Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 19 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
19.0
Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, µὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόµενοι τὸν καιρὸν, ὅτι αἱ ἡµέραι πονηραί εἰσι.∆ ιὰ τοῦτο µὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέ ληµα τοῦ Κυρίου.
19.1
Ἔτι τὴν τῆς πικρίας ἐκκαθαρίζει ῥίζαν, ἔτι τὴν ὑπόθεσιν τῆς ὀργῆς ἐκκόπτει. Τί γάρ φησι; Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε. Ἤδει τὸν∆ ιδάσκαλον αὐτοῦ, ὅτι πέµπων τοὺς µαθητὰς ὡς πρόβατα ἐν µέσῳ λύκων, ἔτι ἐκέλευεν αὐτοὺς καὶ ὡς περιστερὰς εἶναι· Καὶ ἀκέραιοι γὰρ, φησὶν, ἔσεσθε, ὡσεὶ περιστεραί. Ἐπεὶ οὖν καὶ µεταξὺ λύκων ἦσαν, καὶ ἔτι προστεταγµένοι µὴ ἀµύνεσθαι, ἀλλὰ πάσχειν κακῶς, διὰ τοῦτο τῆς τοιαύτης ἐδέοντο παραινέσεως. Καίτοι γε καὶ τὸ πρότερον ἱκανὸν ἦν αὐτοὺς εὐσθενεστέρους ποιῆσαι· ὅταν δὲ καὶ ἡ τῶν δύο προσθήκη ᾖ, ἐννόησον τὴν ὑπερβολήν. Ὅρα γοῦν καὶ πῶς αὐτοὺς ἐπιµελῶς ἀσφαλίζεται, λέγων· Βλέπετε πῶς περιπατεῖτε. Ὁλόκληροι πόλεις πρὸς αὐτοὺς πόλεµον εἶχον, ἐπεισῆλθε καὶ εἰς τὰς οἰκίας οὗτος ὁ πόλεµος· πατὴρ κατὰ υἱοῦ, υἱὸς κατὰ πατρὸς, µήτηρ κατὰ θυγατρὸς, θυγάτηρ κατὰ µητρὸς ἦσαν διεσπαρµένοι. Τί οὖν; πόθεν αἱ διαιρέσεις αὗται; Ἤκουσαν τοῦ Χριστοῦ λέγοντος· Ὁ φιλῶν πατέρα ἢ µητέρα ὑπὲρ ἐµὲ, οὐκ ἔστι µου ἄξιος. Ἵν' οὖν µὴ νοµίσωσιν, ὅτι ἁπλῶς πολέµους εἰσάγει καὶ µάχας, ἐπειδὴ ἔµελλε µεγάλη τίκτεσθαι ὀργὴ, εἰ καὶ αὐτοὶ ἔµελλον ἐπεξιέναι, τούτου χάριν λέγει· Βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε. Τουτέστι, Πλὴν τοῦ κηρύγµατος, µηδαµόθεν ἄλλοθεν δῶτε λαβὴν τῆς ἔχθρας τῆς καθ' ὑµῶν· αὕτη µόνη τῆς ἔχθρας ὑπόθεσις ἔστω· µηδεὶς ὑµῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιµὴν καὶ ὑπακοὴν πᾶσαν ἐπιδείκνυσθε, ὅταν µηδὲν βλάπτῃ τὸ κήρυγµα, ὅταν µηδὲν ἐµποδίζῃ τὴν εὐσέβειαν. Ἀπόδοτε γὰρ, φησὶ, πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος. Ὅταν γὰρ ἐν τοῖς ἄλλοις ἴδωσιν ἡµᾶς ἐπιεικεῖς, ἐντραπήσονται. Μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόµενοι τὸν καιρόν. Οὐχὶ ποικίλους ἡµᾶς καὶ παντοδαποὺς εἶναι βουλόµενος ταῦτα παραινεῖ· ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Οὐκ ἔστιν ὑµέτερος ὁ καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδηµοι καὶ ξένοι καὶ ἀλλότριοι· µὴ ζητεῖτε τιµὰς, µὴ ζητεῖτε δόξαν, µὴ ζητεῖτε δυναστείαν, µηδὲ ἐκδίκησιν· πάντα φέρετε, καὶ τούτῳ τὸν καιρὸν ἐξαγοράζεσθε· πολλὰ κατάθεσθε, πᾶν ὅ τι ἂν θέλωσιν. Ἀσαφὲς τὸ εἰρηµένον· φέρε οὖν, ἐπὶ ὑποδείγµατος ποιήσω αὐτὸ φανερόν. Ἐννόησόν µοί τινα οἰκίαν ἔχοντα λαµπρὰν, εἶτά τινας ἐπεισερχοµένους ὥστε αὐτὸν ἀνελεῖν κἀκεῖνον πολλὰ διδόντα, καὶ ἐξαιρούµενον ἑαυτόν· τότε λέγοµεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. Οὕτω καὶ σὺ οἰκίαν ἔχεις µεγάλην, καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁτιοῦν ἂν ἀπαιτήσῃ τις, µόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. Αἱ γὰρ ἡµέραι, φησὶ, πονηραί εἰσι. Τί πονηρία τῆς ἡµέρας; Πονηρία τῆς ἡµέρας περὶ τὴν ἡµέραν ὀφείλει εἶναι. Ἂν τί ἐστιν ἑκάστῳ τῶν ἐν ἡµῖν πονηρὸν µάθῃς, γνώσῃ καὶ τί ἐστι πονηρία ἡµέρας. Τί ἐστι πονηρία σώµατος; νόσος. Τί δὲ πονηρία ψυχῆς; κακία. Τί ἐστι πονηρία ὕδατος; πικρία. Καὶ ἑκάστου ἡ πονηρία ἡ φαυλότης ἐστὶ περὶ ἐκείνην τὴν φύσιν, ἧς ἐστι πονηρία. Εἰ τοίνυν ἡ πονηρία περὶ τὴν ἡµέραν ἐστὶ, περὶ αὐτὴν τὴν ἡµέραν χρὴ εἶναι, περὶ τὰς ὥρας, περὶ τὸ φῶς. Οὕτω καὶ ὁ Χριστός φησιν· Ἀρκετὸν τῇ ἡµέρᾳ ἡ κακία αὐτῆς. Ἀπὸ τούτου κἀκεῖνο γνωσόµεθα. Πῶς οὖν ἡµέρας καλεῖ πονηράς; πῶς καιρὸν πονηρόν; Οὐ τὴν οὐσίαν, οὐδὲ τὰ κτίσµατα, ἀλλὰ διὰ τὰ ἐν αὐτοῖς γινόµενα· καθάπερ καὶ ἡµῖν ἔθος λέγειν· Χαλεπὴν ἡµέραν διήγαγον καὶ κακήν· καίτοι πῶς ἂν γένοιτο χαλεπὴ, ἀλλ' ἢ ἀπὸ τῶν ἐν αὐτῇ συµβαινόντων; Τὰ δὲ ἐν αὐτῇ συµβαίνοντα, ἐστὶν ἀγαθὰ µὲν, παρὰ Θεοῦ· κακὰ δὲ, παρὰ ἀνθρώπων πονηρῶν. Ἄρα τῶν ἐν τοῖς καιροῖς συµβαινόντων πονηρῶν οἱ ἄνθρωποι δηµιουργοὶ, καὶ διὰ τοῦτο καιροὶ πονηροὶ λέγονται. Οὕτω καὶ ἡµεῖς καιροὺς πονηροὺς καλοῦµεν.∆ ιὰ τοῦτο, φησὶ, µὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέληµα τοῦ Κυρίου. Καὶ µὴ µεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ τούτου γὰρ ἡ ἀµετρία θυµώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους καὶ χαλεπούς. Εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς µέθην· νῦν δὲ τὸ πρᾶγµα καὶ ἀνανδρίας εἶναι δοκεῖ καὶ γέλωτος, τὸ µὴ µεθύσκεσθαι. Ποία τοίνυν ἐλπὶς σωτηρίας; Γέλως, εἰπέ µοι, τὸ µὴ µεθύσκεσθαι, ἔνθα µάλιστα πάντων τὸ µεθύσκεσθαι γέλως ὤφειλεν εἶναι; Μάλιστα µὲν γὰρ καὶ τὸν ἰδιώτην πόῤῥω µέθης εἶναι καλόν· πολλῷ δὲ πλέον τὸν στρατιώτην, τὸν ἐν ξίφεσι στρεφόµενον, τὸν ἐν αἵµασι, τὸν ἐν σφαγαῖς· πολλῷ µᾶλλον τὸν στρατιώτην, ὅταν καὶ ἑτέρωθεν ὁ θυµὸς θήγηται, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς δυναστείας, ἀπὸ τοῦ συνεχῶς ἐν ἐπιβουλαῖς καὶ µάχαις εἶναι. Βούλει µαθεῖν ποῦ καλὸς ὁ οἶνος; ἄκουε τῆς Γραφῆς λεγούσης·∆ ότε οἶνον τοῖς ἐν λύπῃ, καὶ µέθην τοῖς ἐν ὀδύνῃ. Εἰκότως· τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε µαλάττειν, καὶ τὸ συννεφὲς ἀπάγειν. Οἶνος εὐφραίνει καρδίαν ἀνθρώ που, φησί. Πῶς οὖν ἐκ τοῦ οἴνου ἡ µέθη; οὐ γὰρ ἔνι τὸν αὐτὸν τὰ ἐναντία ἐργάζεσθαι ἑαυτῷ. Οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ µέθη, ἀλλ' ἐκ τῆς ἀµετρίας. Ὁ οἶνος δι' οὐδὲν ἕτερον ἡµῖν δέδοται, ἢ δι' ὑγείαν σώµατος· ἀλλὰ καὶ πρὸς τοῦτο ἐµποδίζει ἡ ἀµετρία. Ἄκουε δὲ καὶ τοῦ µακαρίου τούτου γράφοντος καὶ λέγοντος τῷ Τιµοθέῳ· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόµαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.
19.2
∆ ιὰ γὰρ τοῦτο ὁ Θεὸς ἐποίησεν ἡµῶν τὰ σώµατα σύµµετρα, καὶ ἀπὸ ὀλίγων κορέννυσθαι, ἐντεῦθεν ἤδη παιδεύων ἡµᾶς, ὅτι πρὸς ἑτέραν ἡµᾶς ζωὴνἐποίησε ἐπιτηδείους. Καὶ ἐβούλετο µὲν καὶ ἐξ ἀρχῆς ἐκείνην δοῦναι, ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κατεστήσαµεν, ἀνεβάλετο· καὶ ἐν τῷ χρόνῳ ᾧ ἀνεβάλετο, οὐδὲ ἐν αὐτῷ ἀφίησιν ἡµᾶς ἀπολαύειν ἀµέτρως· οἴνου γὰρ κοτύλη καὶ ἄρτος εἷς ἀρκεῖ γαστέρα ἐµπλῆσαι ἀνθρώπου. Καὶ τὸν πάντων τῶν ἀλόγων κρατοῦντα, ὀλιγοδεέστερον αὐτῶν κατὰ τὴν ἀναλογίαν ἐποίησε, καὶ τὸ σῶµα βραχὺ, οὐδὲν ἕτερον ἢ τοῦτο δηλῶν, ὅτιπρὸς ἑτέραν ζωὴν ἐπειγόµεθα. Μὴ µεθύσκεσθε οἴνῳ, φησὶν, ἐν ᾧ ἐστιν ἀσωτία. Οὐ γὰρ σώζει, ἀλλ' ἀπόλλυσιν, οὐ τὸ σῶµα µόνον, ἀλλὰ καὶ τὴν ψυχήν. Ἀλλὰ πληροῦσθε ἐν Πνεύµατι, λαλοῦντες ἑαυτοῖς ἐν ψαλµοῖς καὶ ὕµνοις καὶ ᾠδαῖς πνευµατικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑµῶν τῷ Κυρίῳ· εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόµενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Βούλει, φησὶν, εὐφραίνεσθαι; Βούλει τὴν ἡµέραν ἀναλίσκειν; Ἐγώ σοι δίδωµι πότον πνευµατικόν· ἡ γὰρ µέθη καὶ τὴν εὔσηµον ἐκκόπτει φωνὴν τῆς γλώσσης τῆς ἡµετέρας, ψελλίζειν παρασκευάζουσα, καὶ ὀφθαλµοὺς καὶ πάντα ἁπλῶς διαστρέφουσα. Μάθε ψάλλειν, καὶ ὄψει τοῦ πράγµατος τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ Πνεύµατος πληροῦνται ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ᾠδὰς, πνεύµατος ἀκαθάρτου. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑµῶν τῷ Κυρίῳ; Τουτέστι, µετὰ συνέσεως προσέχοντες· οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλλουσι, τὰ ῥήµατα φθεγγόµενοι, τῆς καρδίας ῥεµβοµένης ἑτέρωθι. Πάντοτε, φησὶν, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες ἐν ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόµενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τουτέστι, Τὰ αἰτήµατα ὑµῶν µετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν· οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. Μάλιστα δὲ δυνάµεθα εὐχαριστεῖν, ἀπάγοντες τῶν προειρηµένων τὴν ψυχὴν τὴν ἡµετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπεν. Ἀλλὰ πληροῦσθε, φησὶ, ἐν Πνεύµατι. Ἆρα ἐν ἡµῖν τοῦτο; Καὶ γὰρ ἐν ἡµῖν. Ὅταν γὰρ ψεῦδος, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωµεν τῆς ψυχῆς τῆς ἡµετέρας, ὅταν γενώµεθαχρηστοὶ, εὔσπλαγχνοι, χαριζόµενοι ἑαυτοῖς, ὅταν εὐτραπελία µὴ παρῇ, ὅταν ἑαυτοὺς ἀξίους κατασκευάσωµεν, τί τὸ κωλύον τὸ Πνεῦµα τὸ ἅγιον ἐπελθεῖνκαὶ ἐπιπτῆναι; Καὶ οὐχ ἁπλῶς ἐπελεύσεται, ἀλλὰ πληρώσει τὴν καρδίαν ἡµῶν. Τοσούτου δὲ ἔνδοθεν ὄντος φωτὸς, οὐδὲ δυσκατόρθωτος ἡµῖν λοιπὸν ἔσται ἡ ἀρετὴ, ἀλλὰ ῥᾳδία καὶ εὔκολος. Πάντοτε εὐχαριστοῦντες, φησὶν, ὑπὲρ πάντων. Τί οὖν; ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ τῶν συµβαινόντων; Ναί· κἂν νόσος ᾖ, κἂν πενία. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ παρῄνει σοφός τις λέγων· Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι ἀσµένως, καὶ ἐν ἀλλάγµασι ταπεινώσεώς σου µακροθύµησον· πολλῷ µᾶλλον ἐν τῇ Καινῇ γίνεσθαι χρή. Κἂν τὸν λόγον τοίνυν µὴ εἰδῇς, εὐχαρίστει· τοῦτο γάρ ἐστιν εὐχαριστία. Ἂν δὲ εὖ παθὼν καὶ εὐθηνούµενος καὶ εὐπραγῶν καὶ ἐν εὐηµερίαις ὢν, εὐχαριστῇς, οὐδὲν µέγα, οὐδὲν θαυµαστόν· τὸ δὲ ζητούµενον, ἐν θλίψεσιν ὄντα εὐχαριστεῖν, ἐν ἀθυµίαις. Μηδὲν πρὸ τοῦ ῥήµατος τούτου φθέγγου, Εὐχαριστῶ σοι,∆ έσποτα. Καὶ τί λέγω ὑπὲρ τῶν ἐνταῦθα θλίψεων; ὑπὲρ τῆς γεέννης αὐτῆς εὐχαριστεῖν δεῖ τῷ Θεῷ, ὑπὲρ τῶν κολάσεων τῶν ἐκεῖ, ὑπὲρ τῶν τιµωριῶν. Πάνυ γὰρ τὸ πρᾶγµα ἡµᾶς ὠφέλησε τοὺς προσέχοντας, ἀντὶ χαλινοῦ τοῦ τῆς γεέννης φόβου ταῖς καρδίαις ἡµῶν ἐπιτεθέντος. Μὴ τοίνυν ὑπὲρ τῶν φανερῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἄκοντες εὐεργετούµεθα, εὐχαριστῶµεν· πολλὰ γὰρ καὶ µὴ βουλοµένους ἡµᾶς εὐεργετεῖ, καὶ µὴ εἰδότας. Εἰ δὲ ἀπιστεῖτε, ἤδη ὑµῖν τὸ πρᾶγµα ποιήσω φανερόν. Ἐννόησον γάρ µοι· οἱ µιαροὶ καὶ ἄπιστοι Ἕλληνες οὐχὶ τῷ ἡλίῳ τὸ πᾶν ἐπιγράφουσι, καὶ τοῖς εἰδώλοις αὐτῶν; Τί οὖν; οὐχὶ εὐεργετεῖ καὶ αὐτούς; οὐχὶ τῆς ἐκείνου προνοίας ἐστὶ, καὶ τὸ ζῇν, καὶ τὸ ὑγιαίνειν αὐτοὺς, καὶ παιδοποιεῖν, καὶ ὅσα τοιαῦτα; Τί δὲ οἱ Μαρκιωνισταὶ λεγόµενοι; τί δὲ οἱ Μανιχαῖοι; οὐχὶ καὶ βλασφηµοῦσιν αὐτόν; Τί οὖν; οὐχὶ εὐεργετεῖ αὐτοὺς καθ' ἑκάστην ἡµέραν; Εἰ δὲ ἐκείνους τοὺς ταῦτα οὐκ εἰδότας εὐεργετεῖ, πολλῷ µᾶλλον ἡµᾶς. Τί γὰρ ἄλλο ἔργον Θεοῦ ἢ τοῦτο, τὸ εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ κολάσεων καὶ δι' ἀνέσεων; Μὴ µόνον τοίνυν ἐν εὐπραγίαις ὄντες εὐχαριστῶµεν· οὐδὲν γὰρ µέγα. Καὶ τοῦτο οἶδε καὶ ὁ διάβολος· διὸ καὶ ἔλεγε· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; οὐχὶ σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ, καὶ τὰ ἔξω; Περίελε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἦ µὴν εἰς πρόσωπόν σε εὐλογήσει. Ἀλλ' οὐδὲν αὐτῷ πλεῖον ἐγένετο τῷ µιαρῷ, µηδὲ γένοιτο, µηδὲ περὶ ἡµῶν γενέσθαι τι πλέον αὐτῷ. Ἀλλὰ καὶ ὅταν ἐν πενίᾳ ὦµεν, καὶ ὅταν ἐν νόσοις, καὶ ὅταν ἐν ἐπηρείαις, τότε ἐπιτείνωµεν τὴν εὐχαριστίαν. Εὐχαριστίαν δὲ λέγω, µὴ ῥήµασι µηδὲ γλώσσῃ, ἀλλὰ πράγµασι καὶ ἔργοις, καὶ διανοίᾳ καὶ καρδίᾳ. Ἐκ πάσης ψυχῆς εὐχαριστῶµεν αὐτῷ. Μᾶλλον γὰρ τῶν γεννησαµένων ἡµᾶς φιλεῖ· καὶ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ µέσον, τοσοῦτον ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὴν τῶν ἡµετέρων πατέρων διαφοράν.
19.3
Καὶ ταῦτα οὐκ ἐµά ἐστι τὰ ῥήµατα, ἀλλ' αὐτοῦ τοῦ φιλοῦντος ἡµᾶς Χριστοῦ. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Τίς ἐξ ὑµῶν ἐστιν ἄνθρωπος, ὃς, ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, µὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑµεῖς πονηροὶ ὄντες, οἴδατε δόµατα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑµῶν, πόσῳ µᾶλλον ὁ Πατὴρ ὑµῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ πάλιν ἄκουε καὶ ἑτέρωθι λέγοντος· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὑτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσοµαί σου, λέγει Κύριος. Εἰ γὰρ µὴ φιλεῖ, τίνος ἕνεκεν ἡµᾶς ἐποίησε; µὴ γὰρ ἀνάγκην εἶχε; µὴ γὰρ χρείαν αὐτῷ καὶ διακονίαν πληροῦµεν; µὴ γὰρ δεῖταί τινος τῶν παρ' ἡµῶν; Ἄκουε τοῦ Προφήτου λέγοντος· Εἶπα τῷ Κυρίῳ· Κύριός µου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν µου οὐ χρείαν ἔχεις. Ἀλλ' οἱ ἀγνώµονες καὶ ἀναίσθητοι, Τοῦτο, φασὶν, ἀγαθότητος Θεοῦ, τὸ ἰσοτιµίαν εἶναι παρὰ πᾶσιν; Εἰπέ µοι, ἀγνῶµον ἄνθρωπε, ποῖα λέγεις µὴ εἶναι ἀγαθότητος Θεοῦ, καὶ τίνα λέγεις ἰσοτιµίαν; Ὁ δεῖνα, φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος µαίνεται καὶ δαιµονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας ἐλάσας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐννόσοις χαλεπωτάταις· ταῦτα προνοίας ἐστὶν ἔργα; Ὁ µέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος µιαρὸς καὶ παµµίαρος, καὶ µυρίων γέµων κακῶν, χρηµάτων ἀπολαύει, καὶ πόρνας τρέφει καὶπαρασίτους, καὶ λαµπρὰν οἰκίαν κέκτηται, καὶ βίον ἀπράγµονα ζῇ. Καὶ πολλὰ τοιαῦτα συνείρουσι, µακρὸν ὑφαίνοντες κατηγορίας λόγον κατὰ τῆς τοῦ Θεοῦ προνοίας. Τί οὖν; ἀπρονόητά ἐστι; τί οὖν ἂν εἴποιµεν πρὸς αὐτούς; Εἰ µὲν Ἕλληνες εἶεν, καὶ λέγοιεν ἡµῖν ὑπό τινος τὸν κόσµον διοικεῖσθαι, πάλιν καὶ ἡµεῖς τὰ αὐτὰ ἐροῦµεν πρὸς αὐτούς· Τί οὖν, ἀπρονόητά ἐστιν; οὐκοῦν πῶς ὑµεῖς σέβεσθε θεοὺς, καὶ προσκυνεῖτε δαίµονας καὶ ἥρωας; εἰ γὰρ πρόνοιά ἐστιν, ἐφέστηκέ τις τοῖς πᾶσιν. Εἰ δέ τινες εἶεν ἀποδυσπετοῦντες, ἢ Χριστιανοὶ ἢ καὶ Ἕλληνες, καὶ παρασαλευόµενοι, τί πρὸς αὐτοὺς ἐροῦµεν; Τοσαῦτα δὲ, εἰπέ µοι, ἀπὸ ταυτοµάτου γένοιτο ἂν ἀγαθά; τὸ φῶς τὸ καθηµερινὸν, ἡ εὐταξία ἡ ἐν τοῖς οὖσι, τῶν ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡµερῶν δρόµος, ἡ τῆς φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶἐν ζώοις καὶ ἐν ἀνθρώποις; Τίς, εἰπέ µοι, ὁ ταῦτα διοικῶν; Εἰ µηδεὶς ἐφεστὼς ἦν, ἀλλ' ἀπὸ ταυτοµάτου πάντα συνειστήκει, τίς τὴν καµάραν ταύτην τὴν οὕτω καλὴν, τὴν οὕτω µεγάλην, τὸν οὐρανὸν λέγω, περιδινήσας ἐπὶ τῆς γῆς ἔστησεν, ἢ καὶ ἐπὶ ὑδάτων; τίς ὁ τοὺς καιροὺς τοὺς καρποφόρους διδούς; τίς τοσαύτην ἔθετο ἐν σπέρµασι καὶ φυτοῖς δύναµιν; τὸ γὰρ ἀπὸ ταυτοµάτου ἄτακτον πάντως· τὸ δὲ εὔτακτον µετὰ τέχνης γίνεται. Τί γὰρ, εἰπέ µοι, τῶν παρ' ἡµῖν τῶν ἀπὸ ταυτοµάτου οὐ πολλῆς γέµει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς; Καὶ οὐ λέγω ἀπὸ ταυτοµάτου, ἀλλὰ µετά τινος ποιοῦντος, ἀτέχνως δὲ ποιοῦντος. Οἷον, ἔστω ξύλα καὶ λίθοι, ἔστω δὲ καὶ ἄσβεστος· καὶ λαβὼν ἄνθρωπος οἰκοδοµίας ἄπειρος οἰκοδοµείτω καὶ ἐνεργείτω· ἆρα οὐ πάντα ἂν ἀπώλεσε καὶ διέφθειρε; Πάλιν, ἔστω πλοῖον κυβερνήτου χωρὶς, πάντα ἔχον ἅπερ ἔχειν δεῖ πλοῖον ἄνευ τεχνίτου, οὐ λέγω ἀκατασκεύαστον, ἀλλὰ κατασκευασθέν· µὴ πλεῦσαι δυνήσεται; καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος ἑστῶσα, ἄνευ τινὸς συγκρατούσης δυνάµεως ἠδύνατο, εἰπέ µοι, οὕτω παγίως ἐπὶ χρόνον στῆναι τοσοῦτον; καὶ ταῦτα λόγον ἂν ἔχοι; καὶ οὐ µυριάκις γέλωτος ἄξιον τὸ ταῦτα ἐννοεῖν; Καὶ εἰ µὲν βαστάζοι καὶ τὸν οὐρανὸν, ἰδοὺ καὶ ἕτερον ἄχθος· εἰ δὲ καὶ οὐρανὸς ἐν ὕδατι φέροιτο, πάλιν ἕτερον ζήτηµα. Ἀλλὰ πᾶν τῆς προνοίας ἔργον. Τὰ γὰρ ἐπὶ τῶν ὑδάτων φερόµενα οὐ κυρτοῦσθαι δεῖ, ἀλλὰ κοιλαίνεσθαι. Τί δήποτε; Ὅτι τοῦ µὲν κοίλου τὸ σῶµα ὅλον βαπτίζεται ἐπὶ τῶν ὑδάτων, καθάπερ ἐπὶ τοῦ πλοίου· τοῦ δὲ κεκυρτωµένου τὸ µὲν σῶµα ὅλον ἐστὶν ἄνωθεν, τὰ δὲ ἄκρα ἐπίκειται µόνον. Οὐκοῦν αὐτῷ δεῖ σώµατος ἀντιτύπου καὶ σκληροῦ καὶ στέγειν δυναµένου, ὥστε φέρειν τὸ ἐπικείµενον ἄχθος. Ἀλλ' ἀὴρ φέρει τὸν οὐρανόν; Ἀλλ' οὗτος πολλῷ τοῦ ὕδατος µαλακώτερος καὶ χαυνότερος καὶ οὐδὲν στέγειν δυνάµενος, οὐδὲ τῶν λεπτοτάτων, µήτι γε ὄγκον τοσοῦτον. Ὅλως δὲ εἰ βουλοίµεθα τῆς προνοίας τὸν λόγον ἐπεξιέναι, καὶ καθολικῶς, καὶ κατακερµατίζοντες, ὅλος ὁ αἰὼν ἡµᾶς ἐλλείψει. Ἐρήσοµαι γὰρ τὸν ἐκεῖνα ζητοῦντα νῦν· Ταῦτα προνοίας ἐστὶν, ἢ ἀπρονοησίας; Κἂν εἴποι, ὅτι Οὐκ ἔστι προνοίας, καὶ πάλιν ἐρήσοµαι· Πῶς οὖν γέγονεν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τινὰ εἰπεῖν. Οὐκοῦν πολλῷ µᾶλλον περὶ τῶν ἀνθρωπίνων πραγµάτων ζητεῖν οὐκ ὀφείλεις, οὐδὲ περιεργάζεσθαι. Τί δήποτε; Ὅτι τούτων πάντων ἄνθρωπος τιµιώτερος, καὶ ταῦτα δι' ἐκεῖνον γέγονεν, οὐκ ἐκεῖνος διὰ ταῦτα.
19.4
Εἰ τοίνυν τὴν ἐπὶ τῆς προνοίας αὐτοῦ µόνον σοφίαν καὶ τὴν οἰκονοµίαν οὐκ οἶδας, πῶς δυνήσῃ τοὺς λόγους εἰδέναι τοὺς κατ' αὐτόν; Εἰπὲ δή µοι, τί δήποτε οὕτω µικρὸν αὐτὸν εἰργάσατο, καὶ τοσοῦτον ἀπέχοντα τοῦ ὕψους τοῦ οὐρανοῦ, ὡς καὶ ἀµφιβάλλειν περὶ τῶν ἄνω φαινοµένων; τίνος δὲ ἕνεκεν τὰ βόρεια ἀοίκητά ἐστι, καὶ τὰ νότια; Εἰπὲ δή µοι, διὰ τί γέγονεν ἡ νὺξ χειµῶνος µὲν µακροτέρα, θέρους δὲ ἐλάττων; διὰ τί ψῦχος τοσοῦτον, διὰ τί καῦµα, διὰ τί σῶµα θνητόν; Καὶ µυρία σε ἕτερα ἐρωτῶ, καὶ ἐὰν θέλῃς, οὐ παύσοµαί σε ἐρωτῶν, καὶ ἐν ἅπασί µοι διαπορήσεις. Ὥστε τοῦτο µάλιστα προνοίας ἐστὶ, τὸ τοὺς λόγους ἡµῖν ἀποῤῥήτους εἶναι. Ἦ γὰρ ἂν καὶ ἄνθρωπον αἴτιόν τις ἐνόµισε τοῦ παντὸς, εἰ µὴ τοῦτο ἡµῶν κατέστελλε τὴν διάνοιαν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πένης, καὶ κακὸν ἡ πενία. Τί δὲ ἡ νόσος, τί δὲ ἡ πήρωσις; Οὐδέν ἐστι ταῦτα, ἄνθρωπε· ἓν µόνον ἐστὶ κακὸν, τὸ ἁµαρτάνειν, καὶ τοῦτο µόνον ἐξετάζειν ὀφείλοµεν. Ἀλλ' ἀφέντες τῶν ὄντως κακῶν τὰς αἰτίας ἐρευνᾷν, ἕτερα πολυπραγµονοῦµεν.∆ ιὰ τί µηδεὶς ἡµῶν µηδέποτε ἐξετάζει, διὰ τί ἥµαρτεν; ἆρα ἐν ἐµοὶ τὸ ἁµαρτάνειν; ἆρα οὐκ ἐν ἐµοί; Καὶ τί µε δεῖ πολλοὺς περιιέναι λόγους; ἐν ἐµαυτῷ τὸ πρᾶγµα ζητήσω· ἆρα ἐκράτησά ποτε θυµοῦ; ἆρα ἐκράτησά ποτε ὀργῆς, ἢ δι' αἰσχύνην, ἢ διὰ φόβον ἀνθρώπινον; Εἶτα ἐπειδὰν εὕρω τοῦτο γινόµενον, εὑρήσω ὅτι ἐν ἐµοὶ τὸ ἁµαρτάνειν. Οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγµονεῖ, ἀλλὰ ἁπλῶς, κατὰ τὸν Ἰὼβ, Βροτὸς δὲ ἄλλως νήχεται λόγοις. Τί γάρ σοι τοῦτο µέλει, εἰ ὁ δεῖνα τυφλὸς, καὶ ὁ δεῖνα πένης; Οὐ τοῦτο ἐπέταξέ σοι ὁ Θεὸς σκοπεῖν, ἀλλὰ τί δήποτε σὺ πράττεις; Εἰ µὲν γὰρ ἀµφιβάλλεις, ὅτι ἐφέστηκέ τις τῷ κόσµῳ δύναµις, πάντων ἀνοητότερος εἶ· εἰ δὲ πέπεισαι περὶ τούτου, τί ἀµφιβάλλεις, ὅτι ἀρέσαι δεῖ τῷ Θεῷ; Πάντοτε, φησὶ, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες τῷ Θεῷ. Ἄπελθε εἰς ἰατρεῖον, καὶ ὄψει, ὅταν εὑρεθῇ τις τραῦµα ἔχων, ἐκεῖνον αὐτὸν τέµνοντα καὶ καίοντα. Ἐπὶ δὲ σοῦ οὐ τοῦτο λέγω, ἀλλὰ ἄπελθε εἰς τεκτονεῖον· καὶ οὐκ ἐξετάζεις τὸν λόγον, καίτοι γε οὐδὲν οἶδας τῶν γινοµένων ἐκεῖ· καὶ πολλὰ ἄπορα εἶναί σοι δοκεῖ· οἷον, ὅταν τορνεύῃ τὸ ξύλον, ὅταν µετασχηµατίζῃ. Μᾶλλον δὲ εἰς εὐπορωτέραν σε τέχνην ἂν ἀγάγω, οἷον τὴν τῶν ζωγράφων, καὶ ἐκεῖ ἰλιγγιάσεις. Εἰπὲ γάρ µοι, οὐχὶ ἁπλῶς σοι δοκεῖ ποιεῖν, ἃ ποιεῖ; τί γὰρ αὐτῷ βούλονται αἱ γραµµαὶ, καὶ αἱ περιαγωγαὶ τῶν γραµµῶν; Ἀλλ' ἂν ἐπιθῇ τὰ χρώµατα, τότε σοι φανεῖται ἡ τέχνη καλὴ, καὶ ὅµως οὐδὲ οὕτως ἀκριβῶς οὐδὲν δυνήσῃ καταµαθεῖν. Τί δὲ ἐπὶ τεκτόνων λέγω καὶ ζωγράφων καὶ τῶν ὁµοδούλων; Ἡ µέλιττα πῶς ἐργάζεται τοὺς σίµβλους, εἰπέ µοι, καὶ τότε καὶ περὶ Θεοῦ ἐρεῖς. Τῶν µυρµήκων τὴν ἐργασίαν κατάµαθε, τοῦ ἀράχνου, τῆς χελιδόνος, καὶ τότε ἐρεῖς, καὶ περὶ Θεοῦ. Ἂν ᾖς σοφὸς, εἰπέ µοι ταῦτα· ἀλλ' οὐκ ἂν ἔχοις. Οὐ παύσῃ οὖν, ἄνθρωπε, τὰ περιττὰ ζητῶν; περιττὰ γὰρ ὄντως ταῦτα· οὐ παύσῃ εἰκῆ πολυπραγµονῶν; Οὐδὲν τῆς ἀµαθίας ταύτης σοφώτερόν ἐστιν, ἐν οἷς οἱ µὲν ἐπαγγελλόµενοι µηδὲν εἰδέναι, σοφώτατοι πάντων εἰσὶν, οἱ δὲ περιεργαζόµενοι, ἀνοητότεροιτῶν πάντων εἰσίν. Ὥστε οὐ πανταχοῦ τὸ ἐπαγγέλλεσθαι εἰδέναι, σοφίας, ἀλλ' ἔστιν ὅπου καὶ µωρίας ἐστίν. Εἰπὲ γάρ µοι, εἰ δύο τινῶν ἀνθρώπων ὄντων ὁ µὲν ἐπαγγέλλοιτο τὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀέρα διατρέχοντα µετρεῖν, σχοίνους ἐκτείνας, ὁδὲ καταγελῶν καὶ µὴ εἰδέναι φαίη, τίνα γελασόµεθα, εἰπέ µοι; τὸν εἰδέναι λέγοντα, ἢ τὸν ἀγνοοῦντα;∆ ηλονότι τὸν λέγοντα εἰδέναι. Οὐκοῦν ὁ ἀγνοῶν τοῦ ὑποσχοµένου εἰδέναι σοφώτερος. Τί δὲ, εἴ τις ἐπαγγέλλοιτο λέγειν ὅσους ἔχει κυάθους ἡ θάλασσα, ἕτερος δὲ ἀγνοεῖν, οὐ πάλιν ἡ ἄγνοια τῆς εἰδήσεώς ἐστι σοφωτέρα; Σφόδρα γε. Τί δήποτε; Ἐπειδὴ κἀκείνη ἄγνοιά ἐστιν ἐπιτεταµένη. Ὁ µὲν γὰρ λέγων ἀγνοεῖν, οἶδέ τι µέρος. Ποῖον δὴ τοῦτο; Ὅτι ἀκατάληπτον ἀνθρώπῳ· καὶ γὰρ οὐ µικρὸν τοῦτο. Ὁ δὲ λέγων εἰδέναι, ἐκεῖνος µάλιστα οὐκ οἶδεν ὃ λέγει εἰδέναι, καὶ διὰ τοῦτο αὐτό ἐστι καταγέλαστος. Οἴµοι, πόσοις παιδευόµεθα τὴν πολυπραγµοσύνην τὴν ἄκαιρον, καὶ τὴν περιεργίαν χαλινοῦν, καὶ οὐκ ἀνεχόµεθα, ἀλλὰ τοὺς ἑτέρων περιεργαζόµεθαβίους, διὰ τί ὁ δεῖνα πηρὸς, διὰ τί πένης ὁ δεῖνα; Οὐκοῦν τῷ λόγῳ τούτῳ καὶ εἰς ἕτερον ἐκπεσούµεθα λῆρον, διὰ τί ἡ δεῖνα γυνὴ, καὶ µὴ πάντες ἄνδρες, διὰ τί ὄνος, διὰ τί βοῦς, διὰ τί κύων, διὰ τί λύκος; διὰ τί λίθος, διὰ τί ξύλα; καὶ εἰς ἄπειρον ἐκπεσεῖται µῆκος ὁ λόγος.∆ ιά τοι τοῦτο ὁ Θεὸς µέτρα τῆς γνώσεως ἡµῖν ἀφώρισε, καὶ ἐν τῇ φύσει κατεβάλετο. Καὶ θέα µοι τὴν πολυπραγµοσύνην τὴν πολλήν· ὅτι τοσοῦτον ὕψος ὁρῶντες ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, καὶ οὐδὲν πάσχοντες, ὅταν εἰς πύργον ἀνελθόντες ὑψηλὸν θελήσωµεν κατανεῦσαι κάτωµικρὸν κατακύψαντες, ἴλιγγός τις ἡµᾶς εὐθέως καὶ σκοτοδινία λαµβάνει. Εἰπέ µοι δὴ τούτου τὴν αἰτίαν· ἀλλ' οὐκ ἂν εὕροις· διὰ τί µείζονα ὀφθαλµὸς ἔχει τὴν ἰσχὺν, καὶ ὑπὸ τῶν ποῤῥωτέρω κατέχεται;
19.5
Καὶ ἐπὶ τῆς ἀκοῆς ὁµοίως αὐτὸ ἴδοι τις ἄν, Οὐ γὰρ ἄν τις οὔτε βοῆσαι δυνήσεται τοσοῦτον, ὥστε ἐµπλῆσαι τὸν ἀέρα, ὅσον δυνήσεται ὁ ὀφθαλµὸςκατασχεῖν, οὔτε ἀκοῦσαι ἐκ διαστήµατος τοσούτου.∆ ιὰ τί µὴ πάντα τὰ µέλη ἰσότιµά ἐστι· διὰ τί µὴ µίαν ἔλαβε χρείαν µηδὲ χώραν; Καὶ Παῦλος ταῦτα ἠρεύνησε, µᾶλλον δὲ οὐκ ἠρεύνησε( σοφὸς γὰρ), ἦν ἀλλ' εἰς τοῦτο ἐµπεσὼν τὸ χωρίον, φησίν· Ἕκαστον αὐτῶν[ ἔθετο] καθὼς ἠθέλησε· τῷ θελήµατι αὐτοῦ τὸ πᾶν ἐπέτρεψεν. Οὐκοῦν καὶ ἡµεῖς ζητεῖν ταῦτα ἀφέντες, µόνον εὐχαριστῶµεν ὑπὲρ ἁπάντων·∆ ιὰ τοῦτο, φησὶν, εὐχαριστεῖτε ὑπὲρ ἁπάντων. Τοῦτο εὐγνώµονος οἰκέτου, τοῦτο σοφοῦ, τοῦτο συνετοῦ· ἐκεῖνο δὲ λάλου καὶ ἀργοῦ καὶ περιέργου. Οὐχ ὁρᾷς ἐν τοῖς οἰκέταις, ὅτι οἱ µὲν κατάπτυστοι τῶν οἰκετῶν οὐδαµοῦ χρήσιµοι λάλοι τέ εἰσι καὶ φλύαροι, καὶ τὰ τῶν δεσποτῶν περιεργάζονται, ἅπερ ἐκεῖνοι κρύπτειν ἐθέλουσιν· οἱ δὲ συνετοὶ καὶ εὐγνώµονες πρὸς ἓν µόνον ὁρῶσιν, ὅπως αὐτῶν τὴν διακονίαν πληρῶσιν; Ὁ πολλὰ φθεγγόµενος οὐδὲν ἐργάζεται· ὥσπερ ὁ πολλὰ ἐργαζόµενος οὐδὲν φθέγγεται ἄκαιρον.∆ ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε περὶ χηρῶν γράφων· Οὐ µόνον δὲ ἀργαὶ µανθάνουσιν, ἀλλὰ καὶ φλύαροι. Εἰπὲ δή µοι, ποῖόν ἐστι πλέον τὸ µέσον, τὸ τῆς ἡµετέρας ἡλικίας πρὸς τὴν τῶν παίδων, ἢ τὸ τοῦ Θεοῦ πρὸς τὴν τῶν ἀνθρώπων; τὸ ἡµέτερον πρὸς κώνωπας, ἢ τοῦ Θεοῦ πρὸς ἡµᾶς; Εὔδηλον ὅτι τὸ τοῦ Θεοῦ πρὸς ἡµᾶς. Τί οὖν σὺ τοσοῦτον περιεργάζῃ; Εὐχαρίστει ὑπὲρ ἁπάντων. Τί οὖν, ἂν Ἕλλην ἔρηται, φησὶ, πῶς ἀποκρινοῦµαι; βούλεται µαθεῖν παρ' ἐµοῦ, εἰ ἔστι πρόνοια, αὐτὸς γὰρ οὔ φησιν εἶναί τινα τὸν προνοοῦντα. Οὐκοῦν µεταστρέψας, ἐρώτησον αὐτὸν καὶ σύ. Ἀλλ' οὔ φησιν εἶναι πρόνοιαν. Ὅτι µὲν ἔστι πρόνοια, ἐξ ὧν εἶπας, δῆλον· ὅτι δὲ ἄληπτος, ἐξ ὧν οὐχ εὑρίσκοµεν τὸν λόγον. Εἰ γὰρ ἐν οἷς διοικοῦσιν ἄνθρωποι οὐκ ἴσµεν τὸν τρόπον τῆς διοικήσεως πολλάκις, καίτοι ἐξ αὐτῶν πολλὰ ἡµῖν εἶναι δοκεῖ καὶ ἄτοπα, καὶπαραχωροῦµεν, πόσῳ µᾶλλον ἐπὶ Θεοῦ; Ἀλλ' οὐδὲν ἐπὶ Θεοῦ ἄτοπον οὔτε ἐστὶν, οὔτε δοκεῖ τοῖς πιστοῖς.∆ ιὸ ὑπὲρ ἁπάντων εὐχαριστῶµεν, ὑπὲρ ἁπάντων δοξάζωµεν αὐτόν, Ὑποτασσόµενοι ἀλλήλοις, φησὶν, ἐν φόβῳ Θεοῦ. Εἰ γὰρ δι' ἄρχοντα ὑποτάττῃ, ἢ διὰ χρήµατα, ἢ δι' αἰδὼ, πολλῷ µᾶλλον διὰ τὸν τοῦ Θεοῦ φόβον. Ἔστω δουλείας καὶ ὑποταγῆς ἀντίδοσις· οὕτω γὰρ οὐκ ἔσται δουλεία. Μὴ ὁ µὲν ἐν τάξει καθεζέσθω ἐλευθέρου, ὁ δὲ ἐν τάξει δούλου, ἀλλὰ καὶ δεσπότας καὶ δούλους ἀλλήλοις δουλεύειν βέλτιον· πολλῷ βέλτιον οὕτως εἶναι δοῦλον, ἢ ἑτέρως ἐλεύθερον. Καὶ δῆλον ἐκεῖθεν· ἔστω τις οἰκέτας ἔχων ἑκατὸν, καὶ µηδεὶς ἐν αὐτοῖς διακονείτω· ἕτεροι δέ τινες ἔστωσαν ἑκατὸν φίλοι, ἀλλήλοις διακονούµενοι· τίνες ἄµεινον βιώσονται; τίνες µετὰ πλείονος ἡδονῆς, µετὰ πλείονος εὐφροσύνης; Οὐκ ἔστιν ἐκεῖ ὀργὴ, οὐδὲ παροξυσµὸς, οὐδὲ θυµὸς, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ὧδε φόβος καὶ δειλία· κἀκεῖ µὲν ἀνάγκης, ἐνταῦθα δὲ προαιρέσεως τὸ πᾶν· κἀκεῖ µὲν βιαζόµενοι, ἐνταῦθα δὲ χάριν ἔχοντες ἀλλήλοις δουλεύουσιν. Οὕτω βούλεται ὁ Θεός· διὰ τοῦτο ἔνιψε τοὺς πόδας τῶν µαθητῶν, Μᾶλλον δὲ, εἰ θέλεις ἀκριβῶς ἐξετάσαι, καὶ ἐπὶ δεσποτῶν ἀντίδοσίς ἐστι δουλείας. Τί γὰρ, εἰ ὁ τῦφος οὐκ ἀφίησι φανῆναι τὴν ἀντίδοσιν; Ὅταν γὰρ οὗτος µὲν τὴν σωµατικὴν διακονίαν παρέχῃ, σὺ δὲ τὸ σῶµα τρέφῃς, καὶ θεραπεύῃς καὶ τροφαῖς καὶ ἐνδύµασι καὶ ὑποδήµασι, καὶ οὗτοςδουλείας ἐστὶ τρόπος· ὅτι ἐὰν µὴ παρέχῃς καὶ σὺ τὴν σὴν, διακονίαν, οὐδὲ ἐκεῖνος τὴν ἑαυτοῦ, ἀλλ' ἔσται ἐλεύθερος, καὶ οὐδεὶς αὐτὸν ἀναγκάσει νόµος καὶ µὴ τρεφόµενοντοῦτο ποιεῖν. Εἰ τοίνυν καὶ ἐπὶ δούλων τοῦτό ἐστι, τί ἄτοπον, ἐὰν καὶ ἐπὶ ἐλευθέρων τοῦτο γίνηται; Ἐν φόβῳ, φησὶ, Χριστοῦ ὑποτασσόµενοι. Πόση ἡ χάρις, ὅταν καὶ µισθὸν ἔχωµεν; Ἀλλ' οὐ βούλεταί σοι ὑποταγῆναι; Ἀλλὰ σὺ ὑποτάγηθι· µὴ ἁπλῶς ὑπακούσῃς, ἀλλ' ὑποτάγηθι· ὡς πρὸς δεσπότας ἅπαντας, οὕτω διάκεισο· οὕτω γὰρ αὐτοὺς δούλους ἕξεις ταχέως τῇ τυραννικωτάτῃ τῆς δουλείας δυνάµει δεδουλωµένους. Μᾶλλον γὰρ αὐτοὺς αἱρήσεις, ὅταν οὐδενὸς τῶν παρ' αὐτῶν τυγχάνων, αὐτὸς τὰ παρὰ σαυτοῦ παρέχῃς. Τοῦτό ἐστιν, Ὑποτασσόµενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, ἵνα πάντων κρατῶµεν τῶν παθῶν, ἵνα τῷ Θεῷ δουλεύωµεν, ἵνα τὴν πρὸς ἀλλήλουςἀγάπην διασώζωµεν· καὶ τότε δυνησόµεθα καὶτῆς παρὰ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρµοῖς, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note