Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 17 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
17.0
Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόµενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑµῖν. Γίνεσθε οὖν µιµη ταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπα τεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡµᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶνπροσ φορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσµὴν εὐωδίας.
17.1
Τὰ παρελθόντα τῶν µελλόντων πλείονα ἔχει τὴν ἰσχὺν, καὶ δοκεῖ θαυµαστότερα εἶναι καὶ πιστότερα.∆ ιὸ καὶ ὁ Παῦλος ἀπὸ τῶν ὑπηργµένων ἤδη ποιεῖται τὴν παράκλησιν· ἐκεῖνα µὲν γὰρ τοῦ Χριστοῦ ἕνεκεν µείζονα ἔχει τὴν ἰσχύν. Τὸ γὰρ εἰπεῖν, Ἄφες, καὶ ἀφεθήσεταί σοι, κἂν µὴ ἀφῆτε, οὐ µὴ ἀφεθήσεται ὑµῖν, πρὸς µὲν φιλοσόφους ἄνδρας λεγόµενον καὶ τοῖς µέλλουσιπιστεύοντας, µέγα δύναται· ὁ δὲ Παῦλος οὐκ ἀπὸ τούτων ἐντρέπει µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπηργµένων. Ἐκείνῳ µὲν γὰρ ἔστι κόλασιν φυγεῖν, τούτῳ δὲ ἀγαθοῦ τινος µετασχεῖν. Τὸν Χριστὸν, φησὶ, µιµῇ. Ἀρκεῖ τοῦτο µόνον εἰς παράκλησιν ἀρετῆς, τὸ τὸν Θεὸν µιµεῖσθαι· τοῦτο µεῖζον ἐκείνου, ὅτι Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ γὰρ ἁπλῶς, ὅτι τὸν Θεὸν µιµούµεθα, εἶπεν, ἀλλ' ὅτι ἐν οἷς αὐτοὶ εὖ πάσχοµεν, πατέρων σπλάγχνα πρὸς ἀλλήλους ἡµᾶς ἔχειν βούλεται· σπλάγχνα γὰρ ταῦτα λέγεται ἡ φιλανθρωπία καὶ οἱ οἰκτιρµοί. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἀνθρώπους ὄντας µήτε λυπεῖν µήτε λυπεῖσθαι, δεύτερον εὗρε φάρµακον, ὥστε ἀλλήλοις χαρίζεσθαι· Χαριζόµενοι, φησὶν, ἑαυτοῖς. Καίτοι οὐδὲν ἴσον· σὺ µὲν γὰρ ἂν χαρίσῃ, πάλιν σοι χαριεῖται ἐκεῖνος, Θεῷ δὲ οὐδὲν ἐχαρίσω. Καὶ σὺ µὲν τῷ ὁµοδούλῳ, ὁ δὲ Θεὸς τῷ δούλῳ καὶ τῷ ἐχθρῷ καὶ τῷ µισοῦντι αὐτόν. Καθὼς καὶ ὁ Θεὸς, φησὶν, ἐν Χριστῷ ἐχαρίσατο ἡµῖν. Μέγα καὶ τοῦτο ἔχει αἴνιγµα· ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ µετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. Ἵνα γάρ σοι συγγνῷ, τὸν Υἱὸν ἔθυσε· σὺ δὲ πολλάκις καὶ ἀκίνδυνον καὶ ἀδάπανον ὁρῶν τὴν συγχώρησιν, οὐ ποιῇ. Γίνεσθε οὖν µιµηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡµᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρἡµῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσµὴν εὐωδίας. Ἵνα µὴ νοµίσῃς ἀνάγκης εἶναι τὸ πρᾶγµα, ἄκουσον πῶς οὐχ ἁπλῶς, ἀλλ' ὅτι Ἑαυτὸν παρέδωκεν, εἶπεν· ὡσεὶ ἔλεγεν· Ἐχθρὸν ὄντα σε ὁ∆ εσπότης ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον· µᾶλλον δὲ οὐδὲ οὕτω δυνήσῃ, πλὴν ἀλλ' ὡς δύνασαι. Βαβαί! τί ταύτης τῆς φωνῆς µακαριώτερον γένοιτ' ἄν; Κἂν βασιλείαν εἴπῃς, κἂν ὁτιοῦν, οὐδὲν ἴσον. Τὸν Θεὸν µιµῇ, τῷ Θεῷ ἐξοµοιοῦσαι, ὅταν συγχωρήσῃς ἐκείνῳ. Μᾶλλον ἁµαρτήµατα δεῖ συγχωρεῖν, ἢ χρήµατα. Χρήµατα µὲν γὰρ ἐὰν συγχωρήσῃς, οὐκ ἐµιµήσω τὸν Θεόν· ἁµαρτήµατα δὲ ἐὰν συγχωρήσῃς, τὸν Θεὸν µιµῇ. Πλὴν πῶς δυνήσῃ λέγειν, Πένης εἰµὶ, καὶ οὐ δύναµαι συγχωρῆσαι, ὅταν καὶ ἃ δύνασαι συγχωρῆσαι, µὴ συγχωρήσῃς, καὶ ἐνταῦθα ζηµίαν ἡγῇ, οὐχὶπλοῦτον µᾶλλον, οὐχὶ περιουσίαν, οὐχὶ εὐπορίαν; Γίνεσθε οὖν µιµηταὶ τοῦ Θεοῦ. Ἰδοὺ καὶ ἄλλη παράκλησις εὐγενεστέρα. Ὡς τέκνα ἀγαπητὰ, φησίν. Ἔχετε καὶ ἄλλην ἀνάγκην τοῦ µιµεῖσθαι αὐτὸν, οὐ τῷ παθεῖν εὖ µόνον, ἀλλὰ καὶ τῷ τέκνα γενέσθαι. Ὡς τέκνα ἀγαπητά. Ἐπειδὴ γὰρ οὐ πάντες υἱοὶ τοὺς πατέρας µιµοῦνται, ἀλλ' οἱ ἀγαπητοὶ, διὰ τοῦτό φησιν· Ὡς τέκνα ἀγαπητά. Περιπατεῖτε ἐν ἀγάπῃ. Ἰδοὺ πάντων ἡ ὑπόθεσις· οὐκοῦν ταύτης οὔσης, οὐ θυµὸς, οὐκ ὀργὴ, οὐ κραυγὴ, οὐ βλασφηµία, ἀλλὰ πάντα ἀνῄρηται.∆ ιὸ ὕστερον τὸ κεφάλαιον τίθησι. Πόθεν ἐγένου τέκνον; Ἐπειδὴ συνεχωρήθη σοι. Ἀπὸ τῆς ὑποθέσεως, ἀφ' ἧς τοσαύτης ἠξιώθης τιµῆς, ἀπὸ τῆς αὐτῆς καὶ τῷ πλησίον συγχώρησον. Εἰπὲ δή µοι, εἴ τίς σε δεσµώτην ὄντα, καὶ µυρίων ὑπεύθυνον κακῶν, ἤγαγεν ἐπὶ τὰ βασίλεια· µᾶλλον δὲ τοῦτο ἀφῶµεν· εἴ τίς σε πυρέττοντα καὶ ψυχοῤῥαγοῦντα ὠφέλησε φαρµάκῳ τινὶ, ἆρα οὐκ ἂν αὐτὸν πάντων προὐτίµησας, καὶ αὐτὸ τοὔνοµα τοῦ φαρµάκου; Εἰ γὰρ καιροὺς καὶ τόπους, δι' ὧν ὠφελούµεθα, οὕτως ἔχοµεν ὡς τὰς ἑαυτῶν ψυχὰς, πολλῷ µᾶλλον αὐτὰ τὰ πράγµατα. Ἐραστὴς ἔσο τῆς ἀγάπης· δι' αὐτῆς γὰρ ἐσώθης, δι' αὐτῆς υἱὸς γέγονας· κἂν ἕτερον δυνηθῇς σῶσαι, οὐχὶ τῷ αὐτῷ χρήσῃ φαρµάκῳ, καὶ παραινέσεις πᾶσι τὸ, Ἄφετε, ἵνα ἀφεθῇ ὑµῖν; Εὐγνωµόνων ψυχῶν τοῦτο, τὸ οὕτω προτρέπεσθαι, καὶ ἐλευθέρων καὶ εὐγενῶν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡµᾶς, φησί. Σὺ τῶν φίλων φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν· οὐκοῦν πολλῷ µεῖζον τὸ παρὰ τοῦ∆ εσπότου γινόµενον. Τὸ γὰρ, Καθὼς, πῶς σώζεται; Ἦ δῆλον ὅτι, ἐὰν τοὺς ἐχθροὺς εὖ ποιῶµεν. Καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσµὴν εὐωδίας. Ὁρᾷς τὸ ὑπὲρ ἐχθρῶν παθεῖν, ὅτι ὀσµὴ εὐωδίας ἐστὶ, καὶ θυσία εὐπρόσδεκτος; Κἂν ἀποθάνῃς, τότε ἔσῃ θυσία· τοῦτο µιµήσασθαί ἐστι τὸν Θεόν. Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία, µηδὲ ὀνοµαζέσθω ἐν ὑµῖν, καθὼς πρέπει ἁγίοις. Εἶπε περὶ τοῦ πικροῦ πάθους τοῦ θυµοῦ· ἦλθεν ἐπὶ τὸ ἧττον κακόν. Ὅτι γὰρ ἧττον κακὸν ἡ ἐπιθυµία, ἄκουε καὶ ἐν τῷ νόµῳ Μωϋσέως λέγοντος πρῶτον, Οὐ φονεύσεις, ὅπερ ἐστὶ τοῦ θυµοῦ, καὶ τότε, Οὐ µοιχεύσεις, ὅπερἐστὶ τῆς ἐπιθυµίας. Καθάπερ γὰρ ἡ πικρία καὶ ἡ κραυγὴ καὶ πᾶσα κακία καὶ βλασφηµία, καὶ ὅσα τοιαῦτα, τοῦ θυµώδους ἐστίν· οὕτω καὶ τοῦ ἐπιθυµητικοῦ πορνεία, ἀκαθαρσία, πλεονεξία· τῷ γὰρ αὐτῷ χρηµάτων ἐρῶµεν, καὶ σωµάτων. Ἀλλ' ὥσπερ ἐκεῖ τὴν κραυγὴν περιεῖλεν, ὄχηµα οὖσαν τῆς ὀργῆς, οὕτω νῦν τὴν αἰσχρολογίαν καὶ εὐτραπελίαν ὄχηµα οὖσαν τῆς πορνείας. Καὶ αἰσχρότης γὰρ, φησὶ, καὶ µωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ µᾶλλον εὐχαριστία. Μὴ εἴπῃς ἀστεῖα µηδ' αἰσχρὰ, µηδὲ πράξῃς, καὶ κατασβέσεις τὴν φλόγα. Μηδὲ ὀνοµαζέσθω, φησὶν, ἐν ὑµῖν· τουτέστι, µηδαµοῦ µηδὲ φαινέσθω. Τοῦτο καὶ Κορινθίοις γράφων ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑµῖν πορνεία. Τουτέστι, Πάντες καθαροὶ γένεσθε. Οἱ γὰρ λόγοι τῶν πραγµάτων εἰσὶν ὁδοί. Εἶτα ἵνα µὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν ἐκκόπτων, ἐπήγαγε καὶ τὴν αἰτίαν, εἰπὼν, Τὰ µὴ ἀνήκοντα, τὰ οὐδὲν πρὸς ἡµᾶς, φησὶν, ἀλλὰ µᾶλλον εὐχαριστία.
17.2
Τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; Γέλωτα ἐκίνησας µόνον. Εἰπέ µοι, ὁ σκυτοτόµος ἐργάσεταί τί ποτε τῶν οὐκ ἀνηκόντων εἰς τὴν αὑτοῦ τέχνην; ἢ κτήσεταί τι τοιοῦτον ὄργανον; Οὐδαµῶς· τὰ γὰρ οὐκ ἐν χρείᾳ οὐδὲν πρὸς ἡµᾶς. Μηδεὶς ἔστω λόγος ἀργός· ἀπὸ γὰρ τοῦ ἀργοῦ καὶ εἰς ἀτόπους καταπίπτοµεν. Οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους, θλίψεων καὶ ὀδυρµῶν· σὺ δὲ εὐτραπελεύῃ; Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελθὼν, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον, ἀστεῖα φθέγγεται; Ἐφέστηκεν ὁ διάβολος, περιέρχεται ὠρυόµενος τοῦ ἁρπάσαι, πάντα κινεῖ καὶ πάντα στρέφει κατὰ τῆς σῆς κεφαλῆς, καὶ µηχανᾶται τῆς καλιᾶς σεἐκβαλεῖν, τρίζει τοὺς ὀδόντας, βρυχᾶται, πῦρ πνεῖ κατὰ τῆς σωτηρίας τῆς σῆς· καὶ σὺ κάθησαι ἀστεῖα λέγων, καὶ µωρολογῶν, καὶ τὰ µὴ ἀνήκοντα φθεγγόµενος; οὐκοῦν καλῶς αὐτοῦ περιγενέσθαι δυνήσῃ; Παίζοµεν, ἀγαπητοί. Βούλει µαθεῖν τῶν ἁγίων τὴν διαγωγήν; ἄκουε Παύλου λέγοντος· Τριετίαν νύκτα καὶ ἡµέραν οὐκ ἐπαυσάµην µετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑµῶν. Εἰ δὲ ὑπὲρ Μιλησίων καὶ Ἐφεσίων τοσαύτῃ ἐχρήσατο σπουδῇ, οὐχὶ ἀστεῖα λέγων, ἀλλὰ µετὰ δακρύων τὴν νουθεσίαν εἰσφέρων, τί περὶ τῶν ἄλλων εἴποιτις ἄν; Ἄκουε δὲ καὶ Κορινθίοις τί φησιν· Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν διὰ πολλῶν δακρύων· καὶ πάλιν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦµαι; Ἄκουε δὲ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, καὶ καθ' ἑκάστην ἡµέραν, ὡς εἰπεῖν, ἐξελθεῖν ἐκ τοῦ κόσµου ἐπιθυµοῦντος· Καὶ γὰρ ἡµεῖς οἱ ὄντες ἐν τῷ σκήνει, στενάζοµεν. Σὺ δὲ γελᾷς καὶ παίζεις; πολέµου καιρὸς, καὶ σὺ τὰ τῶν χορευόντων µεταχειρίζῃ; Οὐχ ὁρᾷς τῶν πολεµούντων τὰ πρόσωπα, πῶς εἰσι σκυθρωπὰ, πῶς συνηγµένα, ὀφρὺς γὰρ παρ' αὐτοῖς φοβερὰ καὶ φρίκης γέµουσα. Ὁρᾷς ὄµµα αὐστηρὸν, καρδίαν διεγηγερµένην καὶ πηδῶσαν καὶ ἀλλοµένην, συνηγµένον νοῦν, τρέµοντα καὶ ἀγωνιῶντα, πολλὴν τὴν εὐταξίαν, πολλὴντὴν εὐρυθµίαν, πολλὴν τὴν σιγὴν ἐν τοῖς στρατοπέδοις· οὐ λέγω, ὥστε αἰσχρὸν ῥῆµα µὴ εἰπεῖν, ἀλλὰ µηδὲ ἁπλῶς φθέγξασθαι. Εἰ γὰρ πρὸς αἰσθητοὺς ἔχοντες πολεµίους ἐκεῖνοι, καὶ οὐδὲν ἀπὸ λόγων βλαπτόµενοι, τοσαύτῃ κέχρηνται σιγῇ, σὺ, ὁ καὶ ἐν λόγοις ἔχων τὸνπόλεµον, καὶ τὸ πλέον τοῦ πολέµου, τοῦτό σοι τὸ µέρος ἐᾷς γυµνόν; ἢ ἀγνοεῖς, ὅτι τὰ πλείονα ἐντεῦθεν ἐπιβουλευόµεθα; Παίζεις καὶ τρυφᾷς, καὶ ἀστεῖα λέγεις, καὶ γέλωτα κινεῖς, καὶ οὐδὲν ἡγῇ τὸ πρᾶγµα; πόσαι ἀπὸ ἀστειολογιῶν ἐπιορκίαι, πόσαι βλάβαι, πόσαι αἰσχρολογίαι! Ἀλλ' οὐ τοιαῦτά ἐστι τὰ ἀστεῖα, φησίν. Ἀλλ' ἄκουε ὅτι πᾶσαν εὐτραπελίαν ἐξέβαλε. Πολέµου καιρὸς νῦν καὶ µάχης, ἀγρυπνίας καὶ φυλακῆς, ὁπλίσεως καὶ παρατάξεως· οὐδένα τόπον ἐνταῦθα ὁ τοῦ γέλωτος ἂν ἔχοι καιρός· τοῦ γὰρ κόσµου οὗτός ἐστιν. Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὁ κόσµος χαρήσεται, ὑµεῖς δὲ λυπηθήσεσθε. Ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ δὲ γελᾷς; ἐκεῖνος ἐῤῥαπίσθη, καὶ τοσαῦτα ἔπαθε διὰ τὴν σὴν συµφορὰν καὶ τὸν καταλαβόντα σε χειµῶνα· σὺ δὲ τρυφᾷς; Καὶ πῶς οὐ µᾶλλον αὐτὸν παροξύνεις; Ἀλλ' ἐπειδή τισιν ἀδιάφορον εἶναι τὸ πρᾶγµα δοκεῖ, ὃ καὶ δυσφύλακτόν ἐστι, φέρε, µικρὰ περὶ τούτου διαλεχθῶµεν, ὅσον ἐστὶ κακὸν διδάξαντες. Καὶ γὰρ τοῦτο τοῦ διαβόλου ἔργον ἐστὶ, τὸ ποιεῖν τῶν ἀδιαφόρων καταφρονεῖν. Πρῶτον µὲν οὖν εἰ καὶ ἀδιάφορον ἦν, οὐδὲ οὕτως ἐχρῆν αὐτοῦ καταφρονεῖν, εἰδότα ὅτι τὰ µεγάλα ἀπὸ τούτου τίκτεται κακὰ καὶ αὔξεται, καὶ εἰςπορνείαν τελευτᾷ πολλάκις· ὅτι δὲ οὐδὲ ἀδιάφορόν ἐστιν, ἐκεῖθεν δῆλον. Ἴδωµεν οὖν πόθεν τίκτεται· µᾶλλον δὲ ἴδωµεν ὁποῖον εἶναι δεῖ τὸν ἅγιον, ἥµερον, πρᾶον, πενθοῦντα, θρηνοῦντα, τεθλιµµένον. Ὁ τοίνυν τὰ εὐτράπελα λέγων, οὐχ ἅγιος· κἂν Ἕλλην ᾖ, καταγέλαστος ὁ τοιοῦτος· τοῖς ἐν τῇ σκηνῇ ταῦτα ἐφεῖται µόνοις. Ἔνθα αἰσχρότης, ἐκεῖ καὶ εὐτραπελία. Ἔνθα γέλως ἄκαιρος, ἐκεῖ καὶ εὐτραπελία. Ἄκουε τοῦ Προφήτου λέγοντος·∆ ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόµῳ. Ἡ εὐτραπελία µαλακὴν ποιεῖ τὴν ψυχὴν, ῥᾴθυµον, ἀναπεπτωκυῖαν· αὕτη καὶ ὕβρεις πολλάκις ὤδινε, καὶ πολέµους ποιεῖ.
17.3
Τί δέ; ὅλως οὐχὶ ἐν ἀνδράσι γέγονας; Οὐκοῦν κατάργησον τὰ τοῦ νηπίου. Ἀλλὰ τὸν µὲν οἰκέτην τὸν σὸν ἐν ἀγορᾷ οὐκ ἀξιοῖς εἰπεῖν τι τῶν ἀσυµφόρων· σὺ δὲ τοῦ Θεοῦ λέγων οἰκέτης εἶναι, ἐν ἀγορᾷ ἀστεῖα φθέγγῃ; Ἀγαπητὸν τὴν νήφουσαν ψυχὴν µὴ κλαπῆναι· τὴν δὲ διακεχυµένην τίς οὐχ αἱρήσει; αὐτὴ ἑαυτῇ περιπαρήσεται, καὶ οὐ δεήσεται τῆς τοῦ διαβόλου ἐπιβουλῆς καὶ ἐπηρείας. Ἵνα δὲ καὶ µάθῃς, ὅρα καὶ αὐτὸ τοὔνοµα· εὐτράπελος λέγεται ὁ ποικίλος, ὁ παντοδαπὸς, ὁ ἄστατος, ὁ εὔκολος, ὁ πάντα γινόµενος· τοῦτο δὲ πόῤῥω τῶν τῇ πέτρᾳ δουλευόντων. Ταχέως τρέπεται ὁ τοιοῦτος καὶ µεθίσταται· δεῖ γὰρ αὐτὸν καὶ σχῆµα καὶ ῥῆµα καὶ γέλωτα καὶ βάδισιν καὶ πάντα µιµεῖσθαι· καὶ σκώµµατα δὲ ἐπινοεῖν χρὴ τὸν τοιοῦτον· δεῖ γὰρ αὐτῷ καὶ τούτου. Πόῤῥω δὲ τοῦτο Χριστιανοῦ, τὸ κωµῳδεῖν. Καὶ ἀνάγκη τὸν εὐτραπελευόµενον ἔχθρας ἀναδέχεσθαι περιττὰς τῶν εἰκῇ σκωπτοµένων, ἄν τε παρῶσιν, ἄν τε ἀπόντες ἀκούσωσιν. Εἰ καλὸν τὸ πρᾶγµα, τί τοῖς µίµοις ἀφίεται; Μῖµος γίνῃ, καὶ οὐκ αἰσχύνῃ;∆ ιὰ τί ταῖς ἐλευθέραις ὑµῶν οὐκ ἐπιτρέπετε τοῦτο ποιεῖν; οὐχὶ ἤθους τίθεσθε ἀσέµνου, καὶ οὐ σώφρονος τὸ πρᾶγµα; Μεγάλα κακὰ ἐνψυχῇ εὐτραπελευοµένῃ οἰκεῖ, µεγάλη διάχυσις καὶ ἐρηµία· κέχηνεν ἡ ἁρµονία, σεσάθρωται ἡ οἰκοδοµὴ, ὁ φόβος ἐξώρισται, εὐλάβεια ἀπέστη. Γλῶσσαν ἔχεις, οὐχ ἵνα ἕτερον κωµῳδήσῃς, ἀλλ' ἵνα εὐχαριστήσῃς τῷ Θεῷ. Οὐχ ὁρᾷς τοὺς λεγοµένους γελωτοποιοὺς, τοὺς κόρδακας; οὗτοί εἰσιν οἱ εὐτράπελοι. Ἐξορίσατε, παρακαλῶ, τῶν ὑµετέρων ψυχῶν τὴν ἄχαριν ταύτην χάριν· παρασίτων τὸ πρᾶγµα, µίµων, ὀρχηστῶν, γυναικῶν πορνῶν· πόῤῥω ψυχῆς ἐλευθέρας, πόῤῥω εὐγενοῦς, καὶ δούλων πόῤῥω. Εἴ τις ἄτιµος, εἴ τις αἰσχρὸς, οὗτος καὶ εὐτράπελος. Πολλοῖς δὲ καὶ ἀρετὴ τὸ πρᾶγµα εἶναι δοκεῖ· καὶ γὰρ τοῦτο πένθους ἄξιον. Ὥσπερ ἡ ἐπιθυµία κατὰ µικρὸν εἰς πορνείαν ἐξώκειλεν· οὕτω καὶ τὸ εὐτράπελον ἐπίχαρι εἶναι δοκεῖ, οὐδὲν δὲ τούτου ἄχαρι µᾶλλον. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Πρὸ βροντῆς κατασπεύδει ἀστραπὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Οὐδὲν δὲ τοῦ εὐτραπέλου ἀναισχυντότερον. Ὥστε οὐ χάριτος αὐτοῦ γέµει τὸ στόµα, ἀλλ' ὀδύνης. Ἐξορίσωµεν τοῦτο τὸ ἔθος τῶν τραπεζῶν. Εἰσὶ δέ τινες, οἳ καὶ τοὺς πένητας τοῦτο διδάσκουσιν. Ὢ τῆς ἀτοπίας! τοὺς ἐν θλίψεσιν εὐτραπελεύεσθαι ποιοῦσι. Ποῦ γὰρ οὐκ ἔστι τοῦτο τὸ νόσηµα λοιπόν; Ἤδη καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσῆκται, ἤδη καὶ τῶν Γραφῶν ἥψατο. Εἴπω τι ἵνα δείξω τὴν ὑπερβολὴν τοῦ κακοῦ; Αἰσχύνοµαι µὲν, πλὴν ἀλλ' ὅµως ἐρῶ· βούλοµαι γὰρ δεῖξαι οἷ προῆλθε τὸ κακὸν, ἵνα µὴ δόξω µικρολογεῖν καὶ περὶ µικροῦ τινος ὑµῖν διαλέγεσθαι, ἵνα κἂν οὕτως ἀποστῆσαι δυνηθῶ τῆςπλάνης ὑµᾶς. Καὶ µή µέ τις οἰέσθω πλάττειν, ἀλλ' ἅπερ ἤκουσα ἐρῶ. Ἔτυχέ τις ὢν παρά τινι τῶν ἐπὶ γνώσει µέγα φρονούντων· καὶ οἶδα µὲν γέλωτα κινήσων, πλὴν ἀλλ' ὅµως ἐρῶ· καὶ τοῦ πίνακος παρατεθέντος, ἔλεγε·∆ ράξασθε, παιδία, µή ποτε ὀργισθῇ κοιλία. Καὶ πάλιν ἕτεροί φασιν· Οὐαί σοι, µαµµωνᾶ, καὶ τῷ µὴ ἔχοντί σε. Καὶ πολλὰ τοιαῦτα ἄτοπα ἡ εὐτραπελία ἐπεισήγαγεν, ὡς ὅταν λέγωσιν· Ἄρτι οὐκ ἔστι γένεσις; Καὶ τοῦτο λέγω τοῦ αἰσχροῦ ἤθους δεικνύων τὴν ἀτοπίαν· ψυχῆς γὰρ ἐρήµου εὐλαβείας ταυτὶ τὰ ῥήµατα. Ἆρ' οὐχὶ σκηπτῶν ἄξια ταῦτα; Καὶ πολλὰ ἀπὸ τούτων καὶ ἕτερα τοιαῦτα λεγόµενα εὕροι τις ἄν.∆ ιὸ, παρακαλῶ, πάντοθεν τοῦτο ἐξορίσαντες τὸ ἔθος, ἐκεῖνα φθεγγώµεθα, ἃ ἡµῖν ἁρµόττει· καὶ µὴ τὰ ἅγια στόµατα τὰ τῶν ἀτίµων καὶ αἰσχρῶν φθεγγέσθω ῥήµατα. Τίς γὰρ µετοχὴ δικαιοσύνῃ καὶ ἀνοµίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Ἀγαπητὸν γὰρ, πάντων τῶν ἀτόπων ἑαυτοὺς ἀποστήσαντας, δυνηθῆναι τῶν ἐπηγγελµένων τυχεῖν ἀγαθῶν, µήτι γε τοσαῦτα ἐπισυροµένους, καὶ τὸἀκριβὲς τῆς διανοίας διὰ τῶν τοσούτων λυµαινοµένους. Ὁ γὰρ εὐτραπελευόµενος κακήγορος ἔσται ταχέως· ὁ δὲ κακήγορος καὶ µυρία ἑαυτῷ ἐπισωρεύει ἕτερα κακά. Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθµίσαντες, καὶ ὑποζεύξαντες τῷ λογισµῷ, καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυµίαν, καὶ τὸν θυµὸν, οὕτως ἐπιστήσωµεν τὸν νοῦν ἡνίοχον, ἵνα καὶ τὸ βραβεῖον λάβωµεν τῆς ἄνω κλήσεως· οὗ γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note