Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 15 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
15.0
Πᾶσα πικρία καὶ θυµὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφηµία ἀρθήτω ἀφ' ὑµῶν σὺν πάσῃ κακίᾳ.
15.1
Ὥσπερ εἰς σκεῦος ἀκάθαρτον οὐκ ἄν ποτε ἑαυτὰς καθεῖεν αἱ µέλισσαι· διὰ γὰρ τοῦτο καὶ θυµιάµασι καὶ µύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς ἄλλοις ἅπασιτοὺς καλαθίσκους, ἐν οἷς ἂν µέλλουσιν ἄρτι τῶν σµηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε µὴ τὴν ἀηδῆ ὀσµὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύµατός ἐστι τοῦ ἁγίου. Ἀγγεῖόν τί ἐστιν ἡ ἡµετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ σµήνη τῶν χαρισµάτων τῶν πνευµατικῶν ὑποδέξασθαι δυναµένη· ἀλλ' ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία καὶ θυµὸς, τὰ σµήνη ἀφίπταται.∆ ιὰ τοῦτο ὁ µακάριος οὗτος καὶ σοφὸς γεωργὸς διακαθαίρει καλῶς ἡµῶν τὰ σκεύη, οὐ δρέπανον, οὐδέ τι ἄλλο σκεῦος σιδηροῦν κατέχων· καὶ καλεῖ ἡµᾶς ἐπὶ τὸ πνευµατικὸν τοῦτο σµῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅρα οὖν πῶς ἡµῶν ἐκκαθαίρει τὴν καρδίαν· ἀπήλασε τὸ ψεῦδος, ἀπήλασε τὴν ὀργήν.∆ είκνυσι πάλιν πῶς ἂν µᾶλλον πρόῤῥιζον ἀνασπασθείη τὸ κακόν· ἂν µὴ ὦµεν, φησὶ, πικροὶ τὴν διάνοιαν. Καθάπερ γὰρ ἐπὶ τῆς χολῆς συµβαίνειν εἴωθε τῆς ἡµετέρας, ἂν µὲν ὀλίγη τύχῃ τις οὖσα, ὀλίγη καὶ ἡ κίνησις γίνεται ἐκραγέντος τοῦ ταµιείου· ὅταν δὲ πλεονάσῃ τὸ σφοδρὸν τῆς τοιαύτης ποιότητος καὶ δηκτικὸν, οὐκέτι στέγει τὸ φέρον αὐτὴν πρότερον ἀγγεῖον, ἀλλὰ καθάπερ πυ ρὸςσφοδροῦ διαβρωθὲν οὐκέτι οἷόν τέ ἐστι στέγειν αὐτὴν καὶ κατέχειν ἐν τοῖς ὡρισµένοις ὅροις, ἀλλὰ διασπασθὲν ὑπὸ τῆς ἀµέτρου δριµύτητος ἀφίησιν ἐξελθοῦσανπαντὶ τῷ σώµατι λυµαίνεσθαι· καὶ καθάπερ εἰς πόλιν ἐνεχθὲν θηρίον χαλεπώτατον καὶ ἀφόρητον, ἕως µὲν ἂν ἔνδον ἐν ταῖς πεποιηµέναις εἱρκταῖς κατέχηται, οὐδὲν, κἂν ἀγριαίνῃ, κἂν κράζῃ, οὐδένα βλάψαι δυνήσεται· ὅταν δὲ τῷ θυµῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ µέσου βεβληµένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐµπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύνει· οὕτω δὴ καὶ τῆς χολῆς ἡ φύσις· ἕως µὲν ἂν ἐν τοῖς οἰκείοις ὅροις κατέχηται, οὐδὲν µέγα ἡµᾶς ἐργάζεται κακόν· ἐπειδὰν δὲ ἐκραγέντος τοῦ περιέχοντος αὐτὴν ὑµένος, οὐδὲν ᾖ τὸ κωλύον λοιπὸν εἰς πᾶσαν διαχυθῆναι τὴν φύσιν, τότε δὴ, τότε, καίτοι οὕτω σφόδραµικρὸν ὂν τῇ ποσότητι, διὰ τὴν ὑπερβάλλουσαν ἐν τῇ ποιότητι δύναµιν πάντα τὰ ἄλλα στοιχεῖα τῆς οἰκείας ἀναχρώννυσι κακίας. Τότε γὰρ δὴ αἷµα εὑροῦσα πλησίον τῷ τε τόπῳ καὶ τῇ ποιότητι, καὶ τὴν ἐν ἐκείνῳ θερµότητα δριµυτέραν ἐργαζοµένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸτῆς κατὰ τὴν ὑγρότητα συµµετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόµενον, µετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται µέλεσι, καὶ οὕτω πάντα εἰςτὴν οἰκείαν ἐνθεῖσα πονηρίαν, ἄφωνον ἐργάζεται τὸν ἄνθρωπον, καὶ ἀποπνεῖν ποιεῖ, τὴν ψυχὴν ἀπελαύνουσα. Τί δὴ ταῦτα ἡµῖν ἅπαντα οὕτω. µετὰ ἀκριβείας εἴρηται; Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόµενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτονλυµαίνεται, πάντα ἄνω καὶ κάτω ποιοῦσα, φύγωµεν αὐτῆς τὴν πεῖραν. Καθάπερ γὰρ αὕτη τὸ στοιχεῖον ὅλον, οὕτως ἐκείνη τοὺς λογισµοὺς ἐµπρήσασα, εἰς τὸ τῆς γεέννης ἀπάγει βάραθρον τὸν ἁλόντα. Ἵν' οὖν ταῦτα ἀκριβῶς διερευνώµενοι, τοῦτο φύγωµεν τὸ κακὸν, καὶ χαλινώσωµεν τὸ θηρίον, µᾶλλον δὲ πρόῤῥιζον ἀνασπάσωµεν, τῷ Παύλῳπειθώµεθα λέγοντι· Πᾶσα πικρία, οὐχὶ καθαιρέσθω, ἀλλὰ ἀρθήτω ἀφ' ὑµῶν. Τί γάρ µοι δεῖ πραγµάτων καὶ κατοχῆς; τί δὲ χρὴ φυλάττειν θηρίον, ἐξὸν ἀποικίσαι τῆς ψυχῆς καὶ µεταστῆσαι, καὶ εἰς ὑπερορίαν τινὰ ἀπαγαγεῖν; Πειθώµεθα τοίνυν τῷ Παύλῳ λέγοντι· Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑµῶν. Ἀλλ' οἴµοι τῆς κατεχούσης ἡµᾶς διαστροφῆς· δέον ἅπαντα ἐπὶ τούτῳ ποιεῖν, οὕτω τινές εἰσιν ὄντως ἀνόητοι, ὥστε καὶ ἑαυτοὺς ἐν τούτῳ µακαρίζειν, καὶ ἐναβρύνεσθαι τῷ κακῷ, καὶ ἐγκαλλωπίζεσθαι, καὶ παρ' ἑτέρων ζηλοῦσθαι. Πικρὸς, φησὶν, ἄνθρωπος ὁ δεῖνα, σκορπίος ἐστὶν, ὄφις ἐστὶν, ἔχις· φοβερὸν νοµίζουσιν αὐτόν. Τί δέδοικας τὸν πικρὸν, ἄνθρωπε; Μὴ βλάψῃ, φησὶ, µὴ λυµήνηται· ἄπειρος ἐγὼ τῆς ἐκείνου κακίας εἰµί· δέδοικα µή µε λαβὼν ἁπλοῦν ἄνθρωπον, καὶ οὐδὲν τῶν αὐτοῦ προορώµενον, εἰς τὰς πάγας ἐµβάλῃ τὰς αὑτοῦ, καὶ τοῖς δικτύοις ἡµᾶς συµποδίσῃτοῖς ἡτοιµασµένοις αὐτῷ πρὸς ἡµετέραν ἀπάτην. Γελῶ νῦν. Τί δήποτε; Ὅτι παίδων ἐστὶ ταῦτα τὰ ῥήµατα, τὰ µὴ φοβερὰ φοβουµένων. Οὐδενὸς µὲν οὖν οὕτω δεῖ καταφρονεῖν, οὐδενὸς οὕτω καταγελᾷν, ὡς ἀνθρώπου πικροῦ καὶ πονηροῦ. Οὐδὲν γὰρ οὕτως ἀσθενὲς, ὡς πικρία· µωροὺς ποιεῖ καὶ ἀνοήτους.
15.2
Ἢ οὐχ ὁρᾶτε ὅτι τυφλὸν ἡ κακία; ἢ οὐκ ἠκούσατε, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἑαυτῷ ὀρύσσει; πῶς οὖν οὐ χρὴ φοβεῖσθαι ψυχὴν ταραχῆς ἐµπεπλησµένην; Εἰ µὲν οὖν, ὡς δαίµονας καὶ µαινοµένους, χρὴ καὶ τοὺς πικροὺς φοβεῖσθαι, καὶ ὡς τοὺς µωροὺς( καὶ γὰρ ἐκεῖνοι ἁπλῶς ἅπαντα ποιοῦσι), φηµὶ κἀγώ· εἰ δὲ ὡς δεινοὺς πράγµασι χρῆσθαι, τοῦτο οὐκέτι. Οὐδὲν γὰρ οὕτω πρὸς πραγµάτων οἰκονοµίαν ἐπιτήδειον, ὡς σύνεσις· οὐδὲν οὕτω συνέσεως ἐµπόδιον, ὡς πονηρία καὶ κακία, καὶ τὸ ὕπουλον. Οὐχ ὁρᾶτε τὰ σώµατα τὰ χολερικὰ, πῶς ἐστιν ἀειδῆ, παντὸς ἄνθους µαρανθέντος ἐν αὐτοῖς; πῶς ἐστιν ἀσθενῆ καὶ λεπτὰ, καὶ πρὸς πάντα ἀνεπιτήδεια; Τοιαῦταί εἰσι καὶ αἱ ψυχαὶ αἱ τοιαῦται. Ἴκτερος γὰρ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ πονηρία. Οὐκ ἔστιν οὖν ἰσχυρὸν ἡ πονηρία, οὐκ ἔστι. Βούλεσθε πάλιν καὶ ἐπὶ ὑποδείγµατος, ὃ λέγω, ποιήσω φανερὸν, κακούργου καὶ ἀπλάστου παραγαγὼν ὑµῖν εἰκόνας; Κακοῦργος ἦν ὁ Ἀβεσσαλὼµ, καὶ πάντας ἰδιοποιεῖτο· ὅρα οὖν ὅση ἦν ἡ κακουργία. Περιιὼν, φησὶν, ἔλεγε, Μὴ ἔστι σοι κρίσις; οἰκειώσασθαι ἕκαστον βουλόµενος. Ὁ δὲ∆ αυῒδ ἄπλαστος. Τί οὖν; Ὅρα ἀµφοτέρων τὸ τέλος, ὅρα πόσης ἔγεµεν ἐκεῖνος ἀνοίας. Ἐπειδὴ γὰρ πρὸς τὴν βλάβην ἑώρα µόνην τοῦ πατρὸς, ἐν τοῖς ἄλλοις τετύφλωτο πᾶσιν. Ἀλλ' οὐχ ὁ∆ αυΐδ. Ὁ πορευόµενος γὰρ ἁπλῶς, πορεύεται πεποιθώς. Τουτέστιν, ὁ µηδὲν περιεργαζόµενος, ὁ µηδὲν κατασκευάζων κακόν. Πειθώµεθα τοίνυν τῷ µακαρίῳ Παύλῳ, καὶ ἐλεῶµεν καὶ δακρύωµεν τοὺς πικροὺς, καὶ πάντα πράττωµεν καὶ ποιῶµεν, ὥστε αὐτῶν ἀπὸ τῆς ψυχῆςἐξαντλῆσαι τὴν πονηρίαν. Πῶς γὰρ οὐκ ἄτοπον, χολῆς µὲν ἡµῖν ἐνούσης( καίτοι γε χρήσιµον τοῦτο τὸ στοιχεῖον· χωρὶς γὰρ χολῆς ἄνθρωπον εἶναι οὐ δυνατὸν, ταύτης δὴ λέγω τῆς στοιχειώδους)· πῶς οὐκ ἄτοπον ταύτην µὲν κενοῦν κατὰ δύναµιν, καίτοι µεγάλα παρ' αὐτῆς ὠφελουµένους· τὴν δὲ ἐν τῇ ψυχῇ µηδὲν ποιεῖν µηδὲ σπουδάζειν ὥστε κενοῦν, οὐδαµοῦ χρήσιµον οὖσαν, ἀλλὰ καὶ τὰ µέγιστα ἀδικοῦσαν; Ὁ βουλόµενος, φησὶν, εἶναι σοφὸς ἐν ὑµῖν, γενέσθω µωρὸς, ἵνα γένηται σοφός. Ἄκουε πάλιν καὶ τοῦ Λουκᾶ λέγοντος· Μετελάµβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, καὶ εἶχον χάριν πρὸς ὅλον τὸν λαόν. Ἢ οὐχ ὁρῶµεν καὶ νῦν τοὺς ἀφελεῖς καὶ ἀπλάστους κοινῆς τιµῆς παρὰ πάντων ἀπολαύοντας; Οὐδεὶς τῷ τοιούτῳ φθονεῖ εὐπραγοῦντι, οὐδεὶς ἐπεµβαίνει δυσπραγοῦντι· ἀλλὰ πάντες καὶ καλῶς πράττοντι συγχαίρουσι, καὶ πταίσαντι συναλγοῦσιν. Ἂν δὲ πικρὸς ἅνθρωπος εὐηµερήσῃ ποτὲ, ὡς κακοῦ τινος συµβάντος, ἅπαντες στένουσι· κἂν δυσπραγήσῃ πάλιν, ἅπαντες χαίρουσιν. Ἐλεῶµεν οὖν αὐτούς· ἔχουσι γὰρ κοινοὺς ἐχθροὺς πανταχοῦ περιιόντας. Ὁ Ἰακὼβ ἄπλαστος ἦν, ἀλλὰ τὸν κακοῦργον Ἡσαῦ ἐνίκησεν· Εἰς κακότεχνον γὰρ ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑµῶν· µηδὲ λείψανον µενέτω. Οἶδε γὰρ τοῦτο κινηθὲν, καθάπερ ἀπὸ σπινθῆρός τινος, ὁλόκληρον ἔνδον ποιῆσαι πυράν. Τί τοίνυν ἐστὶν ἡ πικρία κατανοήσωµεν ἀκριβῶς· οἷον ὁ ὕπουλος ἀνὴρ, ὁ δολερὸς, ὁ πρὸς τὸ κακοποιεῖν παρεσκευασµένος, ὁ καχύποπτος· ἀπὸ δὴ τούτου ἀεὶ θυµὸς καὶ ὀργὴ τίκτεται. Οὐ γὰρ ἔστιν ἐν γαλήνῃ τὴν τοιαύτην εἶναι ψυχήν· ῥίζα γὰρ θυµοῦ καὶ ὀργῆς πικρία. Ὁ τοιοῦτος καὶ βαρύθυµός ἐστιν, καὶ οὐδέποτε ἀνίησι τὴν ψυχὴν, ἀεὶ σύννους ὢν, ἀεὶ σκυθρωπός. Ὅπερ γὰρ ἔφην, αὐτοὶ πρῶτοι καρποῦνται τὰ ἑαυτῶν κακά. Καὶ κραυγὴ, φησί. Τί δήποτε; καὶ κραυγὴν ἀναιρεῖς; Τὸν γὰρ ἤπιον τοιοῦτον εἶναι χρή. Ἵππος γάρ ἐστιν ἀναβάτην φέρων, ἡ κραυγὴ τὴν ὀργήν· συµπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἐπιβάτην. Ἀκουέτωσαν ταῦτα µάλιστα γυναῖκες, αἱ ἐν παντὶ πράγµατι κράζουσαι καὶ βοῶσαι. Ἐν ἑνὶ χρήσιµον τὸ κράζειν µόνον, ἐν τῷ κηρύττειν καὶ διδάσκειν, ἀλλαχοῦ δὲ οὐδαµοῦ, ἀλλ' οὔτε ἐν εὐχῇ. Καὶ εἰ βούλει µαθεῖν διὰ τῶν πραγµάτων, µηδέποτε κράζῃς, καὶ οὐδέποτε ὀργισθήσῃ· ἰδοὺ τρόπος ἀοργησίας. Ὥσπερ γὰρ οὐκ ἔνι τὸν µὴ κράζοντα ὀργισθῆναι, οὕτως οὐκ ἔνι τὸν κράζοντα µὴ ὀργισθῆναι. Μὴ γάρ µοι τὸν βαρύµηνιν εἴπῃς καὶ µνησίκακον καὶ αὐτοπικρίαν καὶ αὐτοχολήν· ἡµεῖς περὶ τῆς τοῦ πάθους συναρπαγῆς διαλεγόµεθα νῦν.
15.3
Ὥστε οὐ µικρὸν πρὸς τοῦτο συµβάλλεται τὸ παιδεῦσαι τὴν ψυχὴν µηδέποτε κράζειν καὶ βοᾷν. Τὰ πτερὰ περικόπτεις τῆς ὀργῆς, τὴν κραυγὴν περιαιρῶν, τὸ οἴδηµα καταστέλλεις τῆς καρδίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὰς χεῖρας µὴ ἀντάραντα παλαίειν, οὕτως οὐκ ἔνι µὴ κράζοντα συµποδίζεσθαι.∆ ῆσον τοῦ πυκτεύοντος τὰς χεῖρας, καὶ κέλευσον πυκτεύειν, ἀλλ' οὐ δυνήσεται· οὕτως οὐδὲ ὁ θυµός. Ἡ δὲ κραυγὴ καὶ τὸν οὐκ ὄντα ἐξαίρει· καὶ µάλιστα ἐντεῦθεν ταχέως ἁλίσκεται τὸ τῶν γυναικῶν γένος, αἳ, ὅταν ὀργίζωνται ταῖς θεραπαινίσι, τὴν οἰκίαν ἅπασαν τῆς κραυγῆς πληροῦσι τῆς ἑαυτῶν· πολλάκις δὲ καὶ εἰ παρὰ στενωπὸν τυγχάνοι ᾠκοδοµηµένη ἡ οἰκία, καὶ οἱ παριόντες· ἅπαντες ἀκούουσιν αὐτῆς βοώσης, καὶ τῆς θεραπαινίδος ὀλολυζούσης. Τί τούτου γένοιτ' ἂν ἀσχηµονέστερόν ποτε τοῦ κωκυτοὺς ἀκούειν; Πᾶσαι γὰρ εὐθέως διακύψασαι, Τί δὴ γέγονεν, ἐρωτῶσιν, ἐκεῖ; Ἡ δεῖνα, φησὶ, τὴν δούλην τύπτει τὴν αὑτῆς. Τί τούτου γένοιτ' ἂν ἀναισχυντότερον; Τί οὖν, οὐ χρὴ τύπτειν; Οὐ τοῦτο λέγω· δεῖ µὲν γὰρ, ἀλλὰ µήτε συνεχῶς, µήτε ἀµέτρως, µήτε ὑπὲρ τῶν οἰκείων ἀδικηµάτων, ὅπερ ἀεί φηµι, µήτε τῆς ὑπηρεσίας ἄν τι ἐλλείπῃ, ἀλλ' εἰ τὴνἑαυτῆς βλάπτει ψυχήν· ἂν ὑπὲρ τοιαύτης τύπτῃς αἰτίας, ἐπαινέσονται πάντες, καὶ ὁ ἐγκαλέσων οὐδείς· ἂν δὲ ὑπὲρ τῶν σῶν, ὠµότητα πάντες καταγνώσονται καὶ ἀπήνειαν. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, εἰσὶν οὕτως ἄγριαι καὶ ἀπηνεῖς, ὡς ἐπὶ τοσοῦτον µαστίζειν, ὡς µηδὲ αὐθηµερὸν τοὺς µώλωπας σβέννυσθαι. Γυµνώσασαι γὰρ τὰς κόρας, καὶ τὸν ἄνδρα ἐπὶ τοῦτο καλέσασαι, δεσµοῦσι πολλάκις πρὸς τοῖς σκίµποσιν. Οἴµοι, οὐκ ἐπεισέρχεταί σοι ἐν ἐκείνῳ τῷ καιρῷ τῆς γεέννης, εἰπέ µοι, µνήµη; ἀλλὰ γυµνοῖς τὴν παιδίσκην, καὶ δεικνύεις τῷ ἀνδρί; καὶ οὐκ αἰσχύνῃ µή σου καταγνῷ; καὶ ἐπιπλέον αὐτὸν παροξύνεις, καὶ ἀπειλεῖς δήσειν, µυρία πρότερον λοιδορησαµένη τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ, Θεσσαλίδα, δραπέτριαν, προεστῶσαν καλοῦσα. Ὁ γὰρ θυµὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόµατος φείδεσθαι, ἀλλ' εἰς ἓν µόνον ὁρᾷ, πῶς ἐκείνην ἀµύνηται, κἂν ἑαυτὴν καταισχύνῃ. Καὶ µετὰ ταῦτα δὴ πάντα προκάθηται καθάπερ τις τύραννος, καὶ καλεῖ παῖδας, καὶ παραστησαµένη τὸν ἀνόητον ἄνδρα, καθάπερ δηµίῳ αὐτῷ κέχρηται. Ταῦτα ἐν Χριστιανῶν οἰκίαις γίνεσθαι ἔδει; Ἀλλὰ πονηρὸν τὸ γένος, φησὶ, καὶ ἰταµὸν καὶ ἀναίσχυντον καὶ ἀδιόρθωτον. Οἶδα κἀγώ· ἀλλ' ἔστιν ἑτέρως ῥυθµίσαι, φόβοις, ἀπειλαῖς, ῥήµασι, κἀκείνην µειζόνως δυναµένοις δάκνειν, καὶ σὲ τῆς αἰσχύνης ἀπαλλάξαι. Αἰσχρὰ ἐφθέγξω ῥήµατα ἐλευθέρα οὖσα, καὶ οὐ µᾶλλον ἐκείνην ἢ σαυτὴν καταισχύνεις; Εἶτα ἐν βαλανείῳ ἐὰν δέῃ προελθεῖν, µώλωπες κατὰ τῶν νώτων γυµνουµένης αὐτῆς, καὶ τεκµήρια περιφέρει τῆς ὠµότητος. Ἀλλ' ἀφόρητον, φησὶν, ἀνέσεως τυχὸν τὸ δουλικὸν γένος. Οἶδα κἀγώ· ἀλλ' ἑτέρως, ὅπερ ἔφην, ἐπίστρεφε, µὴ µάστιξι µόνον µηδὲ φόβῳ, ἀλλὰ καὶ κολακείᾳ καὶ τῷ εὖ ποιεῖν. Ἀδελφή σου γέγονεν, ἂν ᾖ πιστή. Ἐννόησον ὅτι σὺ δέσποινα, κἀκείνη σοι διακονεῖται. Ἂν ᾖ µέθυσος, περίελε τῆς µέθης τὰς ὑποθέσεις, τὸν ἄνδρα κάλεσον, καὶ παραίνεσον. Ἢ οὐχ ὁρᾷς πῶς αἰσχρὸν πρᾶγµα γυναῖκα τύπτεσθαι; Οἱ γοῦν µυρία κατὰ ἀνδρῶν νοµοθετήσαντες, καὶ καύσεις καὶ βασάνους, σπανιάκις γυναῖκα ἀνήρτησαν, ἀλλὰ µέχρι τοῦ ῥαπίσαι τὸν θυµὸνἱστῶσι Τοσαύτῃ δὲ κέχρηνται πρὸς τὴν φύσιν ταύτην αἰδοῖ, ὅτι οὐδὲ ἀναγκαίας χρείας οὔσης ἀνήρτησαν, καὶ µάλιστα ὅταν κύουσα τύχῃ. Αἰσχύνη γὰρ ἀνδρὶ γυναῖκα τύπτειν· εἰ δὲ ἀνδρὶ, πολλῷ µᾶλλον τῇ ὁµοφύλῳ. Ἀπὸ τούτων καὶ τοῖς ἀνδράσι γίνονται µισηταὶ αἱ γυναῖκες. Τί οὖν, φησὶν, ὅταν πορνεύῃ; Ζεῦξον ἀνδρὶ, περίελε τῆς πορνείας τὰς ὑποθέσεις, µὴ συγχώρει ὑπερµαζᾷν. Τί οὖν, ἂν κλέπτῃ; Φύλαττε καὶ παρατήρει; Ὢ τῆς ὑπερβολῆς! ἐγὼ ἔσοµαι φύλαξ, φησίν. Ὢ τῆς ἀνοίας! διὰ τί, παρακαλῶ, οὐκ ἔσῃ φύλαξ; οὐχὶ τῆς αὐτῆς σοι µετέχει ψυχῆς; οὐχὶ τῶν αὐτῶν ἠξίωται παρὰ τοῦ Θεοῦ; οὐ τῆς αὐτῆς ἀπολαύει τραπέζης; οὐ τῆς αὐτῆς σοι κοινωνεῖ εὐγενείας; Τί οὖν, ἂν ᾖ, φησὶ, λοίδορος καὶ λάλος καὶ µέθυσος; Πόσαι δέ εἰσιν ἐλεύθεραι τοιαῦται; Πάντα δὲ τὰ ἐλαττώµατα τῶν γυναικῶν φέρειν τοὺς ἄνδρας προσέταξεν ὁ Θεός. Μόνον µὴ ἔστω, φησὶ, πόρνη ἡ γυνὴ, καὶ πάντα τὰ λοιπὰ φέρε ἐλαττώµατα. Κἂν µέθυσος ᾖ, κἂν λοίδορος, κἂν λάλος, κἂν βάσκανος, κἂν πολυτελὴς, κἂν σπαθῶσα τὴν οὐσίαν, κοινωνὸν ἔχεις βίου· ῥυθµίζειν ἀνάγκην ἔχεις· διὰ τοῦτο κεφαλὴ εἶ σύ. Οὐκοῦν ῥύθµιζε, τὸ σαυτοῦ ποίει. Κἂν ἀδιόρθωτος µένῃ, κἂν κλέπτῃ, φύλαττε τὰ σά· µὴ ἐκείνην τοσοῦτον τιµωροῦ· ἂν λάλος ᾖ, ἐπιστόµιζε. Τοῦτο φιλοσοφίας ἐστὶ τῆς ἀνωτάτω. Νυνὶ δὲ εἰς τοσοῦτό τινες ἀτοπίας ἥκουσιν, ὡς ἀποκαλύπτειν τὴν κεφαλὴν, καὶ ἀπὸ τριχῶν σύρειν τὰς θεραπαινίδας.
15.4
Τί ἠρυθριάσατε πᾶσαι; Οὐ πρὸς πάσας ἡµῖν ὁ λόγος· ἀλλὰ πρὸς τὰς εἰς τὴν θηριωδίαν ἐξελκοµένας ταύτην. Γυνὴ ἀκατακάλυπτος µὴ ἔστω, φησὶν ὁ Παῦλος· σὺ δὲ ὅλως τὸ κρήδεµνον περιαιρεῖς; Ὁρᾷς πῶς σαυτὴν ὑβρίζεις; Ἂν µὲν οὖν γυµνῇ φανῇ σοι τῇ κεφαλῇ ἐκείνη, ὕβριν τὸ πρᾶγµα λέγεις· σὺ δὲ αὐτὴν γυµνοῦσα, οὐδὲν δεινὸν εἶναι φής; Εἶτά φησι· Τί, ἂν µὴ διορθῶται; Ῥάβδῳ καὶ πληγαῖς σωφρόνισον. Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώµατα, καὶ οὐ διορθοῦσαι; Ταῦτα ἡµῖν νῦν οὐχ ὑπὲρ ἐκείνων εἴρηται, ἀλλ' ὑπὲρ ὑµῶν τῶν ἐλευθέρων, ὥστε µηδὲν ἄσεµνον, µηδὲν αἰσχρὸν ποιεῖν, ὥστε µὴ βλάπτειν ἑαυτάς. Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινίδος, καὶ προσηνὴς ᾖς καὶ µὴ χαλεπὴ, πολλῷ µᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη. Εἰ γὰρ ἐξουσίας οὔσης µηδὲν τοιοῦτον ἐργαζοµένη δειχθῇς, πολλῷ µᾶλλον, ἔνθα τὸ κωλύον ἐστὶν, οὐδὲν ἐργάσῃ τοιοῦτον. Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία µέγιστα ὑµᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ. Ὧ γὰρ µέτρῳ µετρεῖτε, φησὶν, ἀντιµετρηθήσεται ὑµῖν. Θὲς τῷ στόµατι χαλινόν· κἂν ἐγγυµνασθῇς θεραπαινίδα χαλεπαίνουσαν φέρειν γενναίως, πρὸς τὴν ὁµότιµον οὐδὲ ὑβρίζουσαν δυσχερανεῖς· µὴ δυσχεραίνουσα δὲ, τὴν ἄκραν φιλοσοφίαν κατώρθωσας. Εἰσὶ δέ τινες, αἳ καὶ ὅρκους προστιθέασιν· οὐδὲν δὲ αἰσχρότερον τῆς οὕτω θυµουµένης. Τί οὖν, ἂν καλλωπίζηται, φησί; Τοῦτο κώλυσον, καὶ ἐγὼ σύµφηµι· κώλυσον δὲ, ἀπὸ σαυτῆς ἀρχοµένη, µὴ φόβῳ τοσοῦτον, ὅσον ὑποδείγµατι· ἔσο ἐν πᾶσιν ἀρχέτυπος εἰκών. Καὶ βλασφηµία, φησὶν, ἀρθήτω ἀφ' ὑµῶν. Ὅρα πῶς πρόεισι τὸ κακόν. Ἡ πικρία τὸν θυµὸν ἔτεκεν, ὁ θυµὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφηµίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφηµία λοιπὸν πληγὰς, αἱ πληγαὶ τραύµατα, τὰ τραύµατα θάνατον. Ἀλλ' οὐδὲν τούτων ἠθέλησε φθέγξασθαι Παῦλος, ἀλλ' ἢ τοῦτο µόνον, Ἀρθήτω σὺν πάσῃ κακίᾳ. Τί ἐστι, Σὺν πάσῃ κακίᾳ; Πᾶσα γὰρ κακία εἰς τοῦτο τελευτᾷ. Εἰσὶ γάρ τινες καθάπερ οἱ λαθροδῆκται τῶν κυνῶν, οἳ τοὺς µὲν προσιόντας οὐδὲν ὑλακτοῦσιν, οὐδὲ δυσχεραίνουσι· σαίνοντες δὲ καὶ προσηνὲς ἐπιδεικνύµενοι σχῆµα, ἀφυλάκτους λαβόντες, τοὺς ὀδόντας ἐνέπηξαν· οὗτοι χαλεπώτεροι τῶν ἐκ φανεροῦ τὴν ἔχθραν ἀναδεχοµένων. Ἐπεὶ οὖν καὶ ἄνθρωποί εἰσι κύνες, καὶ οὔτε κράζοντες, οὔτε ὀργιζόµενοι, οὔτε δυσχεραίνοντες ἀπειλοῦσι, λάθρα δὲ ῥάπτοντες δόλους, καὶκατασκευάζοντες µυρία κακὰ, καὶ δι' ἔργων ἀµυνόµενοι, καὶ τούτους ᾐνίξατο. Ἀρθήτω ἀφ' ὑµῶν, φησὶ, σὺν πάσῃ κακίᾳ. Μὴ ῥηµάτων µὲν φείδου, διὰ δὲ τῶν ἔργων ἀµύνου. Ἐγὼ διὰ τοῦτο τὴν γλῶσσαν ἐκόλασα, καὶ τὴν κραυγὴν αὐτῆς περιέκοψα, ἵνα µὴ τὸν πυρσὸν ἀνάψῃ σφοδρότερον· εἰ δὲ καὶ χωρὶς κραυγῆς τὰ αὐτὰ ποιεῖς, καὶ ἔνδον τρέφεις τὴν πυρὰν καὶ τοὺς ἄνθρακας, τί τὸ ὄφελος τῆς σιγῆς; Ἢ οὐκ οἶδας, ὅτι αἱ πυρκαϊαὶ µάλιστά εἰσι χαλεπώταται, αἵπερ ἂν ἔνδον τρεφόµεναι µὴ φαίνωνται τοῖς περιεστηκόσιν ἐκτός; καὶ τραύµατα, ἅπερ ἂν µὴ εἰς τὴν ἐπιφάνειαν ἐξανθήσῃ; καὶ πυρετοὶ ὅσοι τὰ ἐντόσθια καίου σιν; Οὕτω καὶ ὀργὴ αὕτη χαλεπωτέρα ἡ τὴν ψυχὴν ἐπινεµοµένη. Ἀλλὰ καὶ αὕτη ἀρθήτω, φησὶ, σὺν πάσῃ κακίᾳ, καὶ µικρᾷ καὶ µεγάλῃ. Πειθώµεθα τοίνυν αὐτῷ, καὶ πᾶσαν πικρίαν καὶ πᾶσαν κακίαν ἐξαίρωµεν, ἵνα µὴ λυπῶµεν τὸ Πνεῦµα τὸ ἅγιον. Ἀνέλωµεν πρόῤῥιζον τὴν πικρίαν, ἐκτέµωµεν αὐτήν· Οὐδὲν ἀγαθὸν ἀπὸ πικρᾶς γένοιτο ἂν ψυχῆς, οὐδὲν ὑγιὲς, πάντα συµφοραὶ, πάντα δάκρυα, πάντα θρῆνοι καὶ οἰµωγαί. Οὐχ ὁρᾶτε καὶ τῶν θηρίων ὅσα ἂν κράζῃ, πῶς ἀποστρεφόµεθα· οἷον τὸν λέοντα, τὴν ἄρκτον, ἀλλ' οὐχὶ τὸ πρόβατον; οὐ γάρ ἐστιν ἐκεῖ κραυγὴ, ἀλλὰ προσηνής τις φωνή. Καὶ τῶν ὀργάνων δὲ τῶν µουσικῶν, ὅσα µὲν ἂν κράζῃ, ἀηδέστερά ἐστι πρὸς τὸν φθόγγον, οἷον τύµπανα, σάλπιγγες· τὰ δὲ µὴ οὕτως, ἀλλὰ µαλάττοντα, ταῦτα ἡδέα, οἷον αὐλὸς καὶ κιθάρα καὶ σύριγγες. Οὕτως οὖν ἡµῶν τὴν ψυχὴν καταστήσωµεν, ὥστε µὴ κράζειν· καὶ οὕτω δυνησόµεθα καὶ τῆς ὀργῆς περιγενέσθαι· ταύτην δὲ ἐκκόψαντες, αὐτοὶ πρῶτοι τῆς γαλήνης ἀπολαύσοµεν, καὶ εἰς τὸν εὔδιον πλευσόµεθα λιµένα· οὗ γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.]

Intertext edge

Open linked passage

Note