Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
18.0
Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλο λάτρης, οὐκ ἔχει κληρονοµίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑµᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
18.1
Ἦσαν, ὡς ἔοικε, τινὲς καὶ ἐπὶ τῶν προγόνων τῶν ἡµετέρων οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ τοῦ Ἰεζεκιὴλ εἰρηµένον εἰς ἔργον ἄγοντες, µᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, οἱ δρακὸς κριθῶν ἐκφαυλίζοντες τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ· ὃ δὴ καὶ νῦν οἶµαι παρά τινων γίνεσθαι. Ὅταν οὖν εἴπωµεν, ὅτι ὁ µωρὸν καλέσας τὸν ἀδελφὸν, εἰς γέενναν ἀπέρχεται, ἄλλοι φασί· Ναὶ, ὁ µωρὸν καλέσας τὸν ἀδελφὸν εἰς γέενναν ἀπέρχεται; Οὐχὶ, φησί· καὶ ὅταν εἴπωµεν, ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ τοῦτο πάλιν ἐκφαυλίζουσι, λέγοντες ὑπερβολῆς εἶναι τὸ ῥῆµα· καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐξευτελίζουσι. Τούτους οὖν αἰνιττόµενος ὁ µακάριος Παῦλος, καὶ τότε ἔγραφεν Ἐφεσίοις, οὕτω λέγων· Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονοµίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Εἶτα ἐπάγει· Μηδεὶς ὑµᾶς ἀπατάτω κενοῖς λόγοις. Κενοί εἰσιν οὗτοι οἱ λόγοι, οἱ πρὸς καιρὸν χάριν ἔχοντες, καὶ οὐδαµῶς ἐπὶ τῶν ἔργων δεικνύµενοι· ἀπάτη γὰρ τὸ πρᾶγµά ἐστι.∆ ιὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.∆ ιὰ τὴν πορνείαν, φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή εἰσιν ἀπατεῶνες. Υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς, τοὺς αὐτῷ ἀπειθοῦντας καλεῖ. Μὴ οὖν γίνεσθε συµµέτοχοι αὐτῶν. Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅρα πῶς συνετῶς προέτρεψε· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους, καὶ µηδένα ἀδικεῖτε· εἶτα πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· Ἦτε γάρ ποτε σκότος, φησὶ, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; καὶ ἀναµιµνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, Ἐννοήσαντες τί ἦτέ ποτε ὑµεῖς, καὶ τί γεγόνατε νῦν, µὴ παλινδροµῆτε πρὸς τὴν προτέραν κακίαν, µηδὲ ἐνυβρίζητε τοῦ Θεοῦ τὴν χάριν. Ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑµετέρας, φησὶν, ἀρετῆς, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑµῖν ὑπῆρξε· τουτέστι, Καὶ ὑµεῖς τῶν αὐτῶν ἄξιοι ἦτέ ποτε, ἀλλ' οὐκέτι. Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δή ἐστι, Τέκνα φωτὸς, ἐπάγει ἑξῆς· Ὁ γὰρ καρπὸς τοῦ Πνεύµατος ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθείᾳ.∆ οκιµάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Ἐν πάσῃ, φησὶν, ἀγαθωσύνῃ. Τοῦτο πρὸς τοὺς ὀργιζοµένους, πρὸς τοὺς πικρούς· Καὶ δικαιοσύνῃ· τοῦτο πρὸς τοὺς πλεονεκτοῦντας· Καὶ ἀληθείᾳ· τοῦτο πρὸς τὴν ψευδῆ ἡδονήν. Οὐκ ἐκεῖνα ἃ εἶπον, φησὶν, ἀλλὰ τὰ ἐναντία. Ἐν πάσῃ. Τουτέστι, καρπὸν δεῖ πνευµατικὸν ἐπιδείκνυσθαι ἐν πᾶσι.∆ οκιµάζοντες τί ἐστι τὸ εὐάρεστον τῷ Κυρίῳ. Ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Καὶ µὴ συγκοινωνεῖτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, µᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόµενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόµενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Εἶπεν, ὅτι Φῶς ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν σκότει γινόµενα. Ὥστε ἂν ἦτε ὑµεῖς, φησὶν, ἐνάρετοι καὶ θαυµαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί. Καθάπερ γὰρ λύχνου κειµένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ἐπεισέλθοι· οὕτω τοῦ φωτὸς ὑµῶν λάµποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόµενοι. Ἄρα διελέγχειν δεῖ. Πῶς οὖν φησι, Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε; Ἐλέγχειν εἶπεν, οὐ κατακρίνειν, τουτέστι, παιδεύειν· καὶ, Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε, περὶ τῶν ἐλαχίστων ἁµαρτηµάτων εἶπεν. Ἀµέλει καὶ ἐπήγαγε· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλµῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλµῷ δοκὸν οὐ κατανοεῖς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ τραῦµα, ἕως ἂν ἐµφωλεύῃ καλυπτόµενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεµιᾶς ἀπολαύει τῆς ἐπιµελείας· οὕτω καὶ ἁµαρτία, ἕως µὲν ἂν κρύπτηται, καθάπερ ἐν σκότῳ µετὰ ἀδείας τολµᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὐτὴ ἡ ἁµαρτία· πῶς γάρ; ἀλλ' ὁ ἐργασάµενος. Ὅταν γὰρ εἰς µέσον ἐνεχθῇ, ὅταν νουθετηθῇ, ὅταν µετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ, οὐχὶ ἐξεκάθαρας αὐτοῦ τὸ σκότος; οὐχὶ τότε ἐθεράπευσας αὐτοῦ τὸ τραῦµα; οὐχὶ τὴν ἀκαρπίαν ἐξεκαλέσω πρὸς καρπόν; Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο, ὅτι Ὁ µὲν ὑµέτερος βίος φανερὸς ὢν, φῶς ἐστιν· οὐδεὶς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόµενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται.∆ ιὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Καθεύδοντα καὶ νεκρὸν, τὸν ἐν ἁµαρτίαις φησί· καὶ γὰρ δυσωδίας πνεῖ, ὡς ὁ νεκρὸς, καὶ ἀνενέργητός ἐστιν, ὡς ὁ καθεύδων, καὶ οὐδὲν ὁρᾷ, ὡς ἐκεῖνος, ἀλλ' ὀνειρώττει καὶ φαντάζεται. Οἱ µὲν, Ἐπιψαύσεις, φασὶ, τοῦ Χριστοῦ· οἱ δὲ, Ἐπιφαύσει σοι ὁ Χριστός· µᾶλλον δὲ τοῦτό ἐστι. Ἀπόστηθι τῆς ἁµαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν. Ὁ γὰρ τὰ φαῦλα πράσσων, µισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν µὴ πράττων, ἔρχεται.
18.2
Ἀλλ' οὐ περὶ τῶν ἀπίστων τοῦτο µόνον φησί· πολλοὶ γὰρ τῶν πιστῶν οὐδὲν ἧττον τῶν ἀπίστων τῆς κακίας ἔχονται· εἰσὶ δὲ, οἳ καὶ πολλῷ µᾶλλον.∆ ιὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Πρὸς τούτους ἁρµόζει καὶ τοῦτο εἰπεῖν· Ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Εἰ τοίνυν οὐκ ἔστι νεκρῶν, ζήσωµεν. Τινὲς δὲ ὑπερβολὴν εἶναί φασι τὸ, Ὁ πλεονέκτης εἰδωλολάτρης ἐστίν. Ἀλλ' οὐκ ἔστιν ὑπερβολῆς τὸ ῥῆµα, ἀλλὰ ἀληθείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἀφίσταται ἀπὸ τοῦ Θεοῦ ὁ πλεονέκτης, καθάπερ ὁ εἰδωλολάτρης. Καὶ ἵνα µὴ νοµίσῃς ἁπλῶς εἰρῆσθαι, ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ µαµµωνᾷ. Οἱ µαµµωνᾷ δουλεύοντες, ἐξέβαλον ἑαυτοὺς τῆς τοῦ Θεοῦ δουλείας· οἱ δὲ ἀρνησάµενοι αὐτοῦ τὴν δεσποτείαν, καὶ χρυσῷ δουλεύοντες ἀψύχῳ, εὔδηλον ὅτι εἰδωλολάτραι εἰσίν. Ἀλλ' οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωµὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ οἶνον ἐπέσπεισα, ἀλλ' εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινατῷ µονογενεῖ τοῦ Θεοῦ Παιδὶ, καὶ µυστηρίων µετέχω, καὶ εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν προσῆκε τὸν Χριστιανόν. Πῶς οὖν, φησὶν, εἴδωλα προσκυνῶ; Τοῦτο µὲν οὖν αὐτὸ καὶ τὸ θαυµαστότατόν ἐστιν, ὅτι πεῖραν λαβὼν καὶ γευσάµενος τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ ἰδὼν ὅτι χρηστὸς ὁ Κύριος, τὸνµὲν χρηστὸν εἴασας, τὸν δὲ ὠµὸν τύραννον κατεδέξω, καὶ προσποιῇ µὲν τούτῳ δουλεύειν, τῇ δὲ ἀληθείᾳ τῷ σκληρῷ ζυγῷ καὶ χαλεπῷ τῆς φιλαργυρίαςσαυτὸν ὑπέβαλες. Οὔπω µοι σὸν εἶπας κατόρθωµα, ἀλλὰ τὰ δῶρα τοῦ∆ εσπότου. Εἰπὲ γάρ µοι, παρακαλῶ, τὸν στρατιώτην πόθεν κρίνοµεν; ὅταν δορυφορῇ τὸν βασιλέα καὶ παρ' αὐτοῦ τρέφηται καὶ καλῆται αὐτοῦ, ἢ ὅταν τὰ ἐκείνου οὐ φρονῇ, ἀλλὰ προσποιῆται µὲν εἶναι µετ' ἐκείνου καὶ τὰἐκείνου θεραπεύειν, τὰ δὲ τῶν πολεµίων πράγµατα αἱρῇ; Εὔδηλον ὅτι τὸν βασιλέα δορυφορῶν.∆ ιὰ τοῦτο καὶ χαλεπωτέρας κολάσεως ἄξιος, ἢ τῆς τοῦ βασιλέως δουλείας ἑαυτὸν ἀποῤῥήξας, καὶ τοῖς ἐχθροῖς προστεθείς. Καὶ σὺ τοίνυν ὑβρίζεις τὸν Θεὸν καθάπερ εἰδωλολάτρης, οὐχ ἑνὶ στόµατι τῷ σῷ, ἀλλὰ µυρίοις τοῖς ἠδικηµένοις. Ἀλλ' εἰδωλολάτρης, φησὶν, οὐκ ἔστιν. Ὅταν οὖν λέγωσιν οἱ Ἕλληνες, Ὁ Χριστιανὸςὁ πλεονέκτης, τότε οὐκ αὐτὸς µόνος ὑβρίζει δι' ὧν πράττει, ἀλλὰ καὶ τοὺς ἠδικηµένους ἀναγκάζειπολλάκις τοῦτο λέγειν· εἰ δὲ µὴ λέγουσι, τοῦτο τῆς ἐκείνων εὐλαβείας λογιστέον. Ἢ οὐχ ὁρῶµεν τὰ πράγµατα οὕτω γινόµενα; Ὁ εἰδωλολάτρης, τί ἄλλο; ἢ οὐχὶ καὶ αὐτὸς πάθη προσκυνεῖ πολλάκις, µὴ τοῦ πάθους κρατῶν; Οἷόν τι λέγω· Ὅταν εἴπωµεν, ὅτι εἴδωλα προσκυνεῖ, Οὒ, φησὶν, ἀλλὰ τὴν Ἀφροδίτην, ἀλλὰ τὸν Ἄρην. Κἂν εἴπωµεν, Τίς αὕτη ἡ Ἀφροδίτη; οἱ σεµνότεροι αὐτῶν φασιν· Ἡ ἡδονή· Καὶ τίς ὁ Ἄρης; Ὁ θυµός. Οὕτω καὶ σὺτὸν µαµµωνᾶν. Ἂν εἴπωµεν, Τίς ὁ µαµµωνᾶς; Ἡ πλεονεξία. Καὶ σὺ ταύτην προσκυνεῖς; Οὐ προσκυνῶ, φησί.∆ ιὰ τί; ὅτι οὐ κάµπτεις σαυτόν; Ἀλλὰ νῦν πολλῷ µᾶλλον προσκυνεῖς διὰ τῶν ἔργων καὶ τῶν πραγµάτων· αὕτη γὰρ µείζων ἡ προσκύνησις. Καὶ ἵνα µάθῃς, θέα ἐπὶ τοῦ Θεοῦ, τίνες µᾶλλον αὐτὸν προσκυνοῦσιν, οἱ ἁπλῶς ἑστῶτες ἐν ταῖς προσευχαῖς, ἢ οἱ τὸ θέληµα αὐτοῦ ποιοῦντες; Εὔδηλον ὅτι οὗτοι. Οὕτω καὶ οἱ ἐπὶ τοῦ µαµµωνᾶ, οἱ τὸ θέληµα αὐτοῦ ποιοῦντες, µᾶλλον αὐτὸν προσκυνοῦσι. Καίτοι ἐκεῖνοι τὰ πάθη προσκυνοῦντες, πολλάκις ἐκτός εἰσι τῶν παθῶν· ἴδοι γὰρ ἄν τις τὸν τοῦ Ἄρεος θεραπευτὴν, τοῦ θυµοῦ κρατοῦντα πολλάκις· ἐπὶ δὲ σοῦ οὐκέτι τοῦτο, ἀλλὰ τῷ πάθει καταδουλοῖς σαυτόν. Ἀλλ' οὐ σφάζεις πρόβατα; Ἀλλ' ἀνθρώπους, καὶ ψυχὰς λογικὰς, τὰς µὲν λιµῷ, τὰς δὲ βλασφηµίαις. Οὐδὲν ταύτης τῆς θυσίας βακχικώτερον. Τίς εἶδε ψυχὰς σφαζοµένας ποτέ; Ἐπάρατος ὁ τῆς πλεονεξίας βωµός. Παρὰ γὰρ τοῦτον τῶν εἰδώλων ἂν ἔλθῃς βωµὸν, ὄψει αἰγείων καὶ βοείων αἱµάτων ὄζοντα· παρὰ δὲ τὸν τῆς πλεονεξίας βωµὸν ἂν ἔλθῃς, αἱµάτων ἀνθρωπίνων ὄψει χαλεπὸν ἀποπνέοντα· ἂν παραστῇς ἐνταῦθα, οὐ θεάσῃ πτερὰ καιόµενα ὀρνίθων, οὐδὲ κνίσσαν καὶ καπνὸν ἀναδιδόµενον, ἀλλὰ σώµατα ἀνθρώπων ἀπολλύµενα. Οἱ µὲν γὰρ εἰς κρηµνοὺς ἑαυτοὺς ἔῤῥιψαν, οἱ δὲ βρόχον ἧψαν, οἱ δὲ ξίφος διήλασαν διὰ τοῦ λαιµοῦ. Εἶδες θυσίας ὠµὰς καὶ ἀπανθρώπους; Βούλει τούτων χαλεπωτέρας ἰδεῖν; Ἐγώ σοι δείξω, οὐκέτι σώµατα ἀνθρώπων, ἀλλὰ καὶ ψυχὰς ἀνθρώπων κατασφαττοµένας ἐκεῖ. Καὶ γὰρ ἔστι ψυχὴν σφάττεσθαι σφαγῇ τῇ προσηκούσῃ ψυχῇ· ὥσπερ γάρ ἐστι σώµατος θάνατος, οὕτω καὶ ψυχῆς· Ψυχὴ γὰρ ἡ ἁµαρτάνουσα, φησὶν, αὐτὴ καὶ ἀποθανεῖται. Οὐ τοιοῦτος, οἷος ὁ τοῦ σώµατος θάνατος, ἀλλὰ πολλῷ χαλεπώτερος ὁ τῆς ψυχῆς. Οὗτος µὲν γὰρ ὁ σωµατικὸς θάνατος διαλύσας ἀπ' ἀλλήλων τὴν ψυχὴν καὶ τὸ σῶµα, τὸ µὲν πολλῶν φροντίδων καὶ πόνων ἀνέπαυσε, τὴν δὲ εἰςφανερὸν χῶρον παρέπεµψεν· εἶτα τῷ χρόνῳ διαλυθὲν καὶ ἀποῤῥεῦσαν, πάλιν συνάγεται µετὰ ἀφθαρσίας, καὶ τὴν οἰκείαν ἀπολαµβάνει ψυχήν.
18.3
Οὗτος µὲν οὖν τοιοῦτος· ὁ δὲ τῆς ψυχῆς φρικτὸς καὶ φοβερός. Οὐ γὰρ ἐὰν διαλυθῇ, καθάπερ τὸ σῶµα αὐτὴν παραπέµπει, ἀλλὰ καταδεθεῖσαν πάλιν ἀφθάρτῳ σώµατι, εἰς τὸ πῦρ ἐµβιβάζει τὸ ἄσβεστον. Οὗτος τοίνυν ἐστὶν ὁ ψυχῆς θάνατος. Ὥσπερ οὖν ἐστι ψυχῆς θάνατος, οὕτω καὶ σφαγὴ ψυχῆς. Τί σώµατος σφαγή; Τὸ νεκρωθῆναι, καὶ τῆς ἐνεργείας ἀποῤῥαγῆναι τῆς κατὰ ψυχήν. Τί ἐστι ψυχῆς σφαγή; Καὶ αὐτὸ νέκρωσις. Τί δὲ νέκρωσις ψυχῆς; Ὥσπερ γὰρ τὸ σῶµα τότε νεκροῦται, ὅταν ἔρηµον αὐτὸ καταλίπῃ τῆς οἰκείας ἐνεργείας ἡ ψυχή· οὕτω καὶ ἡ ψυχὴ τότε νεκροῦται, ὅταν ἔρηµον αὐτὴν καταλίπῃ τῆς οἰκείας ἐνεργείας τὸ Πνεῦµα τὸ ἅγιον. Αὗται µάλιστα αἱ σφαγαὶ παρὰ τῷ βωµῷ τῆς πλεονεξίας εἰσίν· οὐ κορέννυνται, οὐδὲ ἵστανται µέχρι τοῦ αἵµατος τῶν ἀνθρώπων, ἀλλ' ἂν µὴ καὶ τὴν ψυχὴν αὐτὴν καταθύσῃ, οὐκ ἐµπίπλαται ὁ τῆς πλεονεξίας βωµὸς, ἂνµὴ ἀµφοτέρων τὰς ψυχὰς δέξηται, τοῦ τε θύοντος, τοῦ τε θυοµένου. Τὸν γὰρ θύοντα πρῶτον ἀνάγκη τυθῆναι, καὶ οὕτω θύει, καὶ ὁ νεκρὸς θύει τὸν τέως ζῶντα. Ὅταν γὰρ εἴπῃ βλάσφηµα, ὅταν λοιδορῆται, ὅταν δυσχεραίνῃ, οὐχὶ αἱ πληγαὶ αὗται τῆς ψυχῆς εἰσιν ἀνίατοι; Εἶδες ὅτι οὐχ ὑπερβολῆς τὸ ῥῆµά ἐστι; Βούλει καὶ ἕτερον ἀκοῦσαι, καὶ µαθεῖν πῶς εἰδωλολατρεία ἡ πλεονεξία, καὶ χαλεπώτερον εἰδωλολατρείας; Οἱ εἰδωλολάτραι τοῖς τοῦ Θεοῦ κτίσµασι προσκυνοῦσι· Καὶ ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· σὺ δὲ τῷ κτίσµατι τῷ σαυτοῦ προσκυνεῖς. Ὁ γὰρ Θεὸς πλεονεξίαν οὐκ ἐδηµιούργησεν, ἀλλ' ἡ τῆς σῆς ἀπληστίας ἐπεξεῦρεν ἀµετρία. Καὶ θέα µανίαν καὶ γέλωτα. Οἱ τὰ εἴδωλα προσκυνοῦντες, καὶ τιµῶσιν αὐτὰ ἃ προσ κυνοῦσι· κἂν εἴπῃ τις κακῶς, κἂν λοιδορήσηται, προΐστανται· σὺ δὲ καθάπερ ὑπό τινος µέθης πρᾶγµα προσκυνεῖς, ὃ οὐ µόνον κατηγορίας οὐκ ἀπήλλακται, ἀλλὰ καὶ ἀσεβείας ἐστὶ µεστόν. Ὥστε µᾶλλον αὐτῶν χείριστος εἶ· οὐ γὰρ ἂν ἔχοις ἀπολογίαν εἰπεῖν, ὅτι οὐ κακόν. Εἰ καὶ τὰ µάλιστα κἀκεῖνοί εἰσιν ἀναπολόγητοι, ἀλλὰ σὺ πολλῷ µᾶλλον µυριάκις πλεονεξίας κατηγορῶν, καὶ τοὺς θεραπεύοντας αὐτὴν καὶ δουλεύονταςκαὶ πειθοµένους ἅπαντας κακίζων. Εἰ δὲ βούλεσθε, ἐξετάσωµεν πόθεν ἐπεισῆλθεν ἡ εἰδωλολατρεία. Λέγει τις σοφὸς ἀνὴρ, ὅτι πλούσιός τις ἄνθρωπος ἀώρῳ πένθει τρυχόµενος υἱοῦ, καὶ παραµυθίαν οὐδεµίαν ἔχων τοῦ πένθους, ταύτῃ παραµυθούµενοςτὸ πάθος, εἰκόνα ἄψυχον τοῦ τετελευτηκότος ποιήσας, καὶ διὰ παντὸς εἰς αὐτὴν ἐνορῶν, ἐδόκει τὸν ἀπελθόντα ἔχειν διὰ τῆς εἰκόνος. Κόλακες δέ τινες ἄνθρωποι, ὧν ὁ Θεὸς ἡ κοιλία, θεραπεύοντες εἰς τὴν ἐκείνου τιµὴν τὴν εἰκόνα, τὸ ἔθος εἰς εἰδωλολατρείαν προήγαγον. Οὐκοῦν ἀπὸ ἀσθενείας ἐπεισήχθη ψυχῆς, ἀπὸ συνηθείας ἀλόγου, ἀπὸ ἀµετρίας. Ἡ δὲ πλεονεξία οὐχ οὕτως· ἀπὸ ἀσθενοῦς µὲν γὰρ καὶ αὕτη ψυχῆς, πλὴν ἀλλ' ἀπὸ χείρονος· οὐκ ἀπέβαλέ τις υἱὸν, οὐδὲ πένθους παραµυθίαν ζητῶν, οὐδὲ ὑπὸ κολάκων ἐξελκόµενος· ἀλλὰ πῶς; Ἐγὼ πρὸς ὑµᾶς ἐρῶ. Ὁ Κάϊν τὸν Θεὸν ἐπλεονέκτησεν· ἃ γὰρ ἐκείνῳ δοθῆναι ἐχρῆν, παρ' ἑαυτῷ κατασχὼν, ἅπερ αὐτὸν ἔχειν ἔδει, ταῦτα ἐκείνῳ προσήνεγκε, καὶ τὸ κακὸν ἀπὸ τοῦ Θεοῦ ἤρξατο. Εἰ γὰρ ἡµεῖς τοῦ Θεοῦ ἐσµεν, πολλῷ µᾶλλον τὰ πρωτεῖα τῶν κτηµάτων τῶν ἡµετέρων. Πάλιν εἰς γυναῖκας ἀπὸ πλεονεξίας ἡ ὁρµὴ γέγονεν· Εἶδον τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐξεκυλίσθησαν πρὸς τὴν ἐπιθυµίαν· ἀπὸ τούτων πάλιν εἰς χρήµατα. Τὸ γὰρ πλέον ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτικοῖς, οὐδαµόθεν ἄλλοθεν γίνεται, ἀλλ' ἢ ἐκ τοῦ ψυγῆναι τὴν ἀγάπην· τὸ πλέον ἔχειν θέλειν οὐκ ἀλλαχόθεν γίνεται, ἀλλ' ἢ ἐξ ἀπονοίας καὶ µισανθρωπίας καὶ ὑπεροψίας. Οὐχ ὁρᾷς τὴν γῆν ὅση ἐστί; πῶς πολλῷ µείζων τῆς χρείας ἐστὶν ὁ ἀὴρ, ὁ οὐρανός; Ἵνα γάρ σου τὴν πλεονεξίαν σβέσῃ ὁ Θεὸς, εἰς τοσοῦτον µέτρον τὰ κτίσµατα ἐξήγαγε· σὺ δὲ ἁρπάζεις καὶ οὕτω, καὶ ἀκούεις ὅτι εἰδωλολατρεία ἡ πλεονεξία, καὶ οὐδὲ οὕτω φρίττεις; Κληρονοµῆσαι τὴν γῆν θέλεις; Ἀλλ' οὐκ ἔχεις ἐν τῷ οὐρανῷ κληρονοµίαν, ἵνα σαυτὸν ἀποστερήσῃς;
18.4
Εἰπέ µοι, εἴ τίς σοι παρεῖχεν ἐξουσίαν λαβεῖν ἅπαντα, ἆρα οὐκ ἂν ἠθέλησας; Ἔνεστι νῦν, ἐὰν βούλῃ. Καίτοι τινές φασιν, ὅτι ἀλγοῦσιν, ὅταν εἰς ἑτέρους τὸν κλῆρον παραπέµπωσι, καὶ ἐβούλοντο εἶναι κατεδηδοκότες αὐτὸν µᾶλλον, ἢ ἑτέρους ὁρᾷνκυρίους γενοµένους. Οὐδὲ ἐγώ σε ταύτης ἀπαλλάττω τῆς ἀσθενείας· ἀσθενοῦς µὲν γὰρ καὶ τοῦτο ψυχῆς· πλὴν ἀλλ' ὅµως κἂν τοῦτο γινέσθω· ἐν ταῖς διαθήκαις τὸν Χριστὸν κατάλιπε κληρονόµον. Ἔδει µὲν γὰρ ζῶντα· τοῦτο γὰρ προαιρέσεως ὀρθῆς ἦν· ἀλλ' ὅµως κἂν ὑπὸ τῆς ἀνάγκης γενοῦ φιλοτιµότερος. Καὶ γὰρ ὁ Χριστὸς διὰ τοῦτο προσέταξε διδόναι πένησιν, ἵνα ζῶντας ἡµᾶς φιλοσόφους ἐργάσηται, ἵνα πείσῃ χρηµάτων καταφρονεῖν, ἵναὑπερορᾷν διδάξῃ τῶν γηΐνων. Τοῦτο οὐκ ἔστι χρηµάτων ὑπεροψία, τὸ τελευτῶντα καὶ οὐκ ὄντα κύριον τῷ δεῖνι παρέχειν καὶ τῷ δεῖνι· οὐκ ἐκ τῶν σῶν δίδως λοιπὸν, ἀλλ' ἐξ αὐτῆς τῆς ἀνάγκης· τῷ θανάτῳ χάρις, οὐ σοί· τοῦτο οὐκ ἔστι φιλοστοργίας, ἀλλ' ἐπηρείας. Πλὴν κἂν οὕτω γινέσθω, κἂν τότε λῦσον τὸ πάθος. Ἐννόησον ὅσα ἥρπασας, ὅσα ἐπλεονέκτησας· πάντα ἀπόδος τετραπλάσια· οὕτως ἀπολόγησαι τῷ Θεῷ. Ἀλλ' εἰσί τινες εἰς τοῦτο µανίας ἥκοντες καὶ πηρώσεως, οἳ οὐδὲ τότε συνορῶσι τὸ δέον· ἀλλ' ὥσπερ σπουδάζοντες χαλεπώτερον ἑαυτοῖς ἐργάσασθαι τοῦ Θεοῦ τὸ κρῖµα, οὕτως ἅπαντα πράττουσι.∆ ιὰ τοῦτο ὁ µακάριος οὗτος ἔλεγε γράφων· Ὡς τέκνα φωτὸς περιπατεῖτε. Ὁ δὲ πλεονέκτης µάλιστα ἐν σκότῳ ζῇ καὶ σκότος πολὺ κατασκεδάζει πάντων. Καὶ, Μὴ συγκοινωνῆτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, µᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόµενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόµενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Ἀκούσατε, παρακαλῶ, πάντες ὅσοι οὐ βούλεσθε εἰκῆ µισεῖσθαι. Ἁρπάζει, καὶ οὐκ ἐλέγχεις; Ἀλλὰ δέδοικας τὸ µῖσος. Καίτοι οὐκ ἔστιν εἰκῆ µισεῖσθαι τοῦτο· ἀλλὰ δικαίως ἐλέγχεις, καὶ δέδοικας τὸ µῖσος; ἔλεγξον τὸν ἀδελφὸν, ἀνάδεξαι ἔχθραν διὰ τὴν ἀγάπην τὴν εἰς τὸν Χριστὸν, διὰ τὴν ἀγάπην τὴν εἰς αὐτόν· κώλυσον αὐτὸν εἰς βάραθρον ἀπερχόµενον. Τὸ γὰρ τραπέζης κοινωνῆσαι καὶ ῥηµάτων χρηστῶν καὶ προσρήσεως καὶ τρυφῆς, οὐ σφόδρα φιλίας ἐστί. Τοιαῦτα τοῖς φίλοις ἡµῶν χαριζώµεθα δῶρα, ἵνα τὴν ψυχὴν αὐτῶν ἐξέλκωµεν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ· εἰς τὴν κάµινον κειµένους αὐτοὺς ὁρῶντες τῆς κακίας, ἀναστήσωµεν. Ἀλλ' οὐ διορθοῦται, φησίν. Ἀλλὰ σὺ τὸ σαυτοῦ πρᾶξον, καὶ ἀπελογήσω τῷ Θεῷ. Μὴ κρύψῃς τὸ τάλαντον· διὰ τοῦτο λόγον ἔχεις, διὰ τοῦτο γλῶσσαν καὶ στόµα, ἵνα διορθοῖς τὸν πλησίον. Τὰ ἄλογα µόνα οὐ φροντίζει τοῦ πλησίον, οὐδὲ λόγον ἔχει τινὰ τῶν ἄλλων· σὺ δὲ πατέρα καλῶν τὸν Θεὸν, καὶ ἀδελφὸν τὸν πλησίον ὁρῶν, αὐτὸν µυρία ποιοῦντα κακὰ, τὴν χάριν τὴν παρ' ἐκείνου τῆς ὠφελείας αὐτοῦ προτίθης; Μὴ, παρακαλῶ. Οὐδὲν οὕτω φιλίας τεκµήριον, ὡς τὸ µὴ περιορᾷν ἁµαρτάνοντας τοὺς ἀδελφούς. Εἶδες ἐχθραίνοντας; διάλυσον. Εἶδες πλεονεκτοῦντας; κώλυσον. Εἶδες ἀδικουµένους; πρόστηθι· οὐκ ἐκείνοις, ἀλλὰ σαυτῷ προτέρῳ ἐχαρίσω.∆ ιὰ τοῦτο φίλοι ἐσµὲν, ἵνα ἀλλήλους ὠφελῶµεν. Ἄλλως ἀκούσεται παρὰ τοῦ φίλου, καὶ ἄλλως παρὰ τοῦ τυχόντος· τὸν τυχόντα ὑποπτεύσει ἴσως, καὶ τὸν διδάσκαλον ὁµοίως, τὸν δὲ φίλον οὐκέτι. Τὰ γὰρ κρυφῇ γινόµενα, αἰσχρόν ἐστι, φησὶ, καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόµενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί βούλεται ἐνταῦθα εἰπεῖν; Τοῦτο λέγει, ὅτι τὰ µὲν τῶν ἁµαρτηµάτων ἐνταῦθα λάθρα γίνεται, τὰ δὲ καὶ φανερῶς· ἐκεῖ δὲ οὐχ οὕτως ἔσται· οὐδεὶς γάρ ἐστιν ὁ µὴ συνειδὼς ἑαυτῷ ἐπὶ ἁµαρτήµατι.∆ ιὰ τοῦτό φησι· Τὰ δὲ πάντα, ἐλεγχόµενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί οὖν; οὐ περὶ εἰδωλολατρείας, φησὶ, καὶ ἐνταῦθα τοῦτο εἴρηται; Οὐχὶ, ἀλλὰ περὶ βίου καὶ ἁµαρτηµάτων ἐστὶν ὁ λόγος. Πᾶν γὰρ τὸ φανερούµενον, φησὶ, φῶς ἐστι.∆ ιὸ, παρακαλῶ, µήτε ὑµεῖς ὀκνεῖτε ἐλέγχειν, µήτε δυσχεραίνετε ἐλεγχόµενοι. Ἕως µὲν γὰρ ἂν ἐν σκότει πράττηταί τι, µετὰ πλείονος πράττεται τῆς ἀδείας· ἐπειδὰν δὲ πολλοὺς ἔχῃ τοὺς µαρτυροῦντας τοῖς γινοµένοις, φωτίζεται.∆ ιὸ µάλιστα πάντα πράττωµεν, ὥστε τὴν νέκρωσιν τῶν ἀδελφῶν τῶν ἡµετέρων ἀποσοβεῖν, ὥστε τὸ σκότος σκεδάζειν, ὥστε τὸν ἥλιον ἐπισπάσασθαιτῆς δικαιοσύνης. Ἂν γὰρ πολλοὶ ὦσιν οἱ φωστῆρες, αὐτοῖς τε εὔκολος ἔσ ται τῆς ἀρετῆς ἡ ὁδὸς, καὶ οἱ ἐν σκότει µᾶλλον ἁλώσονται, τοῦ φωτὸς ἐπιτεινοµένου, κἀκεῖνο ἀφανίζοντος. Ἂν δὲ τοὐναντίον, δέος µὴ καὶ οὗτοι σβεσθῶσι, τῆς παχύτητος τῆς ἀπὸ τοῦ σκότους καὶ τῶν ἁµαρτηµάτων κρατούσης τοῦ φωτὸς, καὶ ἀποσοβούσης αὐτοῦτὸ διειδές. Ὡς οὖν ἑαυτοὺς ὠφελοῦντες, οὕτω διακεώµεθα, ἵνα διὰ πάντων δόξαν ἀναπέµψωµεν τῷ φιλανθρώπῳ Θεῷ, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.