Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 16 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
16.0
Πᾶσα πικρία καὶ θυµὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφηµία ἀρθήτω ἀφ' ὑµῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγ χνοι, χαριζόµενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ὑµῖν.
16.1
Οὐκ ἀρκεῖ κακίας ἀπαλλαγῆναι, εἰ δεῖ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀρετῶν ἐργασίας. Ἵνα µὲν γὰρ γεέννης ἀπαλλαγῶµεν, ἀπέχεσθαι δεῖ πονηρίας· ἵνα δὲ βασιλείας ἐπιτύχωµεν, ἀντέχεσθαι τῆς ἀρετῆς. Ἢ οὐκ ἴστε, ὅτι καὶ ἐν τοῖς ἔξωθεν δικαστηρίοις, ὅταν ἐξέτασις ᾖ τῶν εἰργασµένων, καὶ ἐκκλησιάζῃ πᾶσα ἡ πόλις, οὕτω γίνεται; Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος ἦν παλαιὸν, χρυσῷ στεφανοῦσθαι στεφάνῳ, οὐ τὸν µηδὲν κακὸν ἐργασάµενον τὴν πόλιν· τοῦτο γὰρ αὐτὸ πρὸς τὸ µὴ δοῦναι δίκην ἀπόχρη µόνον· ἀλλὰ τὸν µεγάλας εὐεργεσίας ἐπιδειξάµενον. Οὕτως ἐπὶ ταύτην ἐχρῆν ἄγεσθαι τὴν τιµήν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς µικροῦ δεῖν µε παρέλαθεν ὃ µάλιστα πρὸς ὑµᾶς ἀναγκαῖον ἦν εἰπεῖν. Τῆς γὰρ διαιρέσεως ταύτης τὸ πρῶτον ἀνατίθεµαι µέρος, µικρᾷ τινι ἐπιδιορθώσει χρησάµενος. Ἐπειδὴ γὰρ ἔφην, πρὸς τὸ µὴ περιπεσεῖν γεέννῃ ὅτι τῶν κακῶν ἡµῖν ἡ ἀναχώρησις ἀρκεῖ, µεταξύ µε λέγοντα ὑπεισῆλθέ τις ἀπειλὴ φοβερὰ, οὐ τοῖς κακόντι τολµήσασι τὴν τιµωρίαν ἐπάγουσα, ἀλλὰ τοὺς ἐλλελοιπότας τι τῶν ἀγαθῶν κολάζουσα. Τίς δὴ οὖν αὕτη ἐστί; Τῆς ἡµέρας, φησὶν, ἐπιστάσης τῆς φοβερᾶς, καὶ παραγενοµένης τῆς κυρίας, καθεσθεὶς ἐπὶ τοῦ βήµατος ὁ Κριτὴς, καὶ τὰ µὲν πρόβατα στήσας ἐκ δεξιῶν, τὰδὲ ἐρίφια ἐξ ἀριστερῶν, πρὸς µὲν τὰ πρόβατα ἔλεγε·∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ µοι φα γεῖν. Τοῦτο καλῶς· ἔδει γὰρ αὐτοὺς τῆς τοσαύτης φιλανθρωπίας ταυτὴν λαβεῖν τὴν ἀντίδοσιν· τὸ µέντοι τοὺς µὴ µεταδόντας τοῖς δεοµένοις ἐξ ὧν εἶχον αὐτοὶ, µὴ µέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννηςπαραπέµπεσθαι πυρὶ, ποῖον ἂν ἔχοι λόγον τοῦτο δή; Μάλιστα µὲν οὖν καὶ τοῦτο εὐπρόσωπον ἂν ἔχοι λόγον, οὐχ ἧττον ἢ ἐκεῖνο τὸ πρότερον.∆ ιὰ γὰρ τούτου παιδευόµεθα, ὅτι οἱ µὲν τὰ ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς οὐρανοῖς ἀπολαύσονται ἀγαθῶν· οἱ δὲ ἐγκληθῆναι µὲν οὐδὲν ἔχοντες κακὸν, ἐλλελοιπότες δέ τι τῶν ἀγαθῶν, µετὰ τῶν τὰ κακὰ ἐργασαµένων εἰς τὸ γεέννης ἀπαχθήσονται πῦρ. Εἰ µή τις ἐκεῖνο λέγοι, ὅτι καὶ τὸ ἀγαθὸν µὴ ποιῆσαι, κακίας µέρος ἐστίν· ἀργίας γὰρ τοῦτό ἐστιν, ἀργία δὲ κακίας µέρος· µᾶλλον δὲ οὐ µέρος, ἀλλὰ ὑπόθεσις καὶ ῥίζα πονηρά· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Μὴ τοίνυν ἀνοήτως ταύτας τὰς ἐρωτήσεις ἐρωτῶµεν, οἷον, ὁ µηδὲν πεποιηκὼς κακὸν, µηδὲν ἀγαθὸν, ποῖον δέξεται τόπον; Τὸ γὰρ µὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κακόν. Εἰπὲ γάρ µοι, εἴ τινα οἰκέτην ἔχοις, µήτε κλέπτοντα, µήτε ὑβρίζοντα, µήτε ἀντιλέγοντα, ἀλλὰ καὶ µέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήµενονδὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρὰ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ µαστιγώσεις, οὐ στρεβλώσεις αὐτόν; Ναὶ, φησί· καὶ µὴν οὐδὲν εἰργάσατο κακόν. Αὐτὸ µὲν οὖν τοῦτό ἐστι κακόν. Ἀλλ', εἰ δοκεῖ, ἀγάγωµεν καὶ ἐπὶ τὸν λοιπὸν βίον τὸν λόγον. Ἔστω τις γεωργὸς, καὶ µηδὲν λυµαινέσθω τοῖς ἡ µετέροις ὑπάρχουσι, µήτε ἐπιβουλευέτω, µήτε κλεπτέτω, µόνον δὲ τὰς αὑτοῦ χεῖρας δήσας, οἴκοικαθεζέσθω µήτε σπείρων, µὴτε αὔλακα τέµνων, µήτε βοῦς ὑποζευγνὺς, µήτε ἄµπελον θεραπεύων, µήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολά σοµεν τὸν τοιοῦτον; Καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχοµεν ἐγκαλεῖν αὐτῷ τι· ἀλλ' αὐτῷ µὲν οὖν τούτῳ ἠδίκησεν· ἀδικεῖ γὰρ κοινῷ λόγῳ, τὴν παρ' ἑαυτοῦ συντέλειαν µὴ παρεχόµενος. Τί δὲ, εἰπέ µοι; ἂν τῶν δηµιουργῶν ἕκαστος καὶ χειροτεχνῶν τὸν µὲν ἑτερότεχνον, ἀλλὰ µηδὲ τὸν ὁµότεχνον βλάπτῃ µηδὲν, ἀργῇ δὲ µόνον, οὐχὶ ἀπόλωλεν ἅπας ὑµῖν ὁβίος οὕτω καὶ διέφθαρται; Βούλει καὶ ἐπὶ τοῦ σώµατος τὸν λόγον ἑλκύσωµεν; Οὐκοῦν ἡ χεὶρ µὴ πληττέτω τὴν κεφαλὴν, µηδὲ ἐκκοπτέτω τὴν γλῶσσαν, µηδὲ ἐξορυττέτω τὸν ὀφθαλµὸν, µηδὲ ἄλλο τι τοιοῦτον ἐργαζέσθω κακόν· µόνον δὲ ἀργὴ µενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν µὴ πληρούτω τῷ παντὶ σώµατι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀργοῦσαν, καὶ παντὶ λυµαινοµένην τῷ σώµατι; Τί δέ; ἂν τὸ στόµα µὴ κατεσθίῃ τὴν χεῖρα, µηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ πάντα ἐλλείπῃ, οὐ βέλτιον ἐµπεφράχθαι µᾶλλον; Εἰ τοίνυν καὶ ἐπὶ τῶν οἰκετῶν, καὶ ἐπὶ τῶν δηµιουργῶν, καὶ ἐπὶ τοῦ σώµατος παντὸς ἀδικία µεγάλη, οὐ µόνον τὸ κακόν τι πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶνἀγαθῶν ἔλλειψις, πολλῷ µᾶλλον ἐπὶ τοῦ σώµατος τοῦ Χριστοῦ τοῦτο γένοιτ' ἄν.
16.2
∆ ιὰ τοῦτο καὶ ὁ µακάριος Παῦλος ἀπάγων ἡµᾶς τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετήν. Τί γὰρ ὄφελος, εἰπέ µοι, τὰς ἀκάνθας ἐκκοπῆναι πάσας, ἂν τὰ χρηστὰ µὴ καταβάληται σπέρµατα; Εἰς γὰρ τὴν αὐτὴν περιστήσεται πάλιν ζηµίαν ἡµῖν ὁ πόνος µείνας ἀτελής.∆ ιά τοι τοῦτο καὶ ὁ Παῦλος σφόδρα κηδόµενος ἡµῶν, οὐ µέχρι τῆς τῶν κακῶν ἐκκοπῆς καὶ ἀναιρέσεως ἵστησι τὰ παραγγέλµατα, ἀλλὰ καὶ ταχὺ τῶνἀγαθῶν τὴν καταφύτευσιν ἐπιδείκνυσθαι προτρέπει. Εἰπὼν γὰρ, Πᾶσα πικρία καὶ θυµὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφηµία ἀρθήτω ἀφ' ὑµῶν σὺν πάσῃ κακίᾳ, ἐπήγαγε· Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόµενοι ἑαυτοῖς. Ἕξεις γάρ εἰσιν αὗται καὶ διαθέσεις. Καὶ οὐκ ἀρκεῖ ἡ τῆς ἑτέρας ἀπαλλαγὴ εἰς τὴν τῆς ἑτέρας ἡµᾶς ἕξιν καταστῆσαι πάλιν, ἀλλὰ δεῖ πάλιν κινήσεώς τινος, καὶ ὁρµῆς οὐκ ἐλάττονος τῆς ἐντῇ φυγῇ τῶν κακῶν, ὥστε γενέσθαι ἐν τῇ κτήσει τῶν ἀγαθῶν. Καὶ ἐπὶ τοῦ σώµατος ὁ µέλας ἂν ἀπαλλαγῇ τῆς ποιότητος ταύτης, οὐκ εὐθέως γίνεται λευκός. Μᾶλλον δὲ µὴ ἐπὶ τῶν φυσικῶν τὸν λόγον γυµνάσωµεν, ἀλλ' ἐπὶ τῶν κατὰ προαίρεσιν τὸ παράδειγµα παραγάγωµεν. Ὁ µὴ ἐχθρὸς οὐ πάντως φίλος ἐστὶν, ἀλλ' ἔστι τι µέσον, ὃ µήτε ἔχθρας, µήτε φιλίας ἐστὶν, ἐν ᾧ µάλιστα οἱ πλείους τῶν ἀνθρώπων καθεστήκασι πρὸς ἡµᾶς. Ὁ µὴ δακρύων, οὐ πάντως καὶ γελᾷ, ἀλλ' ἔστι µέση κατάστασις. Οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ὁ µὴ πικρὸς πάντως χρηστὸς, οὐδὲ ὁ µὴ θυµώδης πάντως εὔσπλαγχνος· ἀλλὰ δεῖ πάλιν ἑτέρας σπουδῆς, ὥστε κτήσασθαι τοῦτο τὸ καλόν. Καὶ θέα πῶς κατὰ νόµον ἀρίστης γεωργίας ὁ µακάριος Παῦλος τὴν ἐµπιστευθεῖσαν αὐτῷ γῆν παρὰ τοῦ Γεωργοῦ διακαθαίρει τε καὶ ἐργάζεται. Ἀνεῖλε τὰ νόθα σπέρµατα, παρακαλεῖ λοιπὸν, ὥστε κατασχεῖν τὰ γνήσια φυτά. Γίνεσθε χρηστοὶ, φησίν. Ἂν γὰρ τῶν ἀκανθῶν ἀνασπασθεισῶν µένῃ ἡ χώρα ἀργοῦσα, ἀνονήτους πάλιν οἴσει βοτάνας.∆ ιὸ τὴν σχολὴν αὐτῆς καὶ τὴν ἀργίαν προκαταλαµβάνειν δεῖ τῇ τῶν ἀγαθῶν σπερµάτων τε καὶ φυτῶν καταβολῇ. Ἀνεῖλεν ὀργὴν, ἔθηκε χρηστότητα· ἀνεῖλε πικρίαν, ἔθηκεν εὐσπλαγχνίαν· ἐξέτεµε κακίαν καὶ βλασφηµίαν, ἐφύτευσε συγγνώµην· τὸ γὰρ, Χαριζόµενοι ἑαυτοῖς, τοῦτό ἐστι. Συγγνωµικοὶ, φησὶ, γίνεσθε. Μείζων γὰρ αὕτη ἡ χάρις τῆς ἐν τοῖς χρήµασιν. Ὁ µὲν γὰρ χρήµατα ἀφιεὶς τῷ δανεισαµένῳ παρ' αὐτοῦ, καινὸν µὲν ἐργάζεται ἔργον καὶ θαυµαστὸν, πλὴν ἀλλὰ µέχρι τοῦ σώµατος ἡ χάρις, εἰ καὶ ἑαυτῷτὴν ἀµοιβὴν ἐν τοῖς πνευµατικοῖς καὶ τοῖς κατὰ ψυχὴν ἀποδίδωσι δώροις· ὁ δὲ ἁµαρτήµατα χαρισάµενος, τήν τε ψυχὴν ὠφέλησε τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνου τοῦ τῆς συγγνώµης τυχόντος· οὐ γὰρ ἑαυτὸν µόνον τούτῳ τῷ τρόπῳ, ἀλλὰ κἀκεῖνον ἐπιεικέστερον ἐποίησεν. Οὐ γὰρ οὕτως ἐπεξερχόµενοι τοῖς ἠδικηκόσιν ἡµᾶς, ὡς συγχωροῦντες δάκνοµεν αὐτῶν τὰς ψυχὰς, ἐντρέποντες καὶ δυσωποῦντες. Ἐκείνως µὲν γὰρ οὔτε ἡµᾶς αὐτοὺς, οὔτε ἐκείνους ὠνήσαµεν, ἀλλ' ἀµφοτέρους ἐβλάψαµεν, αὐτοί τε τὸ ἀνταπόδοµα διώξαντες κατὰ τοὺς παρὰἸουδαίοις ἄρχοντας, καὶ τὸν ἐν ἐκείνοις ἐκκαύσαντες θυµόν· ἂν δὲ ἐπιεικείᾳ τὴν ἀδικίαν ἀµειψώµεθα, πᾶσαν αὐτοῦ τὴν ὀργὴν ἐκλύσαντες, ἐκαθίσαµεν παρ' αὐτῷ δικαστήριον ἡµῖν φέρον τὰς ψήφους, καταδικάζον αὐτὸν χαλεπώτερον ἢ ἡµεῖς. Καταγνώσεται γὰρ αὑτοῦ καὶ καταψηφιεῖται, καὶ πᾶσαν ζητήσει πρόφασιν, δι' ἧς ἀποτίσει τὸ δανεισθὲν τῆς µακροθυµίας µέρος µετὰ πλείονος τοῦµέτρου, εἰδὼς ἂν µὲν τὸ ἴσον ἀποδῷ, καὶ οὕτως ἠλάττωται, τῷ µὴ αὐτὸς ἄρξασθαι, ἀλλὰ τῷ παρ' ἡµῶν τὸ ὑπόδειγµα λαβεῖν ἔλαττον φέρων. Σπουδάσει τοίνυν ὑπερβαλέσθαι τῷ µέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτερος ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέµεινε, τῇ τῆς ἀντιδόσεωςὑπερβολῇ κατακρύψῃ, καὶ τὴν ἀπὸ τοῦ χρόνου γενοµένην αὐτῷ ἐλάττωσιν τοῦ προτέρου παθόντος κακῶς, ταύτην ἀπὸ τῆς καθ' ὑπερβολὴν ἐπιεικείαςκοινὴν ἐργάσηται. Οἱ γὰρ ἄνθρωποι, ὅταν εὐγνώµονες ὦσιν, οὐχ οὕτως ἐπὶ τοῖς κακοῖς, ὡς ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἂν εὖ πάσχωσι παρὰ τῶν ἠδικηµένων, στένουσι. Τὸ µὲν γὰρ κακίας, τὸ δὲ καὶ ὀνείδους καὶ γέλωτος µεστὸν, τὸν εὖ παθόντα µὴ ἀντευποιεῖν. Τοῦτο µὲν γὰρ ἔπαινον ἔχει καὶ κρότους παρὰ πάντων καὶ εὐφηµίας, τὸ κακῶς παθόντα µὴ ἀντεπεξελθεῖν.∆ ιὰ τοῦτο µάλιστα τούτῳ δάκνονται. Ὥστε, εἰ βούλει ἀµύνασθαι, τούτῳ ἀµύνου τῷ τρόπῳ· κακοῖς ἀγαθὰ ἀνταπόδος, ἵνα αὐτὸν καὶ ὀφειλέτην καταστήσῃς, καὶ νικήσῃς νίκην θαυµαστήν. Ἔπαθες κακῶς; Ποίησον καλῶς, οὕτως ἀµύνου τὸν ἐχθρόν. Ἂν µὲν γὰρ ἐπεξέλθῃς, ὁµοίως καὶ σὲ κἀκεῖνον ἅπαντες µέµφονται· ἂν δὲ ἐνέγκῃς, ἑτέρως σε µὲν κροτήσουσι καὶ θαυµάσονται, ἐκεῖνον δὲ κατηγορήσουσι.
16.3
Τί δὲ ἐχθρῷ γένοιτο ἂν µεῖζον τοῦ τὸν ἐχθρὸν ἰδεῖν παρὰ πάντων θαυµαζόµενον καὶ κροτούµενον; τί ἐχθρῷ πικρότερον τοῦ ἑαυτὸν θεάσασθαι παρὰ πάντων ὑβριζόµενον ἐπ' ὄψεσι τοῦ ἐχθροῦ; Ἐὰν αὐτὸν ἀµύνῃ, καὶ κατεγνώσθης ἴσως, καὶ σὺ µόνος ἠµύνω· ἂν δὲ ἀφῇς, ἀντὶ σοῦ πάντες ἀµυνοῦνται αὐτόν· ὅπερ τοῦ παθεῖν κακῶς χαλεπώτερον, τὸ τὸν ἐχθρὸν τοσούτους τοὺς ἀµύνοντας ἔχειν. Ἂν ἀνοίξῃς σὺ τὸ στόµα, ἐκεῖνοι σιγήσονται· ἂν δὲ σιγήσῃς, οὐκέτι ἑνὶ στόµατι, ἀλλὰ µυρίοις τοῖς τῶν ἄλλων αὐτὸν βάλλεις, καὶ µᾶλλον ἀµύνῃ. Καὶ σοὶ µὲν ὑβρίζοντι πολλοὶ καὶ ἐγκαλοῦσιν· ἐροῦσι γὰρ τοῦ πάθους εἶναι τὰ ῥήµατα· ὅταν δὲ ὁ µηδὲν ἠδικηµένος οὕτως αὐτὸν πλύνῃ ταῖς ὕβρεσι, τότε µάλιστα καθαρὰ πάσης ὑποψίας ἡ ἄµυνα. Ὅταν γὰρ οἱ µηδὲν παθόντες δεινὸν, διὰ τὴν ὑπερβολὴν τῆς σῆς ἐπιεικείας ὡς ἠδικηµένοι συναλγῶσι καὶ συµπάσχωσι, πάσης ὑποψίας καθαρὰ αὕτηἡ ἐκδικία. Τί οὖν, ἂν µηδεὶς ἀµύνηται; φησίν. Οὐκ ἔστιν εἶναι λιθίνους ἀνθρώπους, ὡς τοσαύτην φιλοσοφίαν ὁρῶντας µὴ θαυµάσαι· κἂν µὴ τότε ἀµύνωσιν, ὕστερον ὅµως ἐν καταστάσει γενόµενοι, τοῦτο ἐργάσονται, σκώπτοντες ἐκεῖνον καὶ λοιδοροῦντες. Κἂν ἕτερος δὲ µηδεὶς θαυµάσῃ, αὐτός σε ἐκεῖνος πάντως θαυµάσεται, κἂν µὴ λέγῃ. Ἡ γὰρ τοῦ καλοῦ κρίσις ἡµῖν, κἂν εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἔλθωµεν, ἀδέκαστος καθέστηκεν, οὐ παρακλινοµένη. Ἢ διὰ τί τὸν Κύριον ἡµῶν οἴει τὸν Χριστὸν ταῦτα λέγειν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; οὐκ ἐπειδὴ ὅσῳ ἐάν τις µακρόθυµος γένηται, τοσούτῳ µᾶλλον καὶ ἑαυτὸν κἀκεῖνον ὠφέλησεν ὠφέλειαν τὴν µεγίστην;∆ ιὰ τοῦτο στρέφειν καὶ τὴν ἄλλην προσέταξεν, ἵνα ἐµπλήσῃ τὴν ἐπιθυµίαν τοῦ θυµουµένου. Τίς γὰρ οὕτω θηρίον ἐστὶν, ὡς µὴ ἐντραπῆναι λοιπόν; Οἱ κύνες λέγονται τοῦτο ποιεῖν· κἂν γὰρ ὑλακτήσωσι, καὶ ἐπέλθωσί τινι, ὁ δὲ ὕπτιον ῥίψας ἑαυτὸν µηδὲν ἐργάσηται, τὸν θυµὸν ἅπαντα ἔσβεσεν. Εἰ τοίνυν ἐκεῖνοι τὸν παθεῖν παρ' αὐτοῖς κακῶς ἕτοιµον δυσωποῦνται, πολλῷ µᾶλλον τὸ τῶν ἀνθρώπων γένος λογικώτερον. Ἀλλὰ γὰρ ἄξιον τὸ µικρὸν ἔµπροσθεν εἰς µνήµην ἐλθὸν, καὶ εἰς µαρτυρίαν ἑλκυσθὲν, µὴ παριδεῖν. Τί δὴ τοῦτό ἐστιν; Ἐλέγοµεν περὶ τῶν Ἰουδαίων καὶ τῶν ἀρχόντων τῶν παρ' αὐτοῖς, ὅτι ἐνεκαλοῦντο ὡς διώκοντες ἀνταπόδοµα, καίτοι τοῦτο ὁ νόµος αὐτοῖς ἐπέτρεπεν· Ὀφθαλµὸν ἀντὶ ὀφθαλµοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἀλλ' οὐχ ἵνα τοὺς ἀλλήλων ἐξορύττωσιν ὀφθαλµοὺς, ἀλλ' ἵνα φόβῳ τοῦ παθεῖν τὴν τοῦ ποιεῖνἄδειαν ἐπισχόντες, µήτε ἐργάζωνταί τι κακὸν ἑτέρους, µήτε πάσχωσιν αὐτοὶ παρ' ἑτέρων.∆ ιὰ τοῦτο εἶπεν· Ὀφθαλµὸν ἀντὶ ὀφθαλµοῦ, ἵνα τὰς ἐκείνου δήσῃ χεῖρας, οὐχ ἵνα τὰς σὰς ἀντεξαγάγῃ, οὐχ ἵνα τῶν σῶν ὀφθαλµῶν ἀπείρξῃ τὴν βλάβην µόνον, ἀλλ' ἵνακαὶ τοὺς ἐκείνου διατηρήσῃ σώους. Ἀλλ' ὅπερ ἐζήτουν, τίνος ἕνεκεν συγκεχωρηµένης ἀµύνης ἐνεκαλοῦντο οἱ τῷ πράγµατι κεχρηµένοι; τί ποτε τοῦτό ἐστι; Τὸ µνησίκακον ἐνταῦθά φησιν. Εὐθέως µὲν γὰρ τὸν παθόντα δρᾶσαι συγχωρεῖ, ὅπερ ἔφην, κατέχων ἐκεῖνον· µνησικακεῖν δὲ οὐκέτι ἀφίησιν· οὐκέτι γὰρ τὸ πρᾶγµά ἐστι τοῦ θυµοῦ, οὐδὲ τῆς ζεούσης ὀργῆς, ἀλλὰ πονηρίας µεµελετηµένης. Συγγινώσκει δὲ ὁ Θεὸς τοῖς ἀπὸ τῆς ἐπηρείας ἴσως συναρπασθεῖσι, καὶ ἐπὶ τὴν ἄµυναν ὡρµηκόσι· διὸ λέγει, Ὀφθαλµὸν ἀντὶ ὀφθαλµοῦ· καὶ πάλιν, Ὁδοὶ µνησικάκων εἰς θάνατον. Εἰ δὲ ἔνθα ὀφθαλµὸν ἀντὶ ὀφθαλµοῦ πηροῦν ἐξῆν, τοσαύτη κεῖται τιµωρία τοῖς µνησικάκοις, πόσῳ µᾶλλον τοῖς καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ παθεῖνκακῶς κελευσθεῖσι; Μὴ τοίνυν ὦµεν µνησίκακοι, ἀλλὰ σβέσωµεν τὴν ὀργὴν, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶµεν. Ὧ γὰρ µέτρῳ µετρεῖτε, φησὶν, ἀντιµετρηθήσεται ὑµῖν, καὶ ἐν ᾧ κρίµατι κρίνετε, κριθήσεσθε. Τινώµεθα οὖν περὶ τοὺς ὁµοδούλους φιλάνθρωποι, συµπαθεῖς, ὅπως ἂν καὶ τὰς ἐν τῷ παρόντι βίῳ διαφύγωµεν παγίδας, καὶ κατὰ τὴν µέλλουσαν ἡµέραντῆς παρ' αὐτοῦ τύχωµεν συγγνώµης, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note