ δύνασαι νηστεῦσαι; κἂν µὴ εἰς τρυφὴν σεαυτὸν ἐξαγάγῃς. Οὐ δύνασαι ἐπὶ στιβάδος κατακλιθῆναι; µή µοι κλίνας ἀργυρενδέτους κατασκεύαζε, ἀλλὰ κέχρησο κλίνῃ καὶ στρώµασι µὴ πρὸς ἐπίδειξιν πεποιηµένοις, ἀλλὰ πρὸς ἀνάπαυσιν, µηδὲἐλεφαντίνας κλίνας· σύστειλον σαυτόν. Τί µυρίων ἀγωγίµων πληροῖς τὴν ὁλκάδα; Ἂν ᾖς εὐσταλὴς, οὐδὲν δείσεις, οὐ φθόνον, οὐ λῃστὰς, οὐκ ἐπιβούλους. Οὐδὲ γὰρ οὕτω τοῖς χρήµασιν, ὡς ταῖς φροντίσι πλουτεῖς· οὐχ οὕτως εὐπορεῖς ἐν τοῖς κτήµασιν, ὡς ταῖς ἀγωνίαις καὶ τοῖς κινδύνοις. Οἵτινες βούλονται πλουτεῖν, φησὶ, πειρασµοὺς καὶ ἐπιθυµίας βλαβερὰς ἑαυτοῖς ἐπεισάγουσι. Ταῦτα ὑποµένουσιν οἱ πολλὰ κεκτῆσθαι βουλόµενοι. Οὐ λέγω·∆ ιακόνησον τῷ κάµνοντι· κἂν τῷ παιδὶ κέλευσον τοῦτο ποιεῖν. Ὁρᾷς πῶς φορτικὸν οὐκ ἔστι; πῶς γὰρ, ἔνθα κόραι ἁπαλαὶ ἐκ πολλοῦ τοῦ διαστήµατος ἡµᾶς παρελαύνουσιν; Αἰσχυνθῶµεν, παρακαλῶ, ὅτι ἐν µὲν τοῖς κοσµικοῖς οὐδαµοῦ παραχωροῦµεν αὐταῖς, οὐκ ἐν πολέµοις, οὐκ ἐν ἄθλοις· ἐν δὲ τοῖς πνευµατικοῖς ἀγῶσι πλέον ἡµῶν φέρονται, καὶ πρῶται τὸ βραβεῖον ἁρπάζουσι, καὶ ὑψηλότερα πέτανται, καθάπερ ἀετοί τινες· ἡµεῖς δὲ, καθάπερ κολοιοὶ, κάτω περὶ τὴν κνίσσαν καὶ τὸν καπνὸν ἀεὶ στρεφόµεθα. Κολοιῶν γὰρ ὄντως, τραπεζοποιοὺς καὶ µαγείρους ἐπινοεῖν, καὶ κυνῶν λίχνων. Ἄκουσον τῶν παλαιῶν γυναικῶν· µεγάλαι γὰρ ἐγένοντο, µεγάλαι γυναῖκες καὶ θαυµασταὶ, οἷον, ἡ Σάῤῥα, ἡ Ῥεβέκκα, ἡ Ῥαχὴλ, ἡ∆ εβώρα, ἡ Ἄννα· καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἦσαν τοιαῦται, ἀλλ' οὐδαµοῦ ἄνδρας παρήλασαν, ἀλλὰ τὴν ὑστέραν τάξιν ἐπεῖχον. Νῦν δὲ τοὐναντίον, γυναῖκες ἡµᾶς παρελαύνουσι καὶ ἀποκρύπτουσι. Ποῖος ὁ γέλως; τίς ἡ αἰσχύνη; Ἡµεῖς τῆς κεφαλῆς τὴν τάξιν ἐπέχοµεν, καὶ ὑπὸ τοῦ σώµατος νικώµεθα; Ἄρχειν αὐτῶν ἐτάχθηµεν, οὐχ ἵνα µόνον ἄρχωµεν, ἀλλ' ἵνα καὶ ἐν ἀρετῇ ἄρχωµεν. Ὁ γὰρ ἄρχων, τούτῳ µάλιστα ἄρχειν ὀφείλει, τῷ τῇ ἀρετῇ νικᾷν· εἰ δὲ νικᾶται, οὐκέτι ἄρχων ἐστίν. Εἴδετε πόση τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δύναµις; πῶς ἔλυσε τὴν κατάραν; Καὶ γὰρ πλείους αἱ παρθένοι παρὰ γυναιξὶ, πλείων ἡ σωφροσύνη παρ' ἐκείναις, αἱ χηρεῖαι πλείους· οὐδὲν ἂν αἰσχρὸν ταχέως γυνὴ πρόοιτο ῥῆµα. Τίνος οὖν ἕνεκεν, εἰπέ µοι, αἰσχρολογεῖς σύ; Μὴ γάρ µοι τὰς ἀπεγνωσµένας εἴπῃς, φιλόκοσµόν πως τὸ γένος ἐστὶ, καὶ τοῦτο ἔχει τὸ ἐλάττωµα. Ἀλλὰ κἀν τούτῳ νικᾶτε ὑµεῖς οἱ ἄνδρες, οἱ καὶ ἐπ' ἐκείναις, ὡς ἐπ' οἰκείῳ κόσµῳ, ἐναβρυνόµενοι. Οὐ γὰρ οὕτως οἶµαι τοῖς ἑαυτῆς χρυσίοις τὴν γυναῖκα καλλωπίζεσθαι, ὡς τὸν ἄνδρα τοῖς τῆς γυναικός· οὐχ οὕτως ἐπὶ τῇ ζώνῃ φρονεῖ τῇ χρυσῇ, ὡς ἐπὶ τῷ τὴν γυναῖκα χρυσοφορεῖν. Ὥστε καὶ τούτου ὑµεῖς αἴτιοι οἱ τὸν σπινθῆρα ἐκκαίοντες, καὶ τὴν φλόγα ἀνάπτοντες. Ἄλλως δὲ, οὐ τοσοῦτον ἁµάρτηµά ἐστιν ἐπὶ γυναικὸς, ὅσον ἐπὶ ἀνδρός. Σὺ ἐτάχθης ἐκείνην ῥυθµίζειν· πανταχοῦ τῶν πρωτείων ἀξιοῖς τυγχάνειν· οὐκοῦν καὶ ἐν τούτῳ δεῖξον, ὅτι σοι τῆς πολυτελείας οὐδεὶς λόγος ἐκείνης, ἀπὸ τῶν σαυτοῦ. Γυναικὶ µᾶλλον ἐπιτήδειον τὸ κοσµεῖσθαι, ἢ ἀνδρί. Ὅταν οὖν σὺ αὐτὸς µὴ διαφεύγῃς, πῶς ἐκείνη διαφεύξεται; Ἔχουσιν ἐκεῖναί τι κενόδοξον, ἀλλὰ τοῦτο κοινὸν καὶ ἀνδρῶν· ὀργίλαι πῶς εἰσι, καὶ τοῦτο κοινόν. Ἐν οἷς δὲ πλεονεκτοῦσιν, οὐκέτι κοινά· τὴν σεµνότητα λέγω, τὴν θερµότητα, τὴν εὐλάβειαν, τὴν περὶ τὸν Χριστὸν ἀγάπην.∆ ιὰ τί οὖν ἀπεῖρξεν αὐτὰς τοῦ θρόνου τοῦ διδασκαλικοῦ, φησί; Καὶ τοῦτο σηµεῖον τοῦ πολὺ τὸ µέσον εἶναι τῶν ἀνδρῶν, καὶ µεγάλας εἶναι τὰς τότε. Παύλου γὰρ διδάσκοντος, εἰπέ µοι, καὶ Πέτρου καὶ τῶν ἁγίων ἐκείνων, γυναῖκα τῷ πράγµατι ἐπιπηδᾷν ἐχρῆν; Νυνὶ δὲ εἰς τοῦτο κακίας ἠλάσαµεν, ὡς καὶ ζητήµατος ἄξιον εἶναι, διὰ τί γυναῖκες οὐ διδάσκουσιν· οὕτως εἰς τὴν αὐτὴν αὐταῖς ἀσθένειαν ἤλθοµεν. Ταῦτα οὐκ ἐκείνας ἐπᾶραι βουλόµενος εἶπον, ἀλλ' ἡµᾶς αὐτοὺς ἐντρέψαι καὶ παιδεῦσαι καὶ νουθετῆσαι, ὥστε τὴν προσήκουσαν ἡµῖν ἀρχὴν ἀναλαβεῖν, µὴ κατὰ τὸ µεῖζον, ἀλλὰ κατὰ τὴν πρόνοιαν καὶ τὴν προστασίαν καὶ τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τὸ σῶµα ἐν τάξει ἔσται τῇ προσηκούσῃ, ὅταν ἀρίστου τοῦ ἄρχοντος ἐπιτύχῃ. Γένοιτο δὲ καὶ τὰς γυναῖκας καὶ τοὺς ἄνδρας κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἅπαντας βιοῦν, ἵνα καταξιωθῶµεν ἅπαντες ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡµέρᾳτῆς φιλανθρωπίας ἀπολαῦσαι τοῦ∆ εσπότου, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.

Intertext edge

Open linked passage

Note